Oratio 31
Libanius
Libanius, Oratio 31, Libanii Opera Vol 3, Orationes XXVI-L, Teubner, Foerster, 1906
ἔτι τοίνυν αὐτὸ τὸ πλῆθος τῶν ἀθροισθησομένων καὶ τὸ παντοδαπὸν ὅμιλον ἐπὶ τὴν ἀκρόασιν ἥξειν ἤλπιζον ὑμᾶς συμπαρακαλέσειν οὐχ ἦττον αὐτοῦ τοῦ λέγοντος. ὡς αἱ μὶν ἀμάρτυροι φι- λοτιμίαι λυποῦσι τοὺς δώσοντας, καὶ ἃ προεῖτ’ ἄν τις πολλῶν συνειδότων, οὐκ ἔχων τοὺς εἰσομένους κρεῖτ- τὸν ἡγήσατο μὴ δοῦναι· ἃ δ’ ἂν ἐν πολλῷ τις θεάτρῳ παρὰ τῶν συμβούλων ἀκούῃ, λογιζόμενος ὡς ἀπειθή- σας μὲν μὲν μυρίους ἔξει τοὺς κατηγόρους, εἴξας δὲ πεισθεὶς τοσούτους τοὺς ἐπαινέτας, τὸ μὲν φοβού- [*](4 ἀπόλλυσθαι Ρ sed accent. supra υ eras et ολλ in ras m3 ἀπολλύσθαι AI 5 ἴπειτα edd 6 διπλῆι A διπλῆ reli- qui libri edd cf. t. II 179, 6 7 ἡμέτερος Ι 8 δοκεῖτε ΙΒ Par Mor 110 μὶν] δμὼς Β 13 ὁ δὲ — 14 εἰσήνεγκεν in marg add C f 15 ἀθροισθησομένων Ι sed σθη inser m3 17 αἱ — 148, 2 βελτίων citat Macar fol. 90 18 προεῖτ’ scripsi πρόειτ’ BVPar πρόοιτ’ CPI sed o (2) in ε corr P2I3, Μο Macar edd πρόοῖτ’ Α cf. t. I 107, 9 | τις in marg add Par2 τι Macar 23 τὸ] τὸν Macar)
πόσους οἴεσθε νῦν τοὺς μὲν ἐκ Φοινί- κης, τοὺς δὲ ἐκ Παλαιστίνης, Αἰγυπτίους, Κυπρίους, Ἀραβίους, Κίλικας, Καππαδόκας, ὅθεν ἂν εἴπῃς, | ἀκούειν καὶ τηρεῖν, τί μὲν ἐγὼ λέγω, πῶς δὲ [*](R II 220) ὑμεῖς ἕξετε; δότε δὴ τούτοις τὴν ἀμείνω περὶ ὑμῶν οἴκαδε φήμην φέρειν, ὅτι ἡ πόλις ἡ Ἀντιόχου τῆς λαχούσης αὐτὴν Μούσης ἄξια καὶ φρονεῖ καὶ ψηφίζεται καὶ πᾶν ὑπὲρ λόγων ἀνάλωμα κοῦφον ἡγεῖται καὶ οὔτε ψιλῆς οὔτε πεφυτευμένης χώρας οὔτ’ ἄλλου τῶν πάντων οὐδενὸς φείδεται, δι’ ὅτου φυλάξειν οἴεται παρ’ αὑτῇ τὸ χρῆμα τῆς παιδείας.
ἀλλ’ ὁ λαμπρὸς ἱπποτρόφος, Ἥλιε, καὶ ὁ τοὺς ἀθλητὰς ἐξ ἅπαντος ἀγείρων μυχοῦ καὶ ὁ θηρίων πλῆθος ὠνούμενος καὶ τοὺς πρὸς ταῦτα μαχουμένους ἰχνεύων, ὧν ἕκαστον διασείειν πέφυκε τῶν λειτουργούντων τὰς οὐσίας, νῦν φιλάργυρος, νῦν γλίσχρος, νῦν φιλοχρήματος, ἐν ᾧ τὸ μὲν κινδυνευόμενον λόγοι, τὸ δὲ σῶσαι τούτους δυνάμενον πλέθρα γῆς; μηδαμῶς. ἀλλὰ κἀκεῖνα ὥσπερ νῦν πραττέσθω καὶ ταῦτα ἐκείνοις προσέστω.