Oratio 32
Libanius
Libanius, Oratio 32, Libanii Opera Vol 3, Orationes XXVI-L, Teubner, Foerster, 1906
νῦν | δ’ ὁ μὲν καὶ τεθνε- ῶτας ἐκείνους θεραπεύει καὶ ὅ τι αὐτοῖς οἴεται καλὸν εἰρῆσθαι, τοῦτο εἰς μέσον ἀέ καὶ φέρει καὶ ᾄδει, σὺ δὲ τὸν σαυτοῦ ζῶντα κακοῖς ἥδιστα μὲν ἂν καὶ πα- τάξας, ἐγκαλῶν δὲ τῷ ταῦτα οὐκ ἐῶντι νόμῳ. ἐγὼ δὲ πάντα μὲν δίκαιον παντὸς ἀδίκου μᾶλλον ἐπαινέσαιμ ἄν, οὐ μὴν τοὺς ἑτέροις γε ὡμιληκότας τῶν ἐμοὶ κὰτ αὐτό γε τοῦτο μᾶλλον ἀγαπῶν φανείην ἄν, οὐδὲ γὰρ ἄλλος οὐδεὶς σωφρονῶν, οὐδὲ τὸν μὲν ἤθελον οἴκοι μένειν, σὲ δὲ ἰέναι κατ’ αὐτὸ τοῦτο τὸ τὸν μὲν εἶναι τοῦ δεῖνος μαθητήν, σὲ δὲ ἐμόν. ἀλλ’ ὅπως ἔσχε ταῦτα διηγησάμην.
23. Εἰ δὲ Μενέδημος πρότερον μὲν οὐκ ἦν φίλος, νῦν δέ, τί θαυμαστόν; πολὺ γὰρ δὴ τοῦτο ἐν τοῖς [*](2 ὅ ΙV Bong ὅ Α | δὲ Re 4 num πικρόν? 5 γόμενος Bong 6 δι’ ἐμοῦ coni Bong 8 αὐτοῦ IV Bong 9 αὐτοῦ Ι Bong 10 ἢν 1)18 Ι sed prius inser m3 11 διὰ ΑΡ sed in hoc ὰ eras et ’ pos m2 | ὃν Re 12 δὲ 15 πατάξας V Re πατάξαις ΑΡ sed in hoc in marg οἶμαι οὕτως· παρατάξας, Ι Bong 16 δὲ in δὴ corr Ρ δὴ V 22 ἱστᾶι Ι Bong)