Oratio 42
Libanius
Libanius, Oratio 42, Libanii Opera Vol 3, Orationes XXVI-L, Teubner, Foerster, 1906
ὁ δ’ ὁρῶν ἀδελφὸν πρεσβύτερον ἀγαπώμενον διὰ τὴν περὶ πάντα τὰ προσ- ἥκοντα προθυμίαν καὶ θεραπευομένους εὐχαῖς ὑπὲρ αὐτοῦ τοὺς θεοὺς παῖς ἔτ’ ὢν ἐτόλμησε μάγοις δια- λεχθῆναι καὶ τἀδελφοῦ τὸν θάνατον αἰτῆσαι παρ’ | αὐτοῦ τοῦ θανάτου τὸν μισθὸν αὐτοῖς ἥξειν λέγων [*](R II 395) καὶ τὸ μὴ δύνασθαι δοῦναι τῷ φάσκειν δώσειν ἐπαν- ὀρθῶν. ἁλοὺς δὲ τοιαῦτα ἐπιβουλεύων τὸν ἐπιβου- λευθέντα βοηθὸν λαβὼν τῇ φύσει ταύτην ἐκείνου δόντος τὴν χάριν ἀφείθη. καὶ μικρὸν ὕστερον, οἷα τὰ τῆς τύχης, ἀπῆλθον ὅ τε σώσας τὸν ἀποκτεῖναι βουλη- θέντα καὶ οἱ γονεῖς.
θάψας δὲ οὗτος ἀδακρυτὶ τοὺς γονεῖς καὶ γενόμενος τῆς οὐσίας κύριος καὶ παι- δείαν φυγὼν καὶ πονηροτάτοις συζῶν κἀντεῦθεν κτη- σάμενος τὸ μηδὲν αἰσχύνεσθαι προσπίπτων ἀνθρώποις πρεσβυτέροις καὶ μεμαθηκόσιν ἐρυθριᾶν καὶ νομίζουσιν αἰσχρὸν τὰς πρὸς τοῦτον μάχας τὸν οὐδέν, οὐκ ἔργον ἐξ ἀγορᾶς, οὐ ῥῆμα ἀπαίδευτον, οὐ τὴν ἐν τοῖς λοις ἀσχημοσύνην ὀκνοῦντα, βορβοροτάραξιν ἀτεχνῶς, ταῦτα τοίνυν ἐφόδια λαβὼν εἰς ἀναίδειαν τοὺς πολλοὺς καταστρεψάμενος δι’ ὕβρεων γίγνεται φοβερός. καὶ [*](22 Ar. Eq. 309 cum scholio) [*](2 ἀπέπεμψαν Ρ sed αν in ras m3 3 ἐχθρῶν ΒΜ sed in hoc γρ ἐχθρὸν in marg m2 | αὐτοῖς V 4 εἰσαγαγόντες Β | ὃ ΑΡ ὃ IBMV Bong 7 ἔτι Ι 11 ἁλοὺς Ρ sed ’ in ras m2) [*](16 ὁσίας Va 18 προσπίπτων Ι sed σ in ras m2 24 γίνεται IBMV Bong)
14. Πολλοῦ γὰρ ἄξιος ἐγένετο, τοῖς [*](R II 396) Αἰγυπτίοις. καὶ τοὺς τῆς ἀρχῆς | μῆνας ἐκείνης προσκυνοῦσι. κατορύττουσι μὲν οὖν τῷ λόγῳ καὶ ἀνορύττουσι κἀν ταῖς ἀποφράσι τῆς ἀρχῆς τὸν χρόνον ἔχουσι· τοσούτων κακῶν πέλαγος ἐπισχεῖν τὴν Αἴγυπτον τῶν μὲν ἀδίκων ἰσχυόντων, τῶν δ’ ἀδι- κουμένων προδιδομένων, τῆς δ’ ἀγορᾶς ἀπηνθηκυίας, τοῦ δήμου δὲ ἠμελημένου, λόγων δὲ πεφευγότων.
πῶς δ’ οὐκ ἔμελλον μετὰ Πτολεμαῖον τοιαῦτα ἠδικημένον; ὃν ἀποσπάσας ἐξ αὐτῶν τῶν ἀγαλμάτων ὑφ’ ὧν τοῖς ὀφθαλμοῖς ἔζη δι’ εὐχῶν καὶ σπονδῶν καὶ θυσιῶν καὶ βιβλίων πορευόμενος ἦν τε ἤδη γηραιὸς ταῦτα αὐτῷ τὰ καλὰ τοῦ χρόνου συνειδότος, ἀλλ’ ὅμως τοῦτον ἥρπασεν ἐξ ἱερῶν, ἐπὶ δικαστήριον μετέθηκεν, ἀνεκρέμασε, χερσὶ βαρείαις ἔδραμε διὰ πλευρῶν τὴν τῶν οὐδαμοῦ πεπραγμένων ζητῶν ὁμολογίαν, μόνον οὐ πίνων τοῦ αἵματος οὐδὲ τὰς πολιὰς αἰδούμενος. [*](2 Dem. de cor.p. 308,6 7 cf. p. 180,1 11 sq. cf. p. 315,7 sq.) [*](1 πάλιν I | αὐτοῦ ΙΒΜ Bong | βελτίοσι Ι sed βελτί in ras m2 2 τῷ (2)] τὸ ΙΒΜ Bong 4 ἐγένετο om Bong) [*](6 προσκυνοῦσι,. Re | τῷ om Re 8 τοσοῦτον ω Ι | ἐπέσχε?) [*](13 ἀποσπάσαι Ι 14 σπονδῶν καὶ om V 17 τοῦτο V | πλευρῶν ἱερῶν ἐπὶ δικαστήριον, μετέθηκεν Bong 18 πληγῶν Μ) [*](19 πεπραγμένων Ρ sed ων per rasuram in ον corr et οις suprascr m3 | μόνον οὐ V μονονοὺ μονονοὺ Ι) reliqui libri edd) [*](20 οὐδὲ τὰς scripsi auctore Cobeto Coll 133 οὐδετέρας IV οὐδ’ ἑτέρας reliqui libri edd οὐδ’ ἐθείρας coni Re Anim | πολιᾶς C πολιᾶ'σ Ι)
τούτων δὲ πεπραγμένων, ὦ βασιλεῦ, πάντες μὲν συνήχθοντο τοῖς ἀνῃρημένοις νόμοις, οἷς δ’ ἐν λόγοις ὁ | βίος, καθ’ οὓς ἄν τις τῆς θείας ἅψαιτο φιλο- [*](R II 397) σοφίας, δρασμὸς ὑπὲρ τοὺς ὅρους τοὺς Αἰγυπτίους, ὡς οὐκ ὂν τὴν ὀργὴν τὴν τοῦδε διαφυγεῖν, εἴ τις ἐντὸς ἐκείνων ἁλοίη. καὶ οἱ τὰς δαιμονίους τε καὶ μακαρίους ποιούσας μαθήσεις παραδιδόντες, ᾧ μάλιστα νικᾷ τὰς ἄλλας ἡ Ἀλεξάνδρου πόλις, ᾤχοντο συγκαλυ- πτόμενοι ταῦτα τοῦ παραδείγματος πείθοντος, καὶ οἱ νέοι τοὺς ἡγεμόνας ἐπόθουν.
17. Καίτοι καὶ εἰ τοῖς ἄλλοις αὐτὴν βελτίω πε- ποιηκὼς ἐν τούτῳ μόνον λελύμαντο, δίκην σοί τε καὶ ἐκείνῃ μεγίστην ὤφειλεν ἄν, νῦν δὲ διὰ πάντων τεινε τὴν βλάβην. τοιγαροῦν ἐξεδέξατο τὴν ἀρχὴν φρουρά τε καὶ τὸ μηδέ, ὡς ἐβούλετο, ποιεῖσθαι τὴν ὁδόν, ἀλλ’ ἐν τοῖς τὸ σῶμα παρειληφόσι τοῦτο κεῖσθαι καὶ πρὸς τὴν ἐκείνων βούλησιν καἰ βαδίζειν καὶ μένειν καὶ ἐσθίειν καὶ μὴ καὶ καθεύδειν καὶ μή. ταυτὶ γὰρ ἑώρων καὶ αὐτὸς καὶ ὅ τι εἶχον ἐβοήθουν διὰ τῶν [*](3 II. ω 513 sq. 13 Amm. XXII 16,17 sq. cum notis Valesii 17 Dem. p. 120,19. 570,20) [*](2 δέξαιτο C sed το add m2 4 ἀπεκτονότος Re 9 ὑπὲρ Ι sed ὑ in ras m2 13 ἄλλας πόλεις ἡ Ι 17 ἐνὶ Cobet Coll. 134, at ἐν respondet usui Libaniano | μόνῳ Α Re 20 μὴ δὲ AIBMV) [*](21 τοῖς om Va | τὸ om Ι 23 καὶ καθεύδειν καὶ μή om C 24 ὅτι ΙΒΜ)