Oratio 42
Libanius
Libanius, Oratio 42, Libanii Opera Vol 3, Orationes XXVI-L, Teubner, Foerster, 1906
ἀλλ’, ὅπερ ἔφην, δῶρον ὤν μοι τῆς Τύχης Θαλάσσιος καὶ τὸν ἀπὸ τῆς Μαξίμου τελευτῆς λύσας φόβον τοὺς φθονοῦντας τοῖς τῶν πέλας ἀγαθοῖς ἐφ’ ἑαυτὸν ἐκίνει διὰ τὸ πειρᾶσθαι δυσκολιῶν ἀπαλλάττειν μοι τὸν βίον. καὶ παρα- καλοῦντες ἀλλήλους ἐφλυάρουν καὶ πρὸς τοὺς εὐχερε- στέρους τῶν ἀρχόντων ἔλεγον κακώς δῆλοί τε ἦσαν, εἰ δυνηθεῖεν, καὶ ποιήσοντες, ἑκάτερον ἀδίκως.
ἐνταῦθα δὴ παραινεῖ τις τῶν δοκούντων νοῦν ἔχειν ἕνα αὐτὸν [*](R II 392) γενέσθαι τοῦ συνεδρίου καὶ ταύτῃ τοὺς | συκο- φάντας ἀσθενεστέρους καταστῆσαι. γραφὴν μὲν γὰρ δικαίαν οὐκ ἐφοβούμεθα, τὸ δ’ ὑπάρχειν τισὶ ῥᾳδίως ἐπηρεάζειν οἷς ἐκεῖνο οὐκ ἔνι. χρῆται δὴ τῷ περὶ ταῦτα νόμῳ Θαλάσσιος, καθ’ ὃν γράμματα τῆς σῆς δεξιᾶς λαβὼν ταῦτ’ εἰς τὴν βουλὴν εἰσέπεμψε τῶν παρ᾿ ἐκείνης τευξόμενα. ἀναπηδήσας οὖν εὐθὺς Ὀπτάτος, [*](7 cf. ρ. 325,12 13 cf. ρ. 330,13 sq. 25 cf. ad p. 49,11) [*](9 ταὐτὰ scripsi auctore Re ταῦτα libri edd 10 τούτῳ Μ Bong 11 ὄν ΙΒΜ Bong 12 τύχης Bong 14 μου Β 18 δὴ om C 21 οὐ φοβούμεθα CB | δὲ ΙΒΜ edd 23 καθ’ — 25 Ὀπτάτος praemisso κείμενον in marg Ρ3 24 ταῦτα P3IBM edd 25 ἐκείνοις VaI | τευξόμενος Cobet Coll. 133 | εὐθὺς om Ι | ὀπτάτος bis libri Bong)
7. Καὶ τί δεινόν, ὦ ὀπτᾶτε; ἐλευθέρα μὲν αὐτῷ μήτηρ, ἐλεύθερος δὲ ὁ πατήρ, τροφὴ δὲ ἐν πλούτῳ μὲν οὔ, ἐν τάξει δέ. νῦν δὲ δὴ καὶ οὐσία τῶν θεῶν βουλομένων, ἣν οὔτε ἐν κύβοις οὔτε ἐν πότοις οὔτε ἐν λαγνείᾳ πεποίηκεν ἐλάττω, ἀλλ’ εὖ ποιῶν τοὺς δεο- μένους τῶν φίλων καὶ τοὺς πονοῦντας αὐτῷ περὶ τὰ παρὰ τῆς γῆς ἀνέχων διατετέλεκεν εἶναί τε νομίζων θεοὺς καὶ τἀν τῇ γῇ καθορᾶν, ὡς εἰκὸς τὸν ταῦτα πεπεισμένον, διάγει. γάμῳ τε ἐρρῶσθαι φράσας καὶ πᾶσιν ἀφροδισίοις παῖδα μὲν | ἔχειν ἐν ἐμοὶ νο- [*](R II 393) μίζει τῷ γέροντι, τῶν δ’ ἐν ταῖς ἄλλαις μίξεσιν ἡδο- νῶν ἥδιον τὸ μὴ τούτοις ἥδεσθαι.
ἵπποι δὲ καὶ ἅρματα καὶ σκηνὴ καὶ ἡνίοχοι καὶ πάντα ταῦτα ἀπέρ- ριπται, καὶ λοιδορεῖ μὲν οὐδένα τῶν τούτοις των, αὑτῷ δὲ ἕτερα προσήκειν ἡγεῖται. μαχόμενον δὲ οὐδεὶς αὐτὸν πώποτε εἶδεν ὑπὲρ ἀργυρίου καὶ χρυσίου οὐδ’ ἄγχοντα τραπεζίτας οὐδὲ θηρῶντα φεύγοντας οὐδὲ τοὺς ὑπ’ ἐκείνοις παῖδας οὐδὲ ἀδικοῦντας παίοντα.
αἰδοῦς δὲ ὅτι πλείστης ἠξίωται μὲν ὑπὸ τῶν παι- δευομένων νέων, ἠξίωται δὲ ὑπὸ τῶν ἐν τοῖς δικαστη- ρίοις τῷ ῥητορεύειν χρωμένων. ἔστι δὲ αἰδέσιμος μὲν τῇ ἡμετέρᾳ βουλῇ, τοιοῦτος δὲ <καὶ> τοῖς δι’ ἃς ἦρξαν [*](1 Luc. Peregr. 4 3 et 23 cf. ep. 842) [*](3 ὦ om B 5 δὴ om V 6 τόποις I | οὔτ᾿ (3) Re 10 τοὺς ante θεοὺς Va | καὶ τἀν] κἀν C | τὲ post εἰκὸς ΙΒ et inser A P εἰκός τε Μ Bong 13 δὲ ΙΒΜ Bong 16 τὸν Ι) [*](17 αὐτῷ IBMV Bong 20 τοῖς C | οὐδὲν V 22 ὑπὸ τῶν] τῶν ὑπὸ I | τοῖς om C 23 μὲν] καὶ Bong 24 καὶ inserui auctore Re)
10. Τοῦτον οὖν οὐκ εισιόντα ἑκόντα χρῆν ἀπε- λαύνειν, ἀλλὰ καὶ μὴ βουλόμενον εἰσάγειν οἴεσθαί τε [*](R II 304) διδόναι τι μᾶλλον αὐτὸν ἢ | λαμβάνειν καὶ κοσμεῖν μᾶλλον ἢ κοσμεῖσθαι καὶ μείζους ποιεῖν ἢ γίγνεσθαι. ἐνθυμοῦ γάρ, οἷον ἂν ἦν, ὦ βασιλεῦ, τὸ συνέδριον, οὐκ εἰς χρημάτων λέγω λόγον, ἀλλ’ εἰς τρόπων, εἰ τούτῳ πάντες ἐῴκεσαν. ἴσμεν δὲ καὶ τὴν Σπάρτην θαυμαζομένην ὑπὸ τῶν ἐν πλούτῳ πόλεων αὐτὴν δη- μοσίᾳ πενομένην πειθομένην τῷ θεῷ. εἶναι μὲν οὖν τοὺς ἐν τῇ βουλῇ Θαλασσίου πάντας εὐπορωτέρους ὁμολογῶ, εἶναι δέ τινα τοῦδε δικαιότερον οὔ φημι.
11. Τὸν δὴ τοιοῦτον Ὀπτάτος ἀπεώθει, τίς ὢν αὐτός; τίνος ἀμείνων; τίνος οὐ χείρων; τί καλὸν ἔχων εἰπεῖν ὑπὲρ αὑτοῦ; ὅς ἡνίκα μὲν ἐμάνθανε γράμματα, μίσει τῷ τούτων ἀποδρὰς εἴς τινα καταφυγὼν αἱμασιὰν ἔκειτο καὶ οὐκ ἐζητεῖτο τοῖς θεοῖς τῶν γονέων εἰδότων χάριν τοῖς αὐτὸν ἐκβαλοῦσιν. ἡ τροφὸς δὲ ἐθρήνει μέν, ἐθρήνει δὲ τὸ μὴ θρηνεῖσθαι παρὰ τοῖν τοκέοιν [*](4 cf. p. 289,11; 315,5 15 cf. t. IV 981,6 R. Tyrt. fr. 3 apud Diod. Sic. VII 3. Plut. Lyc. 30) [*](2 αὑτοῦ Re αὐτοῦ libri Bong 3 τοῦδε Va 4 καθη- γητάς Μ Bong qui μαθητάς ex Ι reponendum coni | μὲν om Bong 5 ὦ inserui 10 num μείζονα? 11 τὸ συνέδριον ὦ βασιλεῦ ΙΒΜ Bong 17 εἰδέναι C | τούτου CB 20 εἰπεῖν ἔχων V | αὐτοῦ Β 23 ἐκβάλλουσιν V)