Oratio 42
Libanius
Libanius, Oratio 42, Libanii Opera Vol 3, Orationes XXVI-L, Teubner, Foerster, 1906
ἐλθὼν τοίνυν εἰς τὴν μεγάλην πόλιν καὶ πανταχόθεν ἄξιος [*](R II 398) εἶναι δοκῶν | τεθνάναι οἷς τε αὐτὸς ἐδεδράκει καὶ οἷς ἄλλων κατεψεύσατο, συμμάχων ὅμως εὐπόρησε τῶν Κλεάρχῳ μὲν ἐχθρῶς ἐχόντων, εἰδότων δὲ ὅτι τοῦτον ἐκεῖνος βούλοιτ’ ἂν ἀπολέσθαι. ἐσώζετ’ οὖν τῇ τινων δυνάμει ὁ τεθνάναι μὲν δίκαιος ὤν, ζῶν δέ, ὅπως ἀνιῷτο Κλέαρχος.