Oratio 42
Libanius
Libanius, Oratio 42, Libanii Opera Vol 3, Orationes XXVI-L, Teubner, Foerster, 1906
ὑβρισθέντι φίλῳ καὶ κωλυθέντι τυχεῖν ὧν εἰκότως ἂν ἐτετυχήκει πρὸ πολλῶν τῶν μετεχόντων, ἥκω βοηθήσων, ὦ βασιλεῦ, τό τε τῆς φιλίας δίκαιον αἰδούμενος καὶ ἅμα μὴ σύ μου τῆς σιωπῆς καταγνῷς φοβούμενος. ἐλογίζου γὰρ ἄν, τίς ἂν εἴην πρὸς τοὺς ἄλλους ἐγὼ τὸν τρόπον ὁ περὶ τὸν τοιοῦτον ὀλιγωρίᾳ κεχρημένος.
ὡς μὲν οὖν οὐκ ἴσον εἷς ἀνὴρ ἐν τῷ [*](R II 389) συνεῖναι νέοις εἰς γῆρας | ἥκων καὶ συνέδριον ἀγανακτοῦν εἰ μὴ δόξει βέλτιον εἶναι τοῦ ματος, αὐτός τε ἐπίσταμαι καὶ τῶν ἄλλων οὐδεὶς ἀγνοεῖ· ἀλλ’ εἰ μὲν ἄλλος βασιλεὺς ἔμελλε τῶν τε λόγων ἀκού- σεσθαι καὶ τὸ δίκαιον ἐξετάσειν, ἔδεισα ἂν μὴ τοῦ τῆς [*](C = codex Chisianus) [*](A = Monacensis gr. 483 (Augustanus)) [*](Ρ = Palatinus gr. 282) [*](Ι = Marcianus append. XCI 2) [*](Va = Vaticanus gr. 81) [*](Β = Barberinus II 41) [*](Μ = Marcianus gr. 437) [*](V = Vindobonensis phil. gr. XCIII) [*](1 (??)δ ante ὑπὲρ Α, τοῦ αὐτοῦ V | θαλασίου Β (??)δ post θαλασσίου C (νε' in ras in marg m2), λόγος τριακοστὸς πέμπτος V rubr, κβ in marg Β rubr 8 οὖν om Bong | ἶσον Β) [*](10 βελτίων V)
3. Μικρὸν δὲ ἄνωθεν, ἵν’ εἰδῇς, ὡς εὐλόγως τε ἐγὼ φίλον τὸν Θαλάσσιον ἐποιησάμην τούτοις τε οὐδεμίαν ἐπιεικῆ πρόφασιν ἔχει τὸ πεπραγμένον.
| Ἐμὲ λόγων ἔσχεν ἐξ ἀρχῆς ἔρως, ὦ βασιλεῦ, [*](R II 390) διατρίψας δὲ ἐν τῷ φοιτᾶν οὐκ ὀλίγον χρόνον ἀγόμενος ὑπ’ ἀνδρῶν εὐδοκίμων ἐπὶ τὸ τῶν ὄντων μοι μετα- διδόναι πείθομαι καὶ τῶν ἄλλων ἁπάντων ἀμελήσας, ὡς κα τῶν πατρῴων ἐκπεσεῖν, δόξας τε ποιεῖν λόγους οὐ φαύλους εἰχόμην δεινῶς τοῦ πράγματος ἔχων λακα τῶν δεικνυμένων ἡμῖν Μάξιμον. τελευτήσαντος δὲ ἐκείνου καὶ τῶν λόγων ζητούντων τὸν ἀντ’ ἐκείνου δίδωσιν ἡ Τύχη τὸν ἠδικημένον ὑπὸ τοῦ συνεδρίου τουτονὶ Θαλάσσιον πολὺ βελτίω τοῖς ὅλοις ἐκείνου τοῦ [*](16 cf. p. 233,10 20 cf. ep. 842. 845) [*](3 κτησάμενος inser C2 5 τοῦτο om ΒΜ Bong | ὃ ante διαγνώσεται V 6 τὸν (2) om Bong 8 ἠδίκηκεν Α 9 δ’ Re | ἄρξομαι post ἄνωθεν inserendum quispiam coniciat coll Dem. Μία. p. 359,22; 566,22; Plat. Phil. p. 44 D, at cf. Themist. or. VII ρ. 84 d 10 δὲ C | οὐδὲ μίαν C 11 ἔχη ΙΒΜ sed in hoc η ex ει corr in ras 12 ἐξαρχῆς BV 14 τὸ scripsi auctore Re τῷ libri edd | ὄντων scripsi ἄλλων libri sed λόγων in marg Μ2, edd τοῖς ἄλλοις τῶν ὄντων (vel δοθέντων vel κτηθέντων) coni Re 16 πατρῴων ΙΜ 19 τὸν λόγον Ι | τὸν inser C2 τῶν ΙΒ num τιν’ ? 21 θαλάσιον Β)
μισθὸς δὲ αὐτῷ τούτων τὸ ζῆν ἐν τούτοις καὶ πᾶσαν ἡμῖν ἐπίστασθαι τὴν πόλιν, ὡς ἐπὶ τούτων διατρίβοι· τοῦ [*](R II 391) δέ γε διὰ χρημάτων | οὔτε δεῖται οὔτ’ ἐπιθυμεῖ γῆς τινος ἀποχρώσης αὐτῷ. πολλοὺς δέ γε πλούτου μέγεθος οὐδὲν ἵστησι, τῷ δὲ καὶ ἀνάλωμα γίνεται πολὺ περὶ τούσδε τοὺς λόγους πολλάκις ταὐτὰ κτωμένῳ. τὰ δὲ τοῦτο ποιοῦντα πολλά.
ἀλλ’, ὅπερ ἔφην, δῶρον ὤν μοι τῆς Τύχης Θαλάσσιος καὶ τὸν ἀπὸ τῆς Μαξίμου τελευτῆς λύσας φόβον τοὺς φθονοῦντας τοῖς τῶν πέλας ἀγαθοῖς ἐφ’ ἑαυτὸν ἐκίνει διὰ τὸ πειρᾶσθαι δυσκολιῶν ἀπαλλάττειν μοι τὸν βίον. καὶ παρα- καλοῦντες ἀλλήλους ἐφλυάρουν καὶ πρὸς τοὺς εὐχερε- στέρους τῶν ἀρχόντων ἔλεγον κακώς δῆλοί τε ἦσαν, εἰ δυνηθεῖεν, καὶ ποιήσοντες, ἑκάτερον ἀδίκως.
ἐνταῦθα δὴ παραινεῖ τις τῶν δοκούντων νοῦν ἔχειν ἕνα αὐτὸν [*](R II 392) γενέσθαι τοῦ συνεδρίου καὶ ταύτῃ τοὺς | συκο- φάντας ἀσθενεστέρους καταστῆσαι. γραφὴν μὲν γὰρ δικαίαν οὐκ ἐφοβούμεθα, τὸ δ’ ὑπάρχειν τισὶ ῥᾳδίως ἐπηρεάζειν οἷς ἐκεῖνο οὐκ ἔνι. χρῆται δὴ τῷ περὶ ταῦτα νόμῳ Θαλάσσιος, καθ’ ὃν γράμματα τῆς σῆς δεξιᾶς λαβὼν ταῦτ’ εἰς τὴν βουλὴν εἰσέπεμψε τῶν παρ᾿ ἐκείνης τευξόμενα. ἀναπηδήσας οὖν εὐθὺς Ὀπτάτος, [*](7 cf. ρ. 325,12 13 cf. ρ. 330,13 sq. 25 cf. ad p. 49,11) [*](9 ταὐτὰ scripsi auctore Re ταῦτα libri edd 10 τούτῳ Μ Bong 11 ὄν ΙΒΜ Bong 12 τύχης Bong 14 μου Β 18 δὴ om C 21 οὐ φοβούμεθα CB | δὲ ΙΒΜ edd 23 καθ’ — 25 Ὀπτάτος praemisso κείμενον in marg Ρ3 24 ταῦτα P3IBM edd 25 ἐκείνοις VaI | τευξόμενος Cobet Coll. 133 | εὐθὺς om Ι | ὀπτάτος bis libri Bong)
7. Καὶ τί δεινόν, ὦ ὀπτᾶτε; ἐλευθέρα μὲν αὐτῷ μήτηρ, ἐλεύθερος δὲ ὁ πατήρ, τροφὴ δὲ ἐν πλούτῳ μὲν οὔ, ἐν τάξει δέ. νῦν δὲ δὴ καὶ οὐσία τῶν θεῶν βουλομένων, ἣν οὔτε ἐν κύβοις οὔτε ἐν πότοις οὔτε ἐν λαγνείᾳ πεποίηκεν ἐλάττω, ἀλλ’ εὖ ποιῶν τοὺς δεο- μένους τῶν φίλων καὶ τοὺς πονοῦντας αὐτῷ περὶ τὰ παρὰ τῆς γῆς ἀνέχων διατετέλεκεν εἶναί τε νομίζων θεοὺς καὶ τἀν τῇ γῇ καθορᾶν, ὡς εἰκὸς τὸν ταῦτα πεπεισμένον, διάγει. γάμῳ τε ἐρρῶσθαι φράσας καὶ πᾶσιν ἀφροδισίοις παῖδα μὲν | ἔχειν ἐν ἐμοὶ νο- [*](R II 393) μίζει τῷ γέροντι, τῶν δ’ ἐν ταῖς ἄλλαις μίξεσιν ἡδο- νῶν ἥδιον τὸ μὴ τούτοις ἥδεσθαι.
ἵπποι δὲ καὶ ἅρματα καὶ σκηνὴ καὶ ἡνίοχοι καὶ πάντα ταῦτα ἀπέρ- ριπται, καὶ λοιδορεῖ μὲν οὐδένα τῶν τούτοις των, αὑτῷ δὲ ἕτερα προσήκειν ἡγεῖται. μαχόμενον δὲ οὐδεὶς αὐτὸν πώποτε εἶδεν ὑπὲρ ἀργυρίου καὶ χρυσίου οὐδ’ ἄγχοντα τραπεζίτας οὐδὲ θηρῶντα φεύγοντας οὐδὲ τοὺς ὑπ’ ἐκείνοις παῖδας οὐδὲ ἀδικοῦντας παίοντα.
αἰδοῦς δὲ ὅτι πλείστης ἠξίωται μὲν ὑπὸ τῶν παι- δευομένων νέων, ἠξίωται δὲ ὑπὸ τῶν ἐν τοῖς δικαστη- ρίοις τῷ ῥητορεύειν χρωμένων. ἔστι δὲ αἰδέσιμος μὲν τῇ ἡμετέρᾳ βουλῇ, τοιοῦτος δὲ <καὶ> τοῖς δι’ ἃς ἦρξαν [*](1 Luc. Peregr. 4 3 et 23 cf. ep. 842) [*](3 ὦ om B 5 δὴ om V 6 τόποις I | οὔτ᾿ (3) Re 10 τοὺς ante θεοὺς Va | καὶ τἀν] κἀν C | τὲ post εἰκὸς ΙΒ et inser A P εἰκός τε Μ Bong 13 δὲ ΙΒΜ Bong 16 τὸν Ι) [*](17 αὐτῷ IBMV Bong 20 τοῖς C | οὐδὲν V 22 ὑπὸ τῶν] τῶν ὑπὸ I | τοῖς om C 23 μὲν] καὶ Bong 24 καὶ inserui auctore Re)
10. Τοῦτον οὖν οὐκ εισιόντα ἑκόντα χρῆν ἀπε- λαύνειν, ἀλλὰ καὶ μὴ βουλόμενον εἰσάγειν οἴεσθαί τε [*](R II 304) διδόναι τι μᾶλλον αὐτὸν ἢ | λαμβάνειν καὶ κοσμεῖν μᾶλλον ἢ κοσμεῖσθαι καὶ μείζους ποιεῖν ἢ γίγνεσθαι. ἐνθυμοῦ γάρ, οἷον ἂν ἦν, ὦ βασιλεῦ, τὸ συνέδριον, οὐκ εἰς χρημάτων λέγω λόγον, ἀλλ’ εἰς τρόπων, εἰ τούτῳ πάντες ἐῴκεσαν. ἴσμεν δὲ καὶ τὴν Σπάρτην θαυμαζομένην ὑπὸ τῶν ἐν πλούτῳ πόλεων αὐτὴν δη- μοσίᾳ πενομένην πειθομένην τῷ θεῷ. εἶναι μὲν οὖν τοὺς ἐν τῇ βουλῇ Θαλασσίου πάντας εὐπορωτέρους ὁμολογῶ, εἶναι δέ τινα τοῦδε δικαιότερον οὔ φημι.
11. Τὸν δὴ τοιοῦτον Ὀπτάτος ἀπεώθει, τίς ὢν αὐτός; τίνος ἀμείνων; τίνος οὐ χείρων; τί καλὸν ἔχων εἰπεῖν ὑπὲρ αὑτοῦ; ὅς ἡνίκα μὲν ἐμάνθανε γράμματα, μίσει τῷ τούτων ἀποδρὰς εἴς τινα καταφυγὼν αἱμασιὰν ἔκειτο καὶ οὐκ ἐζητεῖτο τοῖς θεοῖς τῶν γονέων εἰδότων χάριν τοῖς αὐτὸν ἐκβαλοῦσιν. ἡ τροφὸς δὲ ἐθρήνει μέν, ἐθρήνει δὲ τὸ μὴ θρηνεῖσθαι παρὰ τοῖν τοκέοιν [*](4 cf. p. 289,11; 315,5 15 cf. t. IV 981,6 R. Tyrt. fr. 3 apud Diod. Sic. VII 3. Plut. Lyc. 30) [*](2 αὑτοῦ Re αὐτοῦ libri Bong 3 τοῦδε Va 4 καθη- γητάς Μ Bong qui μαθητάς ex Ι reponendum coni | μὲν om Bong 5 ὦ inserui 10 num μείζονα? 11 τὸ συνέδριον ὦ βασιλεῦ ΙΒΜ Bong 17 εἰδέναι C | τούτου CB 20 εἰπεῖν ἔχων V | αὐτοῦ Β 23 ἐκβάλλουσιν V)
ὁ δ’ ὁρῶν ἀδελφὸν πρεσβύτερον ἀγαπώμενον διὰ τὴν περὶ πάντα τὰ προσ- ἥκοντα προθυμίαν καὶ θεραπευομένους εὐχαῖς ὑπὲρ αὐτοῦ τοὺς θεοὺς παῖς ἔτ’ ὢν ἐτόλμησε μάγοις δια- λεχθῆναι καὶ τἀδελφοῦ τὸν θάνατον αἰτῆσαι παρ’ | αὐτοῦ τοῦ θανάτου τὸν μισθὸν αὐτοῖς ἥξειν λέγων [*](R II 395) καὶ τὸ μὴ δύνασθαι δοῦναι τῷ φάσκειν δώσειν ἐπαν- ὀρθῶν. ἁλοὺς δὲ τοιαῦτα ἐπιβουλεύων τὸν ἐπιβου- λευθέντα βοηθὸν λαβὼν τῇ φύσει ταύτην ἐκείνου δόντος τὴν χάριν ἀφείθη. καὶ μικρὸν ὕστερον, οἷα τὰ τῆς τύχης, ἀπῆλθον ὅ τε σώσας τὸν ἀποκτεῖναι βουλη- θέντα καὶ οἱ γονεῖς.
θάψας δὲ οὗτος ἀδακρυτὶ τοὺς γονεῖς καὶ γενόμενος τῆς οὐσίας κύριος καὶ παι- δείαν φυγὼν καὶ πονηροτάτοις συζῶν κἀντεῦθεν κτη- σάμενος τὸ μηδὲν αἰσχύνεσθαι προσπίπτων ἀνθρώποις πρεσβυτέροις καὶ μεμαθηκόσιν ἐρυθριᾶν καὶ νομίζουσιν αἰσχρὸν τὰς πρὸς τοῦτον μάχας τὸν οὐδέν, οὐκ ἔργον ἐξ ἀγορᾶς, οὐ ῥῆμα ἀπαίδευτον, οὐ τὴν ἐν τοῖς λοις ἀσχημοσύνην ὀκνοῦντα, βορβοροτάραξιν ἀτεχνῶς, ταῦτα τοίνυν ἐφόδια λαβὼν εἰς ἀναίδειαν τοὺς πολλοὺς καταστρεψάμενος δι’ ὕβρεων γίγνεται φοβερός. καὶ [*](22 Ar. Eq. 309 cum scholio) [*](2 ἀπέπεμψαν Ρ sed αν in ras m3 3 ἐχθρῶν ΒΜ sed in hoc γρ ἐχθρὸν in marg m2 | αὐτοῖς V 4 εἰσαγαγόντες Β | ὃ ΑΡ ὃ IBMV Bong 7 ἔτι Ι 11 ἁλοὺς Ρ sed ’ in ras m2) [*](16 ὁσίας Va 18 προσπίπτων Ι sed σ in ras m2 24 γίνεται IBMV Bong)
14. Πολλοῦ γὰρ ἄξιος ἐγένετο, τοῖς [*](R II 396) Αἰγυπτίοις. καὶ τοὺς τῆς ἀρχῆς | μῆνας ἐκείνης προσκυνοῦσι. κατορύττουσι μὲν οὖν τῷ λόγῳ καὶ ἀνορύττουσι κἀν ταῖς ἀποφράσι τῆς ἀρχῆς τὸν χρόνον ἔχουσι· τοσούτων κακῶν πέλαγος ἐπισχεῖν τὴν Αἴγυπτον τῶν μὲν ἀδίκων ἰσχυόντων, τῶν δ’ ἀδι- κουμένων προδιδομένων, τῆς δ’ ἀγορᾶς ἀπηνθηκυίας, τοῦ δήμου δὲ ἠμελημένου, λόγων δὲ πεφευγότων.