Oratio 32
Libanius
Libanius, Oratio 32, Libanii Opera Vol 3, Orationes XXVI-L, Teubner, Foerster, 1906
καὶ τί δεῖ τὰ παλαιὰ λέγειν; νυνὶ γὰρ εὐχαὶ μὲν ὑπὲρ Ῥωμαίων ἐν Πέρσαις, εὐχαὶ δὲ έν τῇ γῇ τῇ Ῥωμαίων ὑπὲρ τῆς ἐκείνων ἀρχῆς. καί- τοι τίς οὐκ οἶδε τάς τε ἐκείνων εἰς τὴν ἡμετέραν ἐμ- βολὰς τὰς πολλάς, ὧν καθ’ ἑκάστην ἡρπάζοντο πόλεις, τήν τε ἀντὶ τούτων στρατείαν ἣ τὰ ’κείνων οὕτως ἤλεγξεν, ὥστ’ εἰ μὴ δαίμων τις φθονερὸς ἀντέπεσε, μέρος ἂν ἦσαν τῆς Ῥωμαίων ἀρχῆς.