Oratio 42
Libanius
Libanius, Oratio 42, Libanii Opera Vol 3, Orationes XXVI-L, Teubner, Foerster, 1906
διαφυγὼν τοίνυν ἐγγὺς ὂν τὸ ξίφος ἁπάντων αὐτὸν οἰομένων εἴσω τε θυρῶν βιώσε- σθαι καὶ σχήσειν ἡσυχίαν καὶ λήξειν τῆς κατὰ τῶν κρειττόνων παροινίας αὐτῷ τῷ παρ’ ἐλπίδα σεσῶσθαι μιαρώτερος ἦν. καὶ τῶν ἐν τῇ βουλῇ τοὺς ἀρίστους ὑλακτῶν ἠγάλλετο νομίζων ἐντεῦθεν γοῦν ἔσεσθαι περιφανὴς δικαίας οὐκ οὔσης ἀφορμῆς, οἶόν τι τὸ τοῦ Θερσίτου περὶ Τροίαν ἦν.
20. Τί οὖν ἐστιν ὅ φημι; ὅτι τούτου τὴν βουλὴν ἐλευθεροῦν ἐχρῆν, ἀλλ’ οὐ δούλην ποιεῖν. οὐ γὰρ οἶδ’ ὅπως ἄν τις ἄλλως προσείποι τὸ νυνὶ γιγνόμενον. ὅταν γὰρ τὸ τούτῳ δοκοῦν παρ’ ἐκείνῃ νόμος ᾖ, πῶς οὐ τοιοῦτόν ἐστι; νῦν δ’ ὢν κάκιστος καὶ κορυφαῖος εἶναί τε βούλεται καὶ φησὶ καὶ τοὺς συγχωροῦντας ἔχει καὶ σοβεῖ καὶ ἀπειλεῖ καὶ διαμέμφεται καὶ τὸν [*](6 Sievers p. 258 sq. 14 [Isocr.] ad Demon. p. 8 c 16 cf. t. IV 943,12 R II. β 214) [*](3 ἐσ Μ 5 ηὐπόρησε C | τῶν] καὶ Va 6 δ’ PVaIBM edd 7 ἐσώζετο Ι 10 αὐτῶν C 12 παροινίας Ι sed οινι in ras m2 | παρελπίδα MV 14 γ’ οὖν Α 15 τὸ inser P3) [*](19 ἄλλως προσείποι ἄν τις ΙΒΜ Bong | γινόμενον V 20 ἦ Ρ sed η in ras m2 23 σοβεῖ reposui e libris (sed γρ φοβεῖ in marg Μ2) φοβεῖ edd)
21. Καὶ μαχαιρῶν | δή τινων ἐμέμνητο κἀκ [*](R II 399) τούτων ὄνομα περιῆπτε καὶ τὴν ἐκβολὴν ἐντεῦθεν ἐποιεῖτο. ὁ δὲ μαχαίρας μὲν οὐδεπώποτε εἰργάσατο, οὐδ’ ἔμαθε τὴν τέχνην, οὐδ’ εἶχεν, ἀλλ’ οὐδὲ ὁ πατὴρ οὐδέτερον. οἰκέται δὲ ἦσαν αὐτῷ ταῦτα ἐπιστάμενοί, καθάπερ Δημοσθένει τῷ Δημοσθένους πατρί. καὶ οὐδὲν ἐκώλυσε τὸν υἱὸν Δημοσθένους τὸν Δημοσθένη τὸ εἶναι τοιούτους αὐτοῖς οἰκέτας οὔτε προστῆναι τῶν Ἑλληνικῶν πράξεων οὔτε ῥύσασθαι πόλεις οὔτε ἀντι- τάξασθαι πρὸς τὴν Φιλίππου καὶ ῥώμην καὶ τύχην οὔτ᾿ αἴτιον γενέσθαι τῇ πόλει στεφάνων καὶ κηρυγ- μάτων ἀπολαῦσαι. εἶχον δὲ οὐ δεσπότας τῶν ἐν ταῖς τέχναις Ἀθηναίων τινὰς μόνον λέγειν, ἀλλὰ καὶ αὖ τοὺς ἀπὸ τεχνῶν ἥκοντας ἰσχύσαντας.
22. Ἀλλ᾿ ἀφῶμεν, εἰ δοκεῖ, τὸν Ἀθηναίων δῆμον καὶ τὴν πνύκα καὶ τὸ βῆμα καὶ τὸν Σόλωνα, τὰ νῦν δὲ ἐξεταζέσθω. τολμήσαι τις ἂν οὖν εἰπεῖν, ὡς ἅπαν τὸ συνέδριον εὐγενεῖς ἐκ τετραγονίας καὶ ἔτ’ ἀνωτέρω προγόνων ἀρξάντων καὶ πεπρεσβευκότων καὶ λελειτουρ- [*](1 II. θ 349. λ 36 8 Vit. Dem. p. 2,8 R 12 Plut. Dem. 30,5) [*](4 ὄνειδος? | περιῆπτε Ι sed ε (2) in ras m2 περιῆπται Bong 5 οὐδὲ πώποτε ABMV Bong | εἰργάσατο Ι sed εἰργα in ras m2 6 οὐδὲ (1) ΙΒΜ edd | οὐδ’ Re 9 Δημοσθένη reposui e libris Δημοσθένην edd 10 οἰκέτας Β sed οι in ras 4 litt m2 14 δ’ Re 15 αὖ τοὺς scripsi e PVa (et Vat. 84) αὐτοὺς reliqui libri sed γρ αὖ τοὺς in marg A edd 17 τῶν Va 18 πύκνα Cobet Coll. 134 at cf. t. II 566,13, ubi Herwerdenum (Mus. Rhen. LX 108) πυκνὶ scripbentem sequaris caveas | τα νῦν Ρ τανῦν ΙΒ Bong 19 τίς Α | οὖν om Bong 20 τετραγω- νίας Μ Bong num τριγονίας ut Dem. p. 1327,3 et Herodian. Ι 7,4? | ἀνωτέρωι Α 21 καὶ πεπρεσβευκότων om Bong)
23. Εἰ δέ με δεῖ καὶ ὀνομαστὶ μεμνῆσθαί τινων, περὶ μὲν τῶν νῦν ἄλλος ἂν ἴσως ἄμεινον εἴποι, τοῦ παρόντος γὰρ οἶμαι καὶ τὸ ταῦτα εἰδέναι, τῶν τέρων δὲ μεστὴ γῆ καὶ θάλαττα καὶ λέξω βεβοημένα καὶ ἃ μαθεῖν οὐδεὶς δέοιτ’ ἂν διὰ τὸ ἐπίστασθαι. Τυχαμένης ὁ τῶν ἔργων ἐπιστάτης ὁ Κρὴς χαλκοτύπου παῖς ἦν. καίτοι τίς οὐκ οἶδεν, ὅσος ἦν Τυχαμένης ἐν τῷ συνεδρίῳ; Ἀβλάβιος ἀπὸ τῆς αὐτῆς νήσου τὰ πρῶτα ὑπηρετῶν τοῖς ὑπηρέταις τοῦ τῆς Κρήτης χοντος, οὗτος ἀνήχθη μὲν ἐκεῖθεν καὶ πλέων ὑπὲρ ὀβολῶν ηὔχετο τοῖς ἐν τῇ θαλάττῃ θεοῖς, ἐλθὼν δὲ ἐκράτει τοῦ κρατοῦντος καὶ ὁπότ’ εἰς τὸ βουλευτήριον εἰσίοι, θεὸς ἐν ἀνθρώποις ἦν.