Oratio 42

Libanius

Libanius, Oratio 42, Libanii Opera Vol 3, Orationes XXVI-L, Teubner, Foerster, 1906

ἐλθὼν τοίνυν εἰς τὴν μεγάλην πόλιν καὶ πανταχόθεν ἄξιος [*](R II 398) εἶναι δοκῶν | τεθνάναι οἷς τε αὐτὸς ἐδεδράκει καὶ οἷς ἄλλων κατεψεύσατο, συμμάχων ὅμως εὐπόρησε τῶν Κλεάρχῳ μὲν ἐχθρῶς ἐχόντων, εἰδότων δὲ ὅτι τοῦτον ἐκεῖνος βούλοιτ’ ἂν ἀπολέσθαι. ἐσώζετ’ οὖν τῇ τινων δυνάμει ὁ τεθνάναι μὲν δίκαιος ὤν, ζῶν δέ, ὅπως ἀνιῷτο Κλέαρχος.

διαφυγὼν τοίνυν ἐγγὺς ὂν τὸ ξίφος ἁπάντων αὐτὸν οἰομένων εἴσω τε θυρῶν βιώσε- σθαι καὶ σχήσειν ἡσυχίαν καὶ λήξειν τῆς κατὰ τῶν κρειττόνων παροινίας αὐτῷ τῷ παρ’ ἐλπίδα σεσῶσθαι μιαρώτερος ἦν. καὶ τῶν ἐν τῇ βουλῇ τοὺς ἀρίστους ὑλακτῶν ἠγάλλετο νομίζων ἐντεῦθεν γοῦν ἔσεσθαι περιφανὴς δικαίας οὐκ οὔσης ἀφορμῆς, οἶόν τι τὸ τοῦ Θερσίτου περὶ Τροίαν ἦν.

20. Τί οὖν ἐστιν ὅ φημι; ὅτι τούτου τὴν βουλὴν ἐλευθεροῦν ἐχρῆν, ἀλλ’ οὐ δούλην ποιεῖν. οὐ γὰρ οἶδ’ ὅπως ἄν τις ἄλλως προσείποι τὸ νυνὶ γιγνόμενον. ὅταν γὰρ τὸ τούτῳ δοκοῦν παρ’ ἐκείνῃ νόμος ᾖ, πῶς οὐ τοιοῦτόν ἐστι; νῦν δ’ ὢν κάκιστος καὶ κορυφαῖος εἶναί τε βούλεται καὶ φησὶ καὶ τοὺς συγχωροῦντας ἔχει καὶ σοβεῖ καὶ ἀπειλεῖ καὶ διαμέμφεται καὶ τὸν [*](6 Sievers p. 258 sq. 14 [Isocr.] ad Demon. p. 8 c 16 cf. t. IV 943,12 R II. β 214) [*](3 ἐσ Μ 5 ηὐπόρησε C | τῶν] καὶ Va 6 δ’ PVaIBM edd 7 ἐσώζετο Ι 10 αὐτῶν C 12 παροινίας Ι sed οινι in ras m2 | παρελπίδα MV 14 γ’ οὖν Α 15 τὸ inser P3) [*](19 ἄλλως προσείποι ἄν τις ΙΒΜ Bong | γινόμενον V 20 ἦ Ρ sed η in ras m2 23 σοβεῖ reposui e libris (sed γρ φοβεῖ in marg Μ2) φοβεῖ edd)

317
ἐκπηδῆσαι φάσκοντα ὀφθαλμὸν ἀντὶ Γοργόνος τοῖς εὐλαβεστέροις ἐπισείει.

21. Καὶ μαχαιρῶν | δή τινων ἐμέμνητο κἀκ [*](R II 399) τούτων ὄνομα περιῆπτε καὶ τὴν ἐκβολὴν ἐντεῦθεν ἐποιεῖτο. ὁ δὲ μαχαίρας μὲν οὐδεπώποτε εἰργάσατο, οὐδ’ ἔμαθε τὴν τέχνην, οὐδ’ εἶχεν, ἀλλ’ οὐδὲ ὁ πατὴρ οὐδέτερον. οἰκέται δὲ ἦσαν αὐτῷ ταῦτα ἐπιστάμενοί, καθάπερ Δημοσθένει τῷ Δημοσθένους πατρί. καὶ οὐδὲν ἐκώλυσε τὸν υἱὸν Δημοσθένους τὸν Δημοσθένη τὸ εἶναι τοιούτους αὐτοῖς οἰκέτας οὔτε προστῆναι τῶν Ἑλληνικῶν πράξεων οὔτε ῥύσασθαι πόλεις οὔτε ἀντι- τάξασθαι πρὸς τὴν Φιλίππου καὶ ῥώμην καὶ τύχην οὔτ᾿ αἴτιον γενέσθαι τῇ πόλει στεφάνων καὶ κηρυγ- μάτων ἀπολαῦσαι. εἶχον δὲ οὐ δεσπότας τῶν ἐν ταῖς τέχναις Ἀθηναίων τινὰς μόνον λέγειν, ἀλλὰ καὶ αὖ τοὺς ἀπὸ τεχνῶν ἥκοντας ἰσχύσαντας.

22. Ἀλλ᾿ ἀφῶμεν, εἰ δοκεῖ, τὸν Ἀθηναίων δῆμον καὶ τὴν πνύκα καὶ τὸ βῆμα καὶ τὸν Σόλωνα, τὰ νῦν δὲ ἐξεταζέσθω. τολμήσαι τις ἂν οὖν εἰπεῖν, ὡς ἅπαν τὸ συνέδριον εὐγενεῖς ἐκ τετραγονίας καὶ ἔτ’ ἀνωτέρω προγόνων ἀρξάντων καὶ πεπρεσβευκότων καὶ λελειτουρ- [*](1 II. θ 349. λ 36 8 Vit. Dem. p. 2,8 R 12 Plut. Dem. 30,5) [*](4 ὄνειδος? | περιῆπτε Ι sed ε (2) in ras m2 περιῆπται Bong 5 οὐδὲ πώποτε ABMV Bong | εἰργάσατο Ι sed εἰργα in ras m2 6 οὐδὲ (1) ΙΒΜ edd | οὐδ’ Re 9 Δημοσθένη reposui e libris Δημοσθένην edd 10 οἰκέτας Β sed οι in ras 4 litt m2 14 δ’ Re 15 αὖ τοὺς scripsi e PVa (et Vat. 84) αὐτοὺς reliqui libri sed γρ αὖ τοὺς in marg A edd 17 τῶν Va 18 πύκνα Cobet Coll. 134 at cf. t. II 566,13, ubi Herwerdenum (Mus. Rhen. LX 108) πυκνὶ scripbentem sequaris caveas | τα νῦν Ρ τανῦν ΙΒ Bong 19 τίς Α | οὖν om Bong 20 τετραγω- νίας Μ Bong num τριγονίας ut Dem. p. 1327,3 et Herodian. Ι 7,4? | ἀνωτέρωι Α 21 καὶ πεπρεσβευκότων om Bong)

318
γηκότων καὶ διὰ πάντων ἀφιγμένων ἃ φέρειν λαμπρότητα δύναται; πεισάτω τὴν βουλὴν Ὀπτάτος ταύτην δέξασθαι τὴν ἐξέτασιν. ἀλλ’ οὐ πείσει. ἥ τε γὰρ κρηπὶς τῷ συνε- [*](R II 400) δρίῳ καὶ τοιαύτη | παντὸς τοῦ παρέχοντος αὑτὸν εἰς αὐτὴν χαριζομένου τῷ πλάττοντι τὴν βουλὴν διέλιπε τε οὐδεπώποτε τὸ προστιθέμενον ἔχον τι καὶ τοιοῦτον. καὶ οὐ μέμφομαι· πολλάκις γὰρ τοῦτ’ ἐκείνου βέλτιον.

23. Εἰ δέ με δεῖ καὶ ὀνομαστὶ μεμνῆσθαί τινων, περὶ μὲν τῶν νῦν ἄλλος ἂν ἴσως ἄμεινον εἴποι, τοῦ παρόντος γὰρ οἶμαι καὶ τὸ ταῦτα εἰδέναι, τῶν τέρων δὲ μεστὴ γῆ καὶ θάλαττα καὶ λέξω βεβοημένα καὶ ἃ μαθεῖν οὐδεὶς δέοιτ’ ἂν διὰ τὸ ἐπίστασθαι. Τυχαμένης ὁ τῶν ἔργων ἐπιστάτης ὁ Κρὴς χαλκοτύπου παῖς ἦν. καίτοι τίς οὐκ οἶδεν, ὅσος ἦν Τυχαμένης ἐν τῷ συνεδρίῳ; Ἀβλάβιος ἀπὸ τῆς αὐτῆς νήσου τὰ πρῶτα ὑπηρετῶν τοῖς ὑπηρέταις τοῦ τῆς Κρήτης χοντος, οὗτος ἀνήχθη μὲν ἐκεῖθεν καὶ πλέων ὑπὲρ ὀβολῶν ηὔχετο τοῖς ἐν τῇ θαλάττῃ θεοῖς, ἐλθὼν δὲ ἐκράτει τοῦ κρατοῦντος καὶ ὁπότ’ εἰς τὸ βουλευτήριον εἰσίοι, θεὸς ἐν ἀνθρώποις ἦν.

τέ δαὶ Φίλιππος; τί δαὶ Δατιανός; οὐ τοῦ μὲν ὁ πατὴρ ἐχόρδευεν, ὁ δὲ [*](5 Constantino cf. Exc. Vales. § 30 15 Eunap. vit. soph. p. 23,19 sq. (Zos. II 40). Amm. XX 11,3 18 Eunap. I. I. p. 25,13) [*](20 Zos. II 46 sq. 21 Amm. XVII 5,1) [*](21 ἐχόρδευεν] ἤτοι ἐκιθάριζεν V2 at cf. Ar Eq. 214 et 315 cum scholiis) [*](4 καὶ] num οὐ? | τοῦ om V | αὐτὸν CIBMV Bong 6 οὐδεπώποτε Ι οὐδὲ πώποτε reliqui libri edd | ἔχον τι] ἔχοντι Β | τί BV 7 τοῦτο ΙΒΜ edd 8 ὀνομαστὶ Re ὀνόματι libri Bong 10 „malim παντὸς“ Re 14 τις et 15 συνεδρίῳ Re 15 Ἀβλάβιος Re ἀβλαβῶς libri Bong | ταπρῶτα IBV 16 τοῦ om Μ sed in marg add m2 19 ὁπότε VaIBM edd 20 et 21 δὲ VaIBMV Bong 21 ἐχόρευεν Cobet Coll. 135 coll. Dem. p. 315,8 fortasse recte)

319
Δατιανοῦ | λουμένοις ἀνθρώποις ἐσθῆτας ἐφύ- [*](R II 401) λαττε; Ταῦρος δὲ ἐκ τίνων; Ἐλπίδιος δέ; ὁ δὲ Δομε- τιανὸς ὁ κάλοις μὲν ἀποθανὼν ἀδίκοις καὶ ἕλξεσιν, ὢν δὲ καὶ αὐτὸς πατρὸς ἀπὸ τῶν χειρῶν ζῶντος; ἦν καὶ Δουλκίτιος ἐν τῇ βουλῇ τις χρυσοῦ μὲν ἐρῶν οὐχ ἧττον ἢ Μίδας, δυστυχεῖς δὲ καλῶν τοὺς φιλαργύρους. οὕτος ἐν πλυνοῖς τὸν αὑτοῦ πατέρα καταλιπών, ἦν δὲ τῶν ἐν Φρυγίᾳ κναφέων ἄριστος, τοῦ συνεδρίου μετα- σχὼν ἦρξε μὲν Φοινίκης, ἦρξε δὲ Ἰωνίας καὶ οὐδεὶς ἀναστάς, ὦ Ἡράκλεις, εἶπε, κναφεῖον ἡμῖν ἐπεισ- ἔρχεται. πῶς οὖν οὐ κρεῖττον ἀνῃρῆσθαι τὴν βουλήν;

25. Καὶ τούτοις ἅπασιν οὓς κατέλεξα τὸ συνέδριον ἀνέῳξεν οὐδὲν ἕτερον ἢ τούτων δὴ τῶν σημείων ἡ τέχνη. τῷ δὲ τοῦτό τε ὑπάρχει καὶ τὸ διὰ τῆς πρὸς ἡμᾶς ὁμιλίας καὶ παιδείας τρόπον τινὰ γεγεῦσθαι. τῶν γοῦν ἐπιδεικνυμένων πολλοὶ πολλοὺς ᾔσθοντο βουλομένους τὸν ἄνδρα ἐν ἐπαινέταις λαβεῖν, ὡς ἂν ἐπιστάμενον μορφὰς λόγων ἀμείνους τε καὶ χείρους [*](2 Amm. XXII 3,4. Zos. III 10,5 | cf. p. 236 not. 1 | t. II 484,9 R Amm. XIV 7,9 et 16. XV 3,1. Zonar. XIII 9 5 ep. 1217. 281. Anth. Pal. VII 570. Amm. XXVII 8,10. XXVIII 3,6. cf. Sievers p. 127. 10 cf. 311,1 sq. 14 cf. p. 138,10) [*](1 ἐφύλαττεν ΑΡΙΒΜ Bong 2 ἐκτίνων ΒΜ | Δομετιανὸς reposui e VaIBMV δομιτιανὸς reliqui libri sed ε supra ι Ρ2, edd cf. Δομίτιε p. 287,5 3 καὶ om M Bong 4 πατρὸς] εἷς B | ἦν δὲ καὶ ΙΒΜ Bong 5 δουλκίτιος in ras P3 δουληίτιος Μ δουλαίτιος V 7 αὐτοῦ Ι 10 εἶπεν Α | κναφίον Ι | ἡμῖν om A sed in marg add m2 | ἐπεισέρχεται ἡμῖν P sed litt (β?) supra ἐπεισέρχεται et (α?) supra ἡμῖν eras, Va 13 οἷς V sed ex οὓς corr, ΒΜ Bong cf. t. II 551,10; t. II 456,17 R 17 γ᾿ οὖν A | πολλοὶ πολλοὺς ᾔσθοντο] „malim sublato prorsus vocabulo πολλοὶ) pro postremo legi ᾐσθόμην“ Re 18 ὡσὰν I ὡσὰν Β)

320
ὁρᾶν. οὓς μέτεισιν ὁ κηδεμὼν τῆς βουλῆς οὐδὲ γρῦ. κατάστηθι δὴ εἰς ἔριν δεομένην λόγων πρὸς τὸν ἀν- [*](R II 402) ἄξιον | τοῦ συνεδρίου τοῦτον. οὕτω γὰρ εἴσῃ, τίς ὢν τίνα προὐπηλάκιζες, ἐπεὶ καὶ ὅσα νικᾷς ἐν τῇ βουλῇ, κραυγῇ καὶ θορύβοις νικᾷς καὶ τοῖς ἀπὸ τῶν κύβων μαθήμασιν.

αὐτὸς τοίνυν οὗτος τίνων ἐστίν; ἆρά γε τῶν τὴν Ῥώμην κτισάντων ἢ τῶν τοὺς νόμους θέντων ἢ τῶν ὑπηκόους κτησαμένων ἢ τῶν τὸ κτηθὲν φυλαξάντων; οὐ μὰ Δία, ἀλλ’ ἦν τις Ὀπτάτος γραμμάτων διδάσκαλος, ὃς καὶ Λικιννίῳ τὸν παῖδα ταῦτα ἐδίδασκεν ἀπὸ δυοῖν ἄρτοιν καὶ τῆς ἄλλης τροφῆς ἣ τούτοις συνέζευκται. καί ποτε πορείας μένης εἰς Παφλαγονίαν αὐτῷ καταλύει μὲν παρά τινι καπήλῳ θυγατέρα τρέφοντι καλήν, ἣ καὶ ἐκίρνη, παθὼν δέ τι πρὸς τὴν ὥραν ἠξίου γαμεῖν καὶ πείσας εἶχεν. αὐτοῦ μὲν οὖν τοῦ Λικιννίου κρατοῦντος οὐδὲν ἦν αὐτῷ πλέον διὰ τῆς γυναικός, τῶν ἐκείνου δὲ ἡκόν- των εἰς ἕτερον μέγας τε εὐθὺς καὶ λαμπρὸς καὶ δαίμων καὶ ὕπατος ὁ τὴν γυναῖκα ἔχων. καὶ ἔδει δὴ [*](R II 403) δι’ | αὐτὸν ἐν τῷ θεάτρῳ πτερὰ λαβόντας ἀνθρώ- ποὺς μετὰ τῶν ὀρνίθων πέτεσθαι.