Oratio 42

Libanius

Libanius, Oratio 42, Libanii Opera Vol 3, Orationes XXVI-L, Teubner, Foerster, 1906

ἔχεις ἐν τῇ σιγῇ τὴν ὁμολογίαν, ὦ βασιλεῦ, τοῦ κόμπον εἶναι ῥήματα τοῦδε μόλις δέ μευ ἔκφυγεν [*](R II 409) ὁρμήν, οἴεται γὰρ αὑτῷ | πρέπειν τὰ Ἀχιλλέως. ποίαν; τὴν πότε. τὴν ποῦ γεγενημένην; οὐ συνῆν μοι πάντα τὸν χρόνον ἄνθρωπος, νύκτα καὶ ἡμέραν; οὐ [*](6 anno 384 cf. p. 327,7 sq. Sievers p. 157 19 II ι 355) [*](1 „aut omittendum ἀλλ’ aut post σιώπησον addendum οὖν“ Re | οὐδ’ ἕτερον Ι 2 βούλει. scripsi βούλει· Ι βούλει, Μ βούλει; reliqui libri edd 3 αὑτὸν Ρ sed ’ in ras m2 αὐτὸν C | αὐτοῦ CIM Bong 5 ὃ Α ὃ BMV οὐ Ι | Re | αὑτῷ Re αὐτῷ libri Bong 8 οἶδεν reposui e CAPVaBV εἶδεν reliqui libri edd; cf. p. 328,7 9 παῖς; τίς om V 11 ἣ A ἣ IBMV Bong 16 τίνι τι V | διὰ τοῦτον ante χεῖρον Va | τι A 19 ἔφυγεν Β Βονγ 20 ὀργὴ C ὀργὴν V | αὐτῶ CVaIBM Bong 21 ποῦ γε Μ Bong)

325
λέγοντι παρῆν; οὐ μέλλοντι; οὐ πεπαυμένῳ; οὐχ ὅτῳ τῶν ἡμετέρων λόγων ἔρως καὶ λαβὼν ἔχειν ἐβούλετο, παρὰ τοῦτον ἤρχετο, τούτῳ διελέγετο καὶ κτησάμενος ᾔδει χάριν καὶ μὴ τυχὼν ἤχθετο; καὶ τὸ μέγιστον, εἵπετο μέν μοι παρὰ σὲ πορευομένῳ πολλάκις, παρελ- θόντος δὲ εἴσω πρὸς ταῖς κιγκλίσιν ἐκάθητο καὶ ἦν ἡμῶν τοῦτο μόνον ἐν μέσῳ. σὺ δ’ ἔχων τοὺς πάντα μηνύοντας τοσούτους ὥστε ἀλλήλους καταπατεῖν, καὶ ποῦ καθῆστο Θαλάσσιος, εἰδὼς οὔτε ἠγανάκτησας οὔτε ἐλάβου, ἀλλ’ | οὐδὲ ἠπείλησας ποιήσειν ἃ μὴ πε- [*](R II 410) ποιηταί σοι.

μετὰ ταῦτα τοίνυν σὺ μὲν ἐνταῦθα ἦσθα καὶ ἠσθένεις, ὁ δὲ ἐν Σαμοσάτοις καὶ τοῖς ἀγροῖς ὧν ἡ τῶν τρόπων ἀρετὴ δεσπότην αὐτὸν ἐποίησε. καλῶς δὲ αὐτῷ τῶν ἐκεῖ τεθέντων ἧκε δεῦρο πάλιν νοσοῦντος ἔτι, καὶ οὔτε ἐκεῖνος ἔδειξέ τινα ὑποψίαν οὔτ’ αὐτὸς ὑπώπτευσας. κἀνταῦθα ἐτίμας με τιμαῖς ὧν οὐκ ἦσαν μείζονες, τὸν τῷ πονηρῷ γόητι συζῶντα, καὶ οὐδείς σοι κατ’ αὐτοῦ πρὸς οὐδένα λόγος οὔτε μείζων οὔτε ἐλάττων. πῶς οὖν φῄς αὐτὸν διαπεφευ- γἐναι σε, τὸν ἐν τῇ αὐτῇ πόλει, τὸν περὶ τὰς σὰς θύρας, τὸν οὐ πόρρω τοῦ ζεύγους. καὶ μὴν οὔτ’ ἂν ἡμεῖς ἠγνοήσαμεν ἃ διανοῇ, τῶν παρὰ σοὶ πιστευο- [*](16 cf. p. 328,12) [*](3 κτησάμενος–4 καὶ (1) om V 5 σοὶ ΙΒΜ Bong 7 ὑμῶν Bong | δὲ Re | πάντα scripsi e V πάντας reliqui libri edd 8 τοσούτονς Re τούτους libri Bong 9 πὔτ᾿ (2) Re 10 οὐδ’ Re 11 τοίνυν om Bong 14 τεθέντων] τε cum lacuna 4 litt Β) [*](15 ἔδειξέ scripsi ἔδεισε libri edd 16 οὔτε VaIBM edd ἐτίμας P sed ας in ras m2 ἐτίμησας Β Μ Βong 19 οὔτ᾿ Re φὴς ΙΒΜ 20 αὐτῇ scripsi e V αὐτοῦ Va αὑτοῦ reliqui libri edd sed „poterat quoque dicere ἐν τῇ σαυτοῦ πόλει. item ἐν τῇ αὐτὴ πόλει“ Re 22 παρά σοι Re)

326
μένων καὶ ἡμῖν ὄντων φίλων, οὗτός τε μαθὼν | [*](R II 411) αὑτὸν ἂν ἔξω θορύβων ἐποίει. εἰ δ’ οὐδαμοῦ φαίνεται μεταστὰς οὐδ’ ἀφανίσας αὑτόν, οἷς ἔπραττες ὕβριζες.

38. Ἔδεισα, φησί, τὴν βουλὴν μὴ δόξαιμι τῶν τἀναντία αὐτῇ πραττόντων εἶναι καὶ τῶν αὐτῇ πρεπόντων ὀλιγωρεῖν. ἐγὼ δ᾿ ὡς μὲν οὐδεὶς τούτῳ λόγος οὐδὲ σφόδρα τῆς βουλῆς ὀργιζομένης ἀγανακτοῦντι τῷ μὴ μετὰ τῶν θεῶν οἱκεῖν, ἐάσω·

ἐκεῖνο δὲ ἡδέως ἂν εἰδείην, ὡ βασιλεῦ, τίς ἂν ἦν αἰτία κατ’ αὐτοῦ τῇ βουλῇ σεσιωπηκότος; ἢ κατὰ ποίαν ἀνάγκην εἶπεν ἃ νῦν εἴρηκε; τίς δ’ οὐκ ἂν αὐτὸν ὑπέ- λαβεν ἀγνοεῖν τὸν ἄνθρωπον; τί δ’ αὐτὸν ἐκώλυεν αὐτὸ τοῦτ’ εἰπεῖν, ὡς ἀγνοεῖ; τίς δ’ ἂν ἐξήλεγχεν εἰπόντα;

πόσῳ δ’ ἂν ἦν ἐκεῖνο κάλλιον ἐπιστομίσαι τὸν ὀπτᾶτον ἀνελόντα τὰς βλασφημίας τῇ πρὸς ἡμᾶς Θαλασσίου φιλίᾳ; εἰ δ’ οὖν καὶ σφόδρα ἐβούλετο κλος ταὐτὰ φρονῶν Ὀπτάτῳ περὶ τούτου φανῆναι, ταὐτὰ φθέγξασθαι χρῆν ἐκείνῳ κἀν ταῖς μαχαίραις στῆναι. ὕβριζε μὲν γὰρ ἂν καὶ οὕτω ψευδόμενος, οὐ μὴν ὡς νῦν γε. ὑβρίζων δὲ ἐκεῖνον οὐδ’ ἡμῶν ἀπεί- χετο τῶν περὶ πλείστου τὸν Θαλάσσιον ποιουμένων.

[*](R II 412)

40. | Οἶον ἄνθρωπον εἰς ἀρχὰς ἄγεις, ὦ βασι- [*](23 ep. 857. Zos. IV 45. Cod. Theod. IV 4,2; XIV 17,10. C. Ι. G. 8612 (= Anth. Pal. IX 682. cf. De antiq. Constant. p. 34)) [*](1 καὶ ἡμῖν om Bong 2 δ’ οὐδαμοῦ] δ' μοῦ cum lacuna 3 litt Va | οὐδαμοῖ Re 3 αὐτὸν Ι 8 οὐδὲ Re οὐδ᾿ εἰ libri Bong 12 εἴρηκεν Α | ὑπέλαβεν αὐτὸν ΙΒΜ Βong 14 τοῦτο V 16 περὶ Β 17 ἠβούλετο ΒΜ Bong 18 πέρι τούτου om Β | τούτου scripsi e V τούτωι e τοῦτο τοῦτο corr A τούτῳ CPVa Re τούτων ΙΜ Bong 20 ἂν om Β | οὕτως AIMV Bong 21 δὲ] οὐδὲ V δ᾿ Re | ἐκείνου V)

327
λεῦ, λόγων μὲν ἄμοιρον ἀμφοτέρων, νόμους δὲ ἀντὶ λόγων εἰπεῖν οὐκ ἔχοντα, οὐδὲ γὰρ τοῦτ’ ἔνι αὐτῷ, δι’ ἡδονῶν δὲ καὶ τρυφῆς καὶ μέθης εἰς ἀνδρὸς ἡλι- κίαν ἥκοντα οὐ δυνηθέντα πεισθῆναι νομίζειν τὸ σολ.ικίζειν κακόν.

καὶ οὐκ ἂν ἦν πάνυ δεινόν, εἰ τὴν φωνὴν ἀδικῶν ἐν τοῖς ἄλλοις ἐτίμα τὸ δίκαιον, ἀλλὰ τίς μὲν λοιμὸς ὅσους οὗτος Φοινίκων ἀπήνεγκ·ε; τίνος δὲ οὐ λοιμοῦ δεινότερος τῇ Παλαιστίνῃ κατέστη; ἡ δὲ πλειόνων ἐθνῶν ἀρχὴ ποίων οὐκ ἐγένετο βαρυ- τἐρα πολέμων; ὢ πόσον αἱμα τὴν γῆν ἔχρωσεν; ὢ πόσα ξίφη δι’ αὐχένων ἔδραμεν; ὤ πόσοι τάφοι τοῖς ἀρχαίοις προσετέθησαν; ὢ πληγῶν θανάτους τε ἐργαζομένων καὶ οὐδὲ νῦν] παυομένων. ὢ πληγῶν ἃς ἐπεῖδεν Ἥλιος διὰ παντὸς τοῦ τῆς ἡμέρας μέτρου. ὢ φυγῶν. ὢ δεσμῶν. ὢ παθημάτων τῶν μὲν παρόντων, τῶν δὲ ἐλπιζομένων, τῶν μὲν πιεζόντων, τῶν δὲ δειματούν- των. ὢ λόγων ἀτιμίας. ὢ | τιμωμένης ἀμαθίας. [*](R II 413) ὢ χαρίτων ἀδίκων. ὢ πόλεων εἰς οὐδὲν δέον μετα- πεποιημένων. ὢ βλάβης μὲν τῆς ἐν τοῖς καθαιρου- μένοις, βλάβης δὲ τῆς ἐν τοῖς ποιουμένοις.

οὐδ’ ἂν εἷς δύναιτο, φησὶν ὁ Δημοσθένης, ἐφικέσθαι τῶν ἐν ταῖς ἀρχαῖς τούτου κακῶν. διὸ πεπαυ- μένου μὲν ἑορτάζοντας ἦν ἰδεῖν τοὺς ἀπηλλαγμένους, [*](10 cf, t. I 177, 14 sq. 12 cf t. II 467,5 R 21 Dem. cor. p. 361,24 23 cf. t. 180,19 sq.) [*](2 λόγους δὲ ἀντὶ νόμων V | τοῦτ’ scripsi e CAPVAV τοῦτο IBM edd Ι ἔνι scripsi ἐν libri edd | αὑτῷ V 3 ἡδονῆς B τροφῆς Bong 7 ὅσος C 8 λιμοῦ? Ι βαρύτερος ΙΒΜ Bong 10 sq. ὦ Re Ι ἔχρωσε Ι 13 νῦν inser Re cancellavi num τότε? 16 θανατούντων Α sed γρ δειματούντων in marg, IBMV Bong 17 λόγων Ρ sed ω in ras m4 19 ποιουμένοις ΙΒΜ Bong 20 βλάβης—ποιουμένοις om V | καθαιρουμένοις ΙΒΜ Bong 21 φησὶ Δημοσθένης Bong)

328
εἰσιόντος δὲ θρηνοῦντας τοὺς δεξομένους. καὶ τό γε τοῖς φάσκουσιν οὐκ εἶναι θεοὺς συναγωνιζόμενον τοῦτο ἔστιν. εἰ γὰρ ἦσαν, λέγουσι, κἂν ἐκήδοντο τῆς γῆς, κηδομένων δὲ τῆς γῆς οὐκ ἂν οὗτος ἦρχεν. ὃς ὅταν παρὰ σοῦ τοῦτο οὐκ ἔχῃ, δίδωσιν αὐτὸς αὑτῷ πλέον ἔχειν ἀξιῶν τῶν ἐν ταῖς ἀρχαῖς ὄντων. καὶ ταῦτα οἶδε καλώς ἡ Φοινίκη καὶ μαρτυρή- σειεν ἄν, εἰ θεὸν ἐγγυητὴν ὑπὲρ τοῦ μέλλοντος λάβοι χρόνου.

43. Ἀρχέτω μὲν οὖν, εἰ βούλει, τῆς δὲ ὕβρεως δότω δίκην, ἣν ὕβρισε μὲν Θαλάσσιον, ὕβρισε δὲ ἐμὲ τὴν διὰ τῆς εἰκόνος τιμὴν ἐλέγχων δεικνὺς ἄλλο τι βουλομένην, ἀλλ’ οὐχ ὅπερ ἔφασκεν. ἐν γὰρ τοῖς δευ- [*](R II 414) τέροις | ὁρᾶται τὰ πρότερα. τιμῆς μὲν γὰρ τὰ περὶ τὴν εἰκόνα πεποιηκυίας κατεῖχεν ἂν ὀπτᾶτον, τῇ δὲ εἰκόνι ταύτης οὐκ οὔσης τῆς αἰτίας ἠκολούθησεν εἰκότως τοῖς Ὀπτάτου τὰ πολὺ τῶν Ὀπτάτου μείζονα.

ἄνευ δὲ τῶν ἐν τῷ συνεδρίῳ τῶν ψευδῶν οὐδ’ αὐτὸ καθ’ αὑτὸ κρινόμενον, ἡ εἰκών, τιμὴν ἄν τινα φέροι. ἔστησε μὲν γὰρ ταύτην, ἔστησε δὲ πρὸ ταύτης ἑτέρας ἑτέρων, ὧν οὐκ ἂν ἴσως ἕτερός τις. εἰ δὲ καὶ ἐμὲ πεποιημένος ἀρχήν, εἶθ’ ἥκων ἐπ’ ἐκείνας, οὐ σφό- δρα ἂν ἐτίμα, τίς ἡ τιμὴ μετ’ ἐκείνας ἐπὶ τήνδε ἀφῖ- χθαι; ἀλλ’ ἔστω τιμὴ σανίς τε καὶ χρώματα· οὐκοῦν μείζων λόγος πανταχῆ φερόμενος; ἀπειληφὼς τοίνυν [*](8 Dem. Chers. p. 101,26 sq.) [*](6 αὐτῷ 01 7 εἶδε Ι 10 οὖν om Ι 13 ἔφασκεν scripsi coll. p. 257,8 ἔπασχεν libri edd 17 τῶν] τοῦ BM Bong) [*](21 ἑτέρων ἑτέρας ΙΒΜ ἑτέρων om Bong 22 εἶθ’ in ras Β εἶτα ΙΜ Bong 22 et 23 ἐκείνους Re 24 οὐκ οὖν C) [*](25 μεῖζον Re | πανταχοῖ APVaBM edd)

329
τὴν χάριν δότω τὴν δίκην. ἀρκέσει δὲ ἡμῖν, ἢν ὑβρι- στὴν εἶναι ψηφίσῃ τὸν ἄνθρωπον.

45. Ἔχω τινὰ καὶ τρίτον αἰτιάσασθαι, | βασι- [*](R II 415) λεῦ, τὸν Γαίσωνος τὸν μετὰ τὴν Ἀρκαδίαν καὶ τὴν ἐν Ἀρκαδίᾳ πενίαν πλούσιον καὶ πρὸς τοσοῦτον ἥκοντα χρημάτων, ὥστ’ αὐτῷ καὶ χρυσᾶς οἰκίας ἐξεῖναι ποιεῖν ἁμιλλωμένας πρὸς τὰς ἐκ λίθου, περὶ ἃς καὶ αὐτάς οὕτω δεδαπάνηται λαμπρῶς, ὥστε μανίαν εἶναι τὸ πρᾶγμα δοκεῖν. οὗτος τοίνυν τιμαῖς ἁπάσαις παρ’ ἐμοῦ τιμηθεὶς <μάτην>, καὶ γὰρ ἐν οἷς εἶχεν, εἴπερ ἤθελεν, ἡμᾶς ποιῆσαι καλῶς, οὐκ ἐποίησε, τῶν ἠδικηκότων καὶ αὐτὸς γεγένηται δίκας ὀφείλειν τῷ συνεδρίῳ λέγων τοὺς μαρτυρήσαντας ἄν. καὶ ἐκέλευεν αὐτοὺς εἰς μέσον ἄγειν καὶ τιμωρεῖσθαι.

τούτων δὲ ὁ μὲν ὑπ’ ἀνάγκης τινὸς ἤδη διεπεπλεύκει καὶ ἦν ἐν Χαλκη- δόνι, ὁ δ’ ἦν ἐν τῷ λιμένι ταὐτὸ ποιήσων οὔσης κης καὶ τούτῳ τινός. | ὁ δὲ δὴ τρίτος ἔνδον ὢν [*](R II 416) ἐν τοῖς βουλεύουσι χαλεπῶν μὲν ἐπειρᾶτο προσώπων, εἶπε δὲ ἁπλᾶ καὶ δίκαια, ὅτι τὸν τῷ δεῖνι συζῶντα, ἐμὲ δὴ λέγων, μαρτυρῶν εἶναι βέλτιστον οὐκ ἀδικοίη. νόμιζε δὴ κοινόν, ὦ βασιλεῦ, καὶ τῶν ἀπόντων τοῦ- τον εἶναι τὸν λόγον. λέγουσι τοίνυν οἱ τρεῖς· ὦ παῖ Γαίσωνος, ὅτι μαρτυροῦμεν ἡμεῖς καλὸν κἀγαθὸν εἶναι Θαλάσσιον ὁρῶντες ἐν παιδὸς ὄντα χώρᾳ παρ’ ἀνδρὶ φεύγοντι τοὺς κακούς. [*](4 Zos. II 42 ? | cf. Her. Ι 66,1. Paus. VIII 1,6) [*](1 χάριν Ρ sed αρι in ras m4 3 ὦ βασιλεῦ ΒΜ edd 7 ἀμυνομένας Va 10 μάτην inserui auctore Re 11 ἐποί- ησεν Α 16 ὃ Α ὅ IBMV Bong 17 ὢν om ΒΜ Bong 21 ἁπάντων Ι | εἶναι τοῦτον V 23 παῖγμα Bong)

330

τί τούτους ἀξίους δίκης ποιήσει τοὺς μάρτυρας; εἰ μὲν οὖν καὶ ἐγὼ κακός, οὐκ εστι λόγος τοῖς μάρ- τυσιν· εἰ δ’ οὐ τοιοῦτος, πολὺς ἐκείνοις ἐστίν. εἶπον δ’ ἂν καὶ ταύτης ἀξιοπιστοτέρας ἀποδείξεις ἐκεῖνοι καὶ διελόμενοι τοὺς ἐπαίνους μακρὰ ἂν ἕκαστος διῆλθε, τοσαύτην ἀφθονίαν ὁ Θαλασσίου βίος πεποίηκεν εὐφη- μιῶν. καὶ ἔγωγε ἠξίουν τὸν Γαίσωνος μὴ τὸν ἐχόμε- νον ἀφεῖναι μάρτυρα, ἀλλὰ τοὺς πεπλευκότας ἐπανά- γειν μηδὲ ἐκείνην ἡμῖν διδόναι τὴν χάριν, ἀλλὰ ταύτην καὶ τόν γε Θαλάσσιον καλεῖν καὶ παρόντα δοκιμάζειν καὶ φαινόμενον μὲν ἀγαθὸν ἐγγράφειν, ἐλεγχόμενον δὲ φαῦλον ὡς ἐπ’ ἀδικήματι τῷ τῆς βουλῆς ἐπιθυμῆσαι κολάζειν. νῦν δὲ λοιδορίας ἀνεξετάστους κεκινηκότες ἃ [*](R II 417) βουλομένοις ἦν τοῖς ἡμῖν φθονοῦσι | πεποιήκασι τῶν μὲν εἰρημένων, τῶν δὲ οὐ πεφηνότων.

48. Εἶτα σοὶ μὲν ἡ σπουδή, βασιλεῦ, πολυάνθρω- πον ἀπεργάσασθαι τὴν βουλήν, οἱ δὲ οὐκ αἰσθάνονται τοῦτο ἐμποδίζοντες. οἱ γὰρ ἡδέως ἂν εἰσελθόντες φόβῳ τῶν ἴσων ἀποτρέπονται· μὴ κεκτῆσθαι μὲν γὰρ ἐχθρὸν ἀνθρώπῳ τῶν ἀδυνάτων, παρὰ δὲ τῶν νῶν ἥξειν τι τοιοῦτον ἐλπίζοντες οὐχ ὑποθήσουσι τοῖς πολεμίοις αὑτοὺς ἐν ὅτῳπερ εἰσί, μένοντες. Θαλάσσιος δὲ πρὶν ἢ τῆς βουλῆς τυχεῖν, ἐλειτούργει τῇ γνώμῃ καὶ πρὸς τὴν δαπάνην ἠπείγετο τοὐναντίον τοῖς ἄλλοις ποιῶν. ὃ γὰρ ἐκείνους ὁρῶμεν πάσῃ τέχνῃ φεύγοντας, [*](4 ταύτην Bong 5 διῆλθεν Α 9 μὴ δὲ AIBMV) [*](12 ὡς — ἐπιθυμῆσαι om Bong 14 πεποιήκατε Re 17 ἀπεργάζεσθαι V 18 εἰ Μ 19 μὴ — 20 ἀδυνάτων praemisso Τοῦ ὑπὲρ Θαλασσίου: λόγ. κ(??) citat Macar fol. 90v 19 μὶν γὰρ om Macar | γὰρ om V 20 ἀνθρώπων Β | τῶν om V 21 τί ΙΒ 22 αὐτοὺς CIVa 23 τὴν γνώμην V)

331
πολλῇ σπουδῇ τοῦτον ἦν διώκοντα ἰδεῖν. οὕτως α αὐτὸν ἐπὶ τὸ συνέδριον ἦγε, καὶ οὐχ ἃ δαπανᾷ, κερ- δαίνειν ἠξίου.

ἀλλ’ Ὀπτάτος, ὦ Ζεῦ βουλαῖε, τοι- ούτοις ἐδέξατο τὸν ἐραστήν. ὅς, εἰ τὸν μιαρώτατον ἔχρησεν ὁ θεὸς ἐν κοινῷ τινι θῦσαι κακῷ, πάντως ἂν ἦν ὁ σφαττόμενος, ἐπεὶ καὶ τὴν ἐσχάτην εἴπερ ἔδει τιμᾶσθαι κακίαν, ἐστεφανοῦτ’ ἂν οὗτος. ὃς τοῦ μὴ φιλεῖν σοι τὴν πόλιν μέγα σημεῖον ἐκφέρει τὸ μῖσος τὸ κατὰ τῆς γυναικός. μισεῖ δὲ αὐτὴν μισούμενος, μισεῖται δὲ προπηλακίζων τὸν Ὑμέναιον ἀκολασίᾳ καὶ τῇ μὲν προικὶ πλουτῶν, τῷ πλουτεῖν δὲ κατ’ ἐκείνης παρ’ ἧς τὸ πλουτεῖν αὐτῷ, χρώμενος.

αἱ δύο θρήνων ἀφορμαὶ κόραι καὶ κόροι, δι’ οὓς οὐκ Ι ἐγένετο πλειόνων παίδων πατήρ. ὁρῶν δὲ αὐτὴν [*](R II 418) χαμαί τε κειμένην καὶ ἐν λύπῃ μείζονι τῆς ἐπὶ παισὶν οἰχομένοις πῶς αὐτὴν ἔπαυσέ τε καὶ ἀνέστησεν; οὐ παραμυθητικούς, μὰ Δί’, ἐπᾴσας λόγους οὐδ’ εἰπὼν σωφρονήσειν οὐδ’ εἰ μὴ λήξειεν ἐκείνη δακρύων, ἀπο- κτενεῖν ἑαυτόν, ἀλλ’ ἀκονήσας ξίφος ἐχώρησεν ἐπ’ τήν, τὴν δὲ ὁ φόβος ὤρθωσε. τὸν οὖν τοιαύτην αὑτῷ ποιοῦντα τὴν οἰκίαν οἴει τῇ βουλῇ τινος αἴτιον ἀγαθοῦ γενήσεσθαι; ἐγὼ μὲν γὰρ καὶ σκυτοτόμον, ὡς Ὅμηρος παραινεῖ, συνοικοῦντα τῇ γυναικὶ μᾶλλον ἀρετῆς μετέ- [*](8 cf. t. II 164,7 22 Od. ζ 182 sq.) [*](1 πολλὴ σπουδὴ Va Ι ἰδεῖν inserui e V om reliqui libri Bong ὁρᾶν διώκοντα Re ἰδεῖν διώκοντα Sintenis 3 ὀπτάτος in marg Ρ3 4 τὸν ἐραστήν] „velim σὸν “ Re 8 μῖσος Μ sed σος add m3 9 δ’ Re 10 μισεῖ Μ Bong) [*](13 κοῦροι Β Ι οὐκ om V 14 ἐλέγετο V 15 τῆς Re τῇ libri Bong 17 δία ΙΒΜ edd Ι οὐδὲ Re 18 οὐδὲ ΙΒΜ edd) [*](19 ἀλλακονήσας V | ante ξίφος ras 3 litt Α 20 αυτῷ V αὐτῶ Β 23 τῇ inserui e V om reliqui libri edd)

332
χεῖν φαίην ἂν καὶ εἶναι δίκαιον τῆς βουλῆς μετέχειν ἢ τοιοῦτον ὄλεθρον.

51. Πῶς οὖν, ἐρεῖ τις, τριῶν ὄντων τῶν φθεγξαμένων ὅλην καταμέμφῃ τὴν βουλήν; ὅτι οἱ μὲν ἐφθέγξαντο, οἱ δὲ ἐσιώπησαν, καὶ οἱ μὲν εἶπον κακῶς, οἱ δ’ οὐκ ἀντεῖπον, καὶ οἱ μὲν ἐβλασφήμησαν, οἱ δ’ οὐκ ἠγανάκτησαν, καὶ οἱ μὲν ἐπέθεντο, οἱ δ’ ἡσύχασαν, καὶ οἱ μὲν ἐξέωσαν, οἱ δ’ οὐκ ἀντελάβοντο, καὶ οἱ μὲν τὰ τῶν πολεμούντων ἔδρασαν, οἱ δὲ τὰ τῶν βοηθούντων οὐκ ἐποίησαν. γίγνετ’ οὖν τὸ τῶν τριῶν κοινὸν ἁπάντων τῇ σιωπῇ.

καὶ γὰρ ἐν τοῖς ἐμπρησμοῖς ὁ παρὸν σβεννύειν οὐκ ἐθέλων ἔκαυσε καὶ ὁ παρὸν κυνὸς ἐξαρπάσαι παιδίον οὐκ ἐξαρπάσας ἔδωκε, καὶ πόλις πόλει πολεμουμένῃ δυναμένη πέμψαι τὸ σῶσον οὐ πέμψασα συγκατεδουλώσατο. ἰατρὸς δὲ ἐπι- τρέψας νοσήματι κρατῆσαι τοῦ νοσοῦντος δύναιτ’ ἄν, πρὸς Δῖός, διαφυγεῖν αἰτίαν; ὅλως ὅσοις εἰσὶ δυνάμεις εἰς τὸ κωλύσαι τι δυσχερὲς ἠρεμοῦσαι καὶ περιορῶσαι τὸ βλάψον, οὐκ ἀνείργουσαι, μετὰ τῶν εἰργασμένων εἰσίν. ἔγωγέ τοι τοὺς καθημένους Ἀργείους, ἡνίκα ὁ [*](R II 419) Πέρσης ᾕρει | τε τὰς Ἀθήνας καὶ κατέσκαπτεν, [*](20 Her. VII 148 sq.; VIII 73) [*](3 ὄντων Ρ sed ν (1) in ras m2 6 οἳ (1) A οἵ V δὲ ΙΒΜ edd 7 οἳ (1) Α οἴ IBMV a | δὲ edd | ἳ (3) Α Ι δὲ CIBM edd) [*](8 οἵ (2) Α οἵ V | δὲ CIBM edd 9 πολεμούντων Μ sed γρ πολεμίων in marg πολεμίων Β Bong 10 γίγνετ’ Ρ sed ’ in αι corr m3 γίνετ’ V γίνεται ΙΒΜ edd 11 ἐν — 20 εἰσίν citat Macar fol. 90v 14 πέμψαι om Va 15 ἰατρὸς δὲ] καὶ ἰατρὸς Macar 16 δύναιτ’ — 17 αἰτίαν] διαφυγεῖν αἰτίαν οὐ δύναται Μacar 17 καὶ ὅλως Macar 18 καταλύσαι Ι num κωλῦσαί ut Μ? cf. ad p. a 211,8 Ι τί CABMV Macar Ι προορῶσαι ὁ Πέρσης οm I)

333
οὐκ ἔξω τῶν κατεσκαφότων τίθημι διὰ τί γὰρ οὐκ ἐμιμοῦντο τοὺς Λακεδαιμονίους;

53. Εἰκότως ἄρα, ὦ βασιλεῦ, παρὰ πάντων ὑβρι- σθῆναι νομίζομεν, κἄν τις ὀρθῶς ἐξετάζῃ, τιμὴν εὑρή- σει καὶ τὴν κατηγορίαν. ἐν γὰρ αὐτῷ τῷ λυπεῖσθαι δείκνυμεν, ὁπόσον τι τὸ συνέδριον νομίζομεν. κατα- φρονούντων δὲ ἦν, οἶμαι, τὸν Ἱπποκλείδην εἰπόντας μηδὲν εἰπεῖν ὧν νῦν ἀκήκοας.

54. Παραμύθησαι τοίνυν τὸν ὑβρισμένον, ὦ βασι- λεῦ, πρᾶγμα ὂν ἐν μελέτῃ σοι καὶ συνηθείᾳ, δι’ ἣν οὐκ ὀλίγοις μεταβέβληκας ὀδυρμοὺς εἰς ἑορτάς, καὶ πρὸς τὸ συνέδριον εἰπεῖν, ὡς ἀμείνους ἂν ἦσαν μὴ τοῦτον τῷ πράγματι τούτῳ κεχρημένοι τὸν τρόπον, ἀλλ’ ὀρθότερον καὶ δικαιότερον καὶ σωφρονέστερον καὶ ᾧ ἔμελλον οὐ περιβαλεῖν ἀτιμίᾳ τὸν τῆς βουλῆς ἐραστήν. ἐκεῖνοι μὲν οὖν ἴσως τὰ αὑτῶν ἰάσονται, σὺ δ’, ὦ βασιλεῦ, χρῶ θαρρῶν εἰς ἀρχὰς τῇ τοῦδε φύσει, ἐάν τε τὴν ἔθνους ἐάν τε τὴν πλειόνων ἐθέλῃς παραδοῦναι. εὑρήσεις γὰρ αὐτὸν ἔν τε τοῖς ἐλάττοσιν ἔν τε τοῖς μείζοσι τοιοῦτον, ὡς τὸν παρελθόντα χρόνον ἐζημιῶσθαί σοι τὰ πράγματα νομίζειν.

[*](2 Ηer. VI 120 7 ep. 945. 1224. Her. VI 129)[*](12 εἰπεῖν ἀντὶ τοῦ εἰπέ V2 cf. ad t II 553,1)[*](1 διατί AIBV et e διὰ τὶ corr Μ, Bong 5 τὸ Ι 6 νομίζομεν μὲν Va 7 τὸ Ι | εἰπόντας „si bene habet, deest aliquid post Ἱπποκλείδην, e. c. σωφρονεῖν aut eius Ιοcο legendum ἐπαινοῦντάς“ Re 10 πρᾶγμα — 17 βασιλεῦ om Ι 15 ᾠ Re ὡς libri Bong 16 αὐτῶν CBMV Bong Ι δὲ ΒΜ edd)