Oratio 42

Libanius

Libanius, Oratio 42, Libanii Opera Vol 3, Orationes XXVI-L, Teubner, Foerster, 1906

πῶς δ’ οὐκ ἔμελλον μετὰ Πτολεμαῖον τοιαῦτα ἠδικημένον; ὃν ἀποσπάσας ἐξ αὐτῶν τῶν ἀγαλμάτων ὑφ’ ὧν τοῖς ὀφθαλμοῖς ἔζη δι’ εὐχῶν καὶ σπονδῶν καὶ θυσιῶν καὶ βιβλίων πορευόμενος ἦν τε ἤδη γηραιὸς ταῦτα αὐτῷ τὰ καλὰ τοῦ χρόνου συνειδότος, ἀλλ’ ὅμως τοῦτον ἥρπασεν ἐξ ἱερῶν, ἐπὶ δικαστήριον μετέθηκεν, ἀνεκρέμασε, χερσὶ βαρείαις ἔδραμε διὰ πλευρῶν τὴν τῶν οὐδαμοῦ πεπραγμένων ζητῶν ὁμολογίαν, μόνον οὐ πίνων τοῦ αἵματος οὐδὲ τὰς πολιὰς αἰδούμενος. [*](2 Dem. de cor.p. 308,6 7 cf. p. 180,1 11 sq. cf. p. 315,7 sq.) [*](1 πάλιν I | αὐτοῦ ΙΒΜ Bong | βελτίοσι Ι sed βελτί in ras m2 2 τῷ (2)] τὸ ΙΒΜ Bong 4 ἐγένετο om Bong) [*](6 προσκυνοῦσι,. Re | τῷ om Re 8 τοσοῦτον ω Ι | ἐπέσχε?) [*](13 ἀποσπάσαι Ι 14 σπονδῶν καὶ om V 17 τοῦτο V | πλευρῶν ἱερῶν ἐπὶ δικαστήριον, μετέθηκεν Bong 18 πληγῶν Μ) [*](19 πεπραγμένων Ρ sed ων per rasuram in ον corr et οις suprascr m3 | μόνον οὐ V μονονοὺ μονονοὺ Ι) reliqui libri edd) [*](20 οὐδὲ τὰς scripsi auctore Cobeto Coll 133 οὐδετέρας IV οὐδ’ ἑτέρας reliqui libri edd οὐδ’ ἐθείρας coni Re Anim | πολιᾶς C πολιᾶ'σ Ι)

315
καίτοι συνδειπνῶν ἴσως τισίν, οὐ γὰρ δὴ φοιτῶν, οὐδὲ γὰρ ἐφοίτησεν, ἤκουσεν, ὡς Ἀχιλλεὺς δέξαιτο τὸν Πρίαμον πατέρα ὄντα τοῦ τὸν φίλτατον ἀπο- κτείναντος αὐτῶ. ὁ δὲ ἀπ’ αὐτοῦ τοῦ γήρως ὕβριζεν ἀγανακτῶν, ὅτι μὴ συκοφάντης ὁ φιλόσοφος ἦν.

τούτων δὲ πεπραγμένων, ὦ βασιλεῦ, πάντες μὲν συνήχθοντο τοῖς ἀνῃρημένοις νόμοις, οἷς δ’ ἐν λόγοις ὁ | βίος, καθ’ οὓς ἄν τις τῆς θείας ἅψαιτο φιλο- [*](R II 397) σοφίας, δρασμὸς ὑπὲρ τοὺς ὅρους τοὺς Αἰγυπτίους, ὡς οὐκ ὂν τὴν ὀργὴν τὴν τοῦδε διαφυγεῖν, εἴ τις ἐντὸς ἐκείνων ἁλοίη. καὶ οἱ τὰς δαιμονίους τε καὶ μακαρίους ποιούσας μαθήσεις παραδιδόντες, ᾧ μάλιστα νικᾷ τὰς ἄλλας ἡ Ἀλεξάνδρου πόλις, ᾤχοντο συγκαλυ- πτόμενοι ταῦτα τοῦ παραδείγματος πείθοντος, καὶ οἱ νέοι τοὺς ἡγεμόνας ἐπόθουν.

17. Καίτοι καὶ εἰ τοῖς ἄλλοις αὐτὴν βελτίω πε- ποιηκὼς ἐν τούτῳ μόνον λελύμαντο, δίκην σοί τε καὶ ἐκείνῃ μεγίστην ὤφειλεν ἄν, νῦν δὲ διὰ πάντων τεινε τὴν βλάβην. τοιγαροῦν ἐξεδέξατο τὴν ἀρχὴν φρουρά τε καὶ τὸ μηδέ, ὡς ἐβούλετο, ποιεῖσθαι τὴν ὁδόν, ἀλλ’ ἐν τοῖς τὸ σῶμα παρειληφόσι τοῦτο κεῖσθαι καὶ πρὸς τὴν ἐκείνων βούλησιν καἰ βαδίζειν καὶ μένειν καὶ ἐσθίειν καὶ μὴ καὶ καθεύδειν καὶ μή. ταυτὶ γὰρ ἑώρων καὶ αὐτὸς καὶ ὅ τι εἶχον ἐβοήθουν διὰ τῶν [*](3 II. ω 513 sq. 13 Amm. XXII 16,17 sq. cum notis Valesii 17 Dem. p. 120,19. 570,20) [*](2 δέξαιτο C sed το add m2 4 ἀπεκτονότος Re 9 ὑπὲρ Ι sed ὑ in ras m2 13 ἄλλας πόλεις ἡ Ι 17 ἐνὶ Cobet Coll. 134, at ἐν respondet usui Libaniano | μόνῳ Α Re 20 μὴ δὲ AIBMV) [*](21 τοῖς om Va | τὸ om Ι 23 καὶ καθεύδειν καὶ μή om C 24 ὅτι ΙΒΜ)

316
πρὸς τοὺς ἄγοντας λόγων, οὐ χρηστὸν ἡγούμενος, ἀλλ᾿ οὐκ οἶδ’ ὅπως εἰς οἶκτον ταχὺ καταφέρομαι.

ἐλθὼν τοίνυν εἰς τὴν μεγάλην πόλιν καὶ πανταχόθεν ἄξιος [*](R II 398) εἶναι δοκῶν | τεθνάναι οἷς τε αὐτὸς ἐδεδράκει καὶ οἷς ἄλλων κατεψεύσατο, συμμάχων ὅμως εὐπόρησε τῶν Κλεάρχῳ μὲν ἐχθρῶς ἐχόντων, εἰδότων δὲ ὅτι τοῦτον ἐκεῖνος βούλοιτ’ ἂν ἀπολέσθαι. ἐσώζετ’ οὖν τῇ τινων δυνάμει ὁ τεθνάναι μὲν δίκαιος ὤν, ζῶν δέ, ὅπως ἀνιῷτο Κλέαρχος.

διαφυγὼν τοίνυν ἐγγὺς ὂν τὸ ξίφος ἁπάντων αὐτὸν οἰομένων εἴσω τε θυρῶν βιώσε- σθαι καὶ σχήσειν ἡσυχίαν καὶ λήξειν τῆς κατὰ τῶν κρειττόνων παροινίας αὐτῷ τῷ παρ’ ἐλπίδα σεσῶσθαι μιαρώτερος ἦν. καὶ τῶν ἐν τῇ βουλῇ τοὺς ἀρίστους ὑλακτῶν ἠγάλλετο νομίζων ἐντεῦθεν γοῦν ἔσεσθαι περιφανὴς δικαίας οὐκ οὔσης ἀφορμῆς, οἶόν τι τὸ τοῦ Θερσίτου περὶ Τροίαν ἦν.

20. Τί οὖν ἐστιν ὅ φημι; ὅτι τούτου τὴν βουλὴν ἐλευθεροῦν ἐχρῆν, ἀλλ’ οὐ δούλην ποιεῖν. οὐ γὰρ οἶδ’ ὅπως ἄν τις ἄλλως προσείποι τὸ νυνὶ γιγνόμενον. ὅταν γὰρ τὸ τούτῳ δοκοῦν παρ’ ἐκείνῃ νόμος ᾖ, πῶς οὐ τοιοῦτόν ἐστι; νῦν δ’ ὢν κάκιστος καὶ κορυφαῖος εἶναί τε βούλεται καὶ φησὶ καὶ τοὺς συγχωροῦντας ἔχει καὶ σοβεῖ καὶ ἀπειλεῖ καὶ διαμέμφεται καὶ τὸν [*](6 Sievers p. 258 sq. 14 [Isocr.] ad Demon. p. 8 c 16 cf. t. IV 943,12 R II. β 214) [*](3 ἐσ Μ 5 ηὐπόρησε C | τῶν] καὶ Va 6 δ’ PVaIBM edd 7 ἐσώζετο Ι 10 αὐτῶν C 12 παροινίας Ι sed οινι in ras m2 | παρελπίδα MV 14 γ’ οὖν Α 15 τὸ inser P3) [*](19 ἄλλως προσείποι ἄν τις ΙΒΜ Bong | γινόμενον V 20 ἦ Ρ sed η in ras m2 23 σοβεῖ reposui e libris (sed γρ φοβεῖ in marg Μ2) φοβεῖ edd)

317
ἐκπηδῆσαι φάσκοντα ὀφθαλμὸν ἀντὶ Γοργόνος τοῖς εὐλαβεστέροις ἐπισείει.

21. Καὶ μαχαιρῶν | δή τινων ἐμέμνητο κἀκ [*](R II 399) τούτων ὄνομα περιῆπτε καὶ τὴν ἐκβολὴν ἐντεῦθεν ἐποιεῖτο. ὁ δὲ μαχαίρας μὲν οὐδεπώποτε εἰργάσατο, οὐδ’ ἔμαθε τὴν τέχνην, οὐδ’ εἶχεν, ἀλλ’ οὐδὲ ὁ πατὴρ οὐδέτερον. οἰκέται δὲ ἦσαν αὐτῷ ταῦτα ἐπιστάμενοί, καθάπερ Δημοσθένει τῷ Δημοσθένους πατρί. καὶ οὐδὲν ἐκώλυσε τὸν υἱὸν Δημοσθένους τὸν Δημοσθένη τὸ εἶναι τοιούτους αὐτοῖς οἰκέτας οὔτε προστῆναι τῶν Ἑλληνικῶν πράξεων οὔτε ῥύσασθαι πόλεις οὔτε ἀντι- τάξασθαι πρὸς τὴν Φιλίππου καὶ ῥώμην καὶ τύχην οὔτ᾿ αἴτιον γενέσθαι τῇ πόλει στεφάνων καὶ κηρυγ- μάτων ἀπολαῦσαι. εἶχον δὲ οὐ δεσπότας τῶν ἐν ταῖς τέχναις Ἀθηναίων τινὰς μόνον λέγειν, ἀλλὰ καὶ αὖ τοὺς ἀπὸ τεχνῶν ἥκοντας ἰσχύσαντας.

22. Ἀλλ᾿ ἀφῶμεν, εἰ δοκεῖ, τὸν Ἀθηναίων δῆμον καὶ τὴν πνύκα καὶ τὸ βῆμα καὶ τὸν Σόλωνα, τὰ νῦν δὲ ἐξεταζέσθω. τολμήσαι τις ἂν οὖν εἰπεῖν, ὡς ἅπαν τὸ συνέδριον εὐγενεῖς ἐκ τετραγονίας καὶ ἔτ’ ἀνωτέρω προγόνων ἀρξάντων καὶ πεπρεσβευκότων καὶ λελειτουρ- [*](1 II. θ 349. λ 36 8 Vit. Dem. p. 2,8 R 12 Plut. Dem. 30,5) [*](4 ὄνειδος? | περιῆπτε Ι sed ε (2) in ras m2 περιῆπται Bong 5 οὐδὲ πώποτε ABMV Bong | εἰργάσατο Ι sed εἰργα in ras m2 6 οὐδὲ (1) ΙΒΜ edd | οὐδ’ Re 9 Δημοσθένη reposui e libris Δημοσθένην edd 10 οἰκέτας Β sed οι in ras 4 litt m2 14 δ’ Re 15 αὖ τοὺς scripsi e PVa (et Vat. 84) αὐτοὺς reliqui libri sed γρ αὖ τοὺς in marg A edd 17 τῶν Va 18 πύκνα Cobet Coll. 134 at cf. t. II 566,13, ubi Herwerdenum (Mus. Rhen. LX 108) πυκνὶ scripbentem sequaris caveas | τα νῦν Ρ τανῦν ΙΒ Bong 19 τίς Α | οὖν om Bong 20 τετραγω- νίας Μ Bong num τριγονίας ut Dem. p. 1327,3 et Herodian. Ι 7,4? | ἀνωτέρωι Α 21 καὶ πεπρεσβευκότων om Bong)

318
γηκότων καὶ διὰ πάντων ἀφιγμένων ἃ φέρειν λαμπρότητα δύναται; πεισάτω τὴν βουλὴν Ὀπτάτος ταύτην δέξασθαι τὴν ἐξέτασιν. ἀλλ’ οὐ πείσει. ἥ τε γὰρ κρηπὶς τῷ συνε- [*](R II 400) δρίῳ καὶ τοιαύτη | παντὸς τοῦ παρέχοντος αὑτὸν εἰς αὐτὴν χαριζομένου τῷ πλάττοντι τὴν βουλὴν διέλιπε τε οὐδεπώποτε τὸ προστιθέμενον ἔχον τι καὶ τοιοῦτον. καὶ οὐ μέμφομαι· πολλάκις γὰρ τοῦτ’ ἐκείνου βέλτιον.

23. Εἰ δέ με δεῖ καὶ ὀνομαστὶ μεμνῆσθαί τινων, περὶ μὲν τῶν νῦν ἄλλος ἂν ἴσως ἄμεινον εἴποι, τοῦ παρόντος γὰρ οἶμαι καὶ τὸ ταῦτα εἰδέναι, τῶν τέρων δὲ μεστὴ γῆ καὶ θάλαττα καὶ λέξω βεβοημένα καὶ ἃ μαθεῖν οὐδεὶς δέοιτ’ ἂν διὰ τὸ ἐπίστασθαι. Τυχαμένης ὁ τῶν ἔργων ἐπιστάτης ὁ Κρὴς χαλκοτύπου παῖς ἦν. καίτοι τίς οὐκ οἶδεν, ὅσος ἦν Τυχαμένης ἐν τῷ συνεδρίῳ; Ἀβλάβιος ἀπὸ τῆς αὐτῆς νήσου τὰ πρῶτα ὑπηρετῶν τοῖς ὑπηρέταις τοῦ τῆς Κρήτης χοντος, οὗτος ἀνήχθη μὲν ἐκεῖθεν καὶ πλέων ὑπὲρ ὀβολῶν ηὔχετο τοῖς ἐν τῇ θαλάττῃ θεοῖς, ἐλθὼν δὲ ἐκράτει τοῦ κρατοῦντος καὶ ὁπότ’ εἰς τὸ βουλευτήριον εἰσίοι, θεὸς ἐν ἀνθρώποις ἦν.

τέ δαὶ Φίλιππος; τί δαὶ Δατιανός; οὐ τοῦ μὲν ὁ πατὴρ ἐχόρδευεν, ὁ δὲ [*](5 Constantino cf. Exc. Vales. § 30 15 Eunap. vit. soph. p. 23,19 sq. (Zos. II 40). Amm. XX 11,3 18 Eunap. I. I. p. 25,13) [*](20 Zos. II 46 sq. 21 Amm. XVII 5,1) [*](21 ἐχόρδευεν] ἤτοι ἐκιθάριζεν V2 at cf. Ar Eq. 214 et 315 cum scholiis) [*](4 καὶ] num οὐ? | τοῦ om V | αὐτὸν CIBMV Bong 6 οὐδεπώποτε Ι οὐδὲ πώποτε reliqui libri edd | ἔχον τι] ἔχοντι Β | τί BV 7 τοῦτο ΙΒΜ edd 8 ὀνομαστὶ Re ὀνόματι libri Bong 10 „malim παντὸς“ Re 14 τις et 15 συνεδρίῳ Re 15 Ἀβλάβιος Re ἀβλαβῶς libri Bong | ταπρῶτα IBV 16 τοῦ om Μ sed in marg add m2 19 ὁπότε VaIBM edd 20 et 21 δὲ VaIBMV Bong 21 ἐχόρευεν Cobet Coll. 135 coll. Dem. p. 315,8 fortasse recte)

319
Δατιανοῦ | λουμένοις ἀνθρώποις ἐσθῆτας ἐφύ- [*](R II 401) λαττε; Ταῦρος δὲ ἐκ τίνων; Ἐλπίδιος δέ; ὁ δὲ Δομε- τιανὸς ὁ κάλοις μὲν ἀποθανὼν ἀδίκοις καὶ ἕλξεσιν, ὢν δὲ καὶ αὐτὸς πατρὸς ἀπὸ τῶν χειρῶν ζῶντος; ἦν καὶ Δουλκίτιος ἐν τῇ βουλῇ τις χρυσοῦ μὲν ἐρῶν οὐχ ἧττον ἢ Μίδας, δυστυχεῖς δὲ καλῶν τοὺς φιλαργύρους. οὕτος ἐν πλυνοῖς τὸν αὑτοῦ πατέρα καταλιπών, ἦν δὲ τῶν ἐν Φρυγίᾳ κναφέων ἄριστος, τοῦ συνεδρίου μετα- σχὼν ἦρξε μὲν Φοινίκης, ἦρξε δὲ Ἰωνίας καὶ οὐδεὶς ἀναστάς, ὦ Ἡράκλεις, εἶπε, κναφεῖον ἡμῖν ἐπεισ- ἔρχεται. πῶς οὖν οὐ κρεῖττον ἀνῃρῆσθαι τὴν βουλήν;

25. Καὶ τούτοις ἅπασιν οὓς κατέλεξα τὸ συνέδριον ἀνέῳξεν οὐδὲν ἕτερον ἢ τούτων δὴ τῶν σημείων ἡ τέχνη. τῷ δὲ τοῦτό τε ὑπάρχει καὶ τὸ διὰ τῆς πρὸς ἡμᾶς ὁμιλίας καὶ παιδείας τρόπον τινὰ γεγεῦσθαι. τῶν γοῦν ἐπιδεικνυμένων πολλοὶ πολλοὺς ᾔσθοντο βουλομένους τὸν ἄνδρα ἐν ἐπαινέταις λαβεῖν, ὡς ἂν ἐπιστάμενον μορφὰς λόγων ἀμείνους τε καὶ χείρους [*](2 Amm. XXII 3,4. Zos. III 10,5 | cf. p. 236 not. 1 | t. II 484,9 R Amm. XIV 7,9 et 16. XV 3,1. Zonar. XIII 9 5 ep. 1217. 281. Anth. Pal. VII 570. Amm. XXVII 8,10. XXVIII 3,6. cf. Sievers p. 127. 10 cf. 311,1 sq. 14 cf. p. 138,10) [*](1 ἐφύλαττεν ΑΡΙΒΜ Bong 2 ἐκτίνων ΒΜ | Δομετιανὸς reposui e VaIBMV δομιτιανὸς reliqui libri sed ε supra ι Ρ2, edd cf. Δομίτιε p. 287,5 3 καὶ om M Bong 4 πατρὸς] εἷς B | ἦν δὲ καὶ ΙΒΜ Bong 5 δουλκίτιος in ras P3 δουληίτιος Μ δουλαίτιος V 7 αὐτοῦ Ι 10 εἶπεν Α | κναφίον Ι | ἡμῖν om A sed in marg add m2 | ἐπεισέρχεται ἡμῖν P sed litt (β?) supra ἐπεισέρχεται et (α?) supra ἡμῖν eras, Va 13 οἷς V sed ex οὓς corr, ΒΜ Bong cf. t. II 551,10; t. II 456,17 R 17 γ᾿ οὖν A | πολλοὶ πολλοὺς ᾔσθοντο] „malim sublato prorsus vocabulo πολλοὶ) pro postremo legi ᾐσθόμην“ Re 18 ὡσὰν I ὡσὰν Β)

320
ὁρᾶν. οὓς μέτεισιν ὁ κηδεμὼν τῆς βουλῆς οὐδὲ γρῦ. κατάστηθι δὴ εἰς ἔριν δεομένην λόγων πρὸς τὸν ἀν- [*](R II 402) ἄξιον | τοῦ συνεδρίου τοῦτον. οὕτω γὰρ εἴσῃ, τίς ὢν τίνα προὐπηλάκιζες, ἐπεὶ καὶ ὅσα νικᾷς ἐν τῇ βουλῇ, κραυγῇ καὶ θορύβοις νικᾷς καὶ τοῖς ἀπὸ τῶν κύβων μαθήμασιν.

αὐτὸς τοίνυν οὗτος τίνων ἐστίν; ἆρά γε τῶν τὴν Ῥώμην κτισάντων ἢ τῶν τοὺς νόμους θέντων ἢ τῶν ὑπηκόους κτησαμένων ἢ τῶν τὸ κτηθὲν φυλαξάντων; οὐ μὰ Δία, ἀλλ’ ἦν τις Ὀπτάτος γραμμάτων διδάσκαλος, ὃς καὶ Λικιννίῳ τὸν παῖδα ταῦτα ἐδίδασκεν ἀπὸ δυοῖν ἄρτοιν καὶ τῆς ἄλλης τροφῆς ἣ τούτοις συνέζευκται. καί ποτε πορείας μένης εἰς Παφλαγονίαν αὐτῷ καταλύει μὲν παρά τινι καπήλῳ θυγατέρα τρέφοντι καλήν, ἣ καὶ ἐκίρνη, παθὼν δέ τι πρὸς τὴν ὥραν ἠξίου γαμεῖν καὶ πείσας εἶχεν. αὐτοῦ μὲν οὖν τοῦ Λικιννίου κρατοῦντος οὐδὲν ἦν αὐτῷ πλέον διὰ τῆς γυναικός, τῶν ἐκείνου δὲ ἡκόν- των εἰς ἕτερον μέγας τε εὐθὺς καὶ λαμπρὸς καὶ δαίμων καὶ ὕπατος ὁ τὴν γυναῖκα ἔχων. καὶ ἔδει δὴ [*](R II 403) δι’ | αὐτὸν ἐν τῷ θεάτρῳ πτερὰ λαβόντας ἀνθρώ- ποὺς μετὰ τῶν ὀρνίθων πέτεσθαι.

τῇ γυναικὶ δὲ ἄρα ἤστην ἀδελφὼ δύο χρηστὼ μέν, τὸ γὰρ ἀληθὲς [*](11 Λικιννιανὸν cf. Zos. II 20. Aurel. Vict. epit. 41,4. Hieron. chron. ab Abr. 2342 19 L. Ranius Acontius Optatus (a. 334) cf. Zos. II 40) [*](1 οὓς in οἷς corr P3 οἶς VaV | μέτεισιν Bong μέτεστιν libri | γρὺ Ι γρύ CBMV edd 2 δὴ scripsi e V om C δὲ reliqui libri edd 9 δί’ Re 10 Λικινίῳ CI Λικινίου BV λικινίᾳ Μ Bong 12 γινομένης V 13 παφλαυο ω νίαν Β ἦι 14 ἐκίρνά Va ἐκίρνει Β 16 Λικιννίου scripsi ex AI λικινίου reliqui libri edd 19 δὴ om Ι)

321
εἰρήσθω, πατρὸς δὲ οὗπερ ἔφην. οὗτοι τῆς αὑτῶν ἐξαναστάντες τρέχουσι μεθέξοντες τῆς τοῦ κηδεστοῦ τύχης. καὶ μετέσχον οὐδενός αὐτοῖς τὸν πατέρα προ- φέροντος οὐδὲ τὸ καπηλεῖον. ἦσαν γὰρ ἐπιεικεῖς τε Ἄι μέτριοι καὶ εἰδότες εὐτυχεῖν. ὧν ἐκ θατέρου γε- γονὼς οὗτος οὐκ ἠξίωσεν οὗπέρ ἐστιν, εἶναι, ἀλλ’ ἀντὶ μετρίου κύων. ἦν δέ γε, οἶμαι, πολὺ βέλτιον τοῖς αὑτοῦ παρέχειν πολλοῖς λέγειν, ὅτι ὄντως οὗτος ἐκείνου.

28. Ἵνα δὲ καὶ ὅθεν ταῦτα ἐπράχθη, μάθῃς καὶ μηδὲ τῷ δοκεῖν τῇ βουλῇ βοηθεῖν σεμνύνηται, μικρά τινα καὶ περὶ τούτου δίειμι.

Σαβινιανός τίς ἐστι μαστροπὸς νέων καλῶν ὑπὸ τοῦ χρόνου πρὸς τοῦτο μετενεχθείς, | ἕως δὲ ἀγἐ- [*](R II 404) νεῖος ἦν, μαστροπῶν αὐτὸς ἐδεῖτο. οὗτος πολλοῖς ἐν πολλαῖς πόλεσι ταῦτα ὑπηρετηκὼς οὐδενὶ τοσαῦτα ἔκα- μεν ὁπόσα Ὀπτάτῳ τούτῳ ἀθλίους μὲν ποιῶν πατέρας, ἀθλίους δὲ παῖδας, ἀθλίας δὲ μητέρας.

τοῦτο τοίνυν τὸ ἔργον αὐτὸν καὶ διὰ τῆς ἡμετέρας ἤγαγε καὶ τολμήσας εἰσελθεῖν εἰς τὴν τῶν παιδευομένων ἀγέλην πεῖραν προσάγων τισὶ καὶ χωρίζων τῶν ἄλλων καὶ πρὸς κίονί τινι λαλῶν καὶ τι καὶ θρασύτερον ποιῶν ὀφθεὶς ἀπηλαύνετο σωφρονεῖν δεῖν ἀκούσας ἢ εἰ μὴ δύναιτο, παρ’ ἄλλους ἐλθόντα θηρᾶν. ἠπόρησε μὲν οὖν οὐδὲ παρ’ ἡμῖν τῶν συνοργιουμένων, ἐλθὼν δὲ [*](13 Xen. Conv. 8,5 17 cf. p. 256,12) [*](1 αὐτῶν CIB αὖτῆς Μ Bong 3 αὐτοῖς Ρ sed τ et ις in ras m2 7 τοῖς αὑτοῦ scripsi τῷ σαυτοῦ CA τῶ σαυτοῦ PVaIBM sed in hoc γρ τὸ σαυτὸν in marg m2 τὸ σαυτοῦ V τὸ σαυτὸν Bong περὶ σαυτοῦ Re 11 μὴ δὲ AIBMV | βοηθεῖν τῇ βουλῆ Β βοηθεῖν om Μ Bong 23 δεῖν om Bong)

322
ὡς τοῦτον καὶ μέγα μὲν οὐδὲν πεπονθώς, αἴρων δὲ τὸ πραχθὲν τῷ λόγῳ δυσμενῆ ποιεῖ τὸν χρῄζοντα αὐ- τοῦ τῆς τέχνης τούτῳ μάλιστα τῷ Θαλασσίῳ, δι’ ὅτου καὶ τὴν ὑπὲρ τῶν νέων ἐπιτίμησιν ἐποιησάμην. καὶ διετέλει δὴ ζητῶν, ὅτῳ δὴ] τὸν ἄνθρωπον ἀμυνεῖται τρόπῳ καὶ λαβὼν καιρὸν ἠμύνατο τῶν τε καλῶν ἐκεί- [*](R II 405) νῶν χαρίτων | ἀποδιδοὺς ἀμοιβὰς καὶ ἅμα αὐτὸν θερμότερον πρὸς τὰ δεύτερα ποιῶν εἰδότα, ὡς οὐ περὶ ἀχάριστον έσται προθυμότερος.

30. Καὶ ὅτι ταῦτα οὕτως ἔχει, μάρτυρας οἷς οὐκ ἂν ἀπιστήσαις, παρέξομαι τοὺς μὲν τῶν πρὸ τῆς ὕβρεως, τοὺς δὲ τῶν ἐπ’ ἐκείνῃ ῥημάτων, τοὺς μὲν εἰδότας τὸ γενησόμενον, τοὺς δὲ τὴν ἐπὶ τοῖς πεπραγμένοις ἡδονήν. ποῖος γὰρ Ἕκτωρ ἀποκτείνας Πάτροκλον ἢ ποῖος Ἀχιλ- λεὺς Ἕκτορα τηλικοῦτον ἐφρόνησεν, ἡλίκον ὁ μαστροπὸς οὗτος, ὂν τὸ τῆς χαρᾶς ὑπερβάλλον λέγειν ἃ σιωπᾶν ἐχρῆν ἐξῆγε. γελῶν γοῦν καὶ πηδῶν καὶ τοὺς μάλιστα αὐτῷ συνήθεις περιβάλλων καὶ φιλῶν, ἐμὸν τοῦτο, ἐβόα· τὸ γὰρ δι’ ἐμὲ πραχθὲν ἐμὸν εἰκότως ἂν καὶ δοκοῖ καὶ λέγοιτο.

τίνος οὖν ἡ βουλὴ τούτῳ χάριν ἂν ἔχοι τῶν ἐφ’ ἡμᾶς Ὀπτάτῳ πρόφασιν [*](R II 406) ἑτέραν | ἐχόντων; γὰρ γὰρ ὁ Πάτροκλος τοῦ νου ταῖς αἰχμαλώτοις, αἲ τῶν αὑτῶν εἲνεκα κακῶν [*](14 Il. π 829 sq. | II. χ 330 sq. 22 Il. τ 302. cf. Diogen. prov. VII 47. Apostol. XIV 8) [*](2 δυσμενῆ Ρ sed η in ras m2 5 δὴ Ρ sed δη in ras m2 | ζητῶν Ρ sed η in ras m2 | δὴ inser Re cancellavi | ἀμύνηται Α sed ἀμυνεῖται in marg, ΙΒΜ Bong 7 χαρίτων χαρίτων inser C2 | αὑτὸν Β 8 ποιῶν Ρ sed π in ras m2 9 „πρόθυμος malim“ Re 11 τῶν – 13 δὲ in C2 17 ἐχρῆν om C | γ᾿ οὖν A) [*](19 εἰκότως ἂν ἐμὸν Ι 20 δοκῆ C δοκοίη V 23 num ἦν post αἰχμαλώτοις inserendum? | αὑτῶν Ρ sed ’ in ras m2 αὐτῶν ΙΒΜ | ἕνεκα Re)

323
τοῦτ’ ἐποίουν. εἰ γὰρ δή τις ἦν ὡς ἀληθῶς Ὀπτάτῳ τοῦ συνεδρίου λόγος, Σαβινιανὸν ἐξαλείφων ἐφαίνετ’ ἄν. μεῖζον γὰρ δὴ τῇ βουλῇ πρὸς αἰσχύνην εἷς τοιοῦτος ἢ πάντες οἱ τῇ φωνῇ τῇ Σύρων καλοῦντες τοὺς δεομένους αὑτοῖς ἰαθῆναί τι τῶν ξυλίνων ἀγγείων.

32. Κύων, φησίν, εἰμὶ τῆς βουλῆς. πῶς οὖν οὐ δάκνεις οὓς ἄξιον; οὗτοι δ’ ἂν εἶεν οἱ κακοὶ. κακίας δὲ εἴδη μυρία. μυρία. ἐν οἷς οὐδεὶς ἂν θείη δεσποτείαν ἀνδραπόδων εἰδότων ἐργάζεσθαι ξίφη, δι’ ὧν ἐστι καὶ σώζειν τὴν αὑτῶν καὶ προστιθέναι τοῖς οὖσι.

33. Καὶ πρὸς μὲν ὀπτᾶτον ταῦτα· Πρόκλον δὲ ἐβουλόμην μὲν καὶ νῦν ἐπαινεῖν, ὑβρίσαντα δὲ καὶ αὐτὸν καὶ ἐμὲ μειζόνως | καὶ σφοδρότερον, οὐδ’ εἰ [*](R II 407) σφόδρα βουλοίμην, δυναίμην ἂν μὴ φάσκειν ἠδικη- κέναι. ὃς ἐν δικαστοῦ τάξει καθήμενος καὶ δέον μὴ κραυγῇ τινων καὶ ταραχῇ καὶ συστάσει κρίνειν τὰς δίκας, ἀλλ’ ἀπὸ τῆς ἀληθείας, ἀπέκλινέ τε εὐθὺς ἐπὶ ταῦτα καὶ μέρος ὁ δικαστὴς ἐγένετο τῶν ἐπηρεαζόντων οὐκ ἐθελήσας ἀκούειν τῶν νόμων οἱ τὸν οἴσοντα τὴν ψῆφον ἴσον ἀμφοτέροις καθίζουσιν.

εἶπεν Ὀπτά- τό μὴ χρῆναι Θαλάσσιον ἐγγράφεσθαι καὶ προσέθηκε λοιδορίας. ἀνάμεινον τὸν τῶν ὑπὲρ ἐκείνου λεξόντων λόγον, μᾶλλον δὲ αὐτὸς οὗτος γενοῦ τὸ ταῖς αἰτίαις [*](6 Dem. c. Aristog. I p. 782,7 sq. 8 cf. p. 317,3 sq.; 326,19 11 cf. t. Ι 177,14 sq.; 180,19 12 cf. p. 328,11) [*](1 τοῦτο ΙΒΜ edd | ὡσαληθῶς Β 4 τῇ τῶν σύρων V at cf. t. Ι 138,12; 157,2 5 αὐτοῖς IBMV edd 8 οὐδ’ CI | ἂν εἷς θείη Ι 10 αὐτῶν Ι 11 μὲν om ΙΒΜ Bong 12 „post καὶ αὐτὸν videntur haec duo καὶ Θαλάσσιον deesse“ Re 13 ἐμὲ Ρ sed ε (2) in ras m4 16 καὶ (1)] μὴ δὲ Ι 17 ἐπέκλινε Ι άκε- κλίνετ᾿ Bong | τ’ Re om Bong 22 λοιδορίας; V | λεγόντων Bong 23 τὸ et 324,1 φέρον Α sed γρ τὰ et φέροντα in marg τὰ et φέροντα Va)

324
φέρον τὴν ἰσχὺν ἀπαιτῶν, τὰς ἀποδείξεις. ἀλλ’ οὐδέ- τερον βούλει· σιώπησον. νῦν δ’ εἰς μοῖραν μαρτύρων ἦγεν αὑτὸν καί, τὸ δεινότερον, ἀπέκρυψε τοῖς παρ’ αὑ- τοῦ τὸν ὀπτᾶτον. ὁ μὲν γὰρ πλὴν μαχαιρῶν εἶπεν οὐδέν, ὁ δ’ ἔνοχόν τε εἶναι θανάτῳ καὶ αὑτῷ | [*](R II 408) πολλὴν ἐπὶ τῆς τρίτης ἀρχῆς γενέσθαι σπουδὴν καὶ ἑλεῖν καὶ ἀποκτεῖναι δρασμῷ τε σωθέντα ἀλγῆσαι.

καὶ τίς ταῦτα τόπος ἢ χρόνος οἶδεν, ὦ Πρόκλε; ποῖον ἔθνος; τίς πόλις; τίς οἶκος; τίς ἀνήρ; τίς παῖς; τίς γέρων; τίς γυνή; τίς δοῦλος; τίς ἐλεύθερος; καὶ μὴν ἔδει μὲν ἡγήσασθαι τῆς τιμωρίας γραφήν, ἡ δ’ οὐκ ἂν ἦν μὴ ὄντος τοῦ γραφομένου. ποῦ τοίνυν ἡ γραφή; τίς δ’ ὁ ταύτην ἀπενεγκών; ποῖος μὲν φόβος ἐποίησε τὸν δρασμόν; τίς δὲ κατήγορος τὸν φόβον; ποῖον δὲ πάθος τὴν αἰτίαν; τίς τίνα διὰ τοῦτον ἐπέν- θησε; τίνι τί τῶν πραγμάτων χεῖρον ἔσχε; τίς τὶ διὰ τοῦτον προσδοκήσας χαλεπὸν εἰς δικαστήριον ἤγαγεν;