Oratio 31
Libanius
Libanius, Oratio 31, Libanii Opera Vol 3, Orationes XXVI-L, Teubner, Foerster, 1906
εἶτα μέντοι καὶ τὸ μὴ παραδείγμασιν ὑπὲρ ἐκείνων ἐνεῖναι χρῆ- σθαι παρεῖχεν ὄκνον τῷ λέγοντι. τοῖς μέν γε ῥήτορ- σιν ἡ Ζηνοβίου συναγωνίζεται γῆ, πρὸ δὲ τῶν ἄλλων ἑτέρους ἐκ γεωργίας τοιαύτης ὠφελημένους οὐκ ἦν ἰδεῖν. ἐφοβήθην οὖν μὴ τοῖς ἀντιλέγειν μοι προῃρη- μένοις ἡ κατ’ ἐκείνων λαβὴ καὶ τὸ ὑπὲρ τούτων κατὰ βλάψῃ δίκαιον. ἂν οὖν εὕρω μεγαλοψύχους ὑμᾶς ἐπὶ τοῦ πρώτου λόγου, θαρρήσω καὶ περὶ τοῦ δευτέρου, καὶ τῶν ἅλως δεομένων θεραπείας περὶ τοὺς λόγους, πολλὰ γὰρ νοσεῖ, τεύξεται φροντίδος καὶ συμβουλῆς ἕκαστον. ἡ γὰρ τῶν ἀκουόντων προθυμία πολλὰς ήσει τὰς εἰσηγήσεις.
36. Καὶ τί, φησιν, ἴδει λόγου καὶ συλλόγου καὶ τοῦ τρίβειν ἡμέραν ἐξὸν οὑτωσὶ προσελ- θόντα τῶν πολιτευομένων ἑκάστῳ καὶ δια- λεχθέντα βραχέσι ῥήμασι ποιῆσαι ταὐτό; αῦτα ἐρεῖ τις ἄνθρωπος ὅς ἐφ’ ἅπαντας μὲν ἀφίησι σκώμματα καὶ τέρπειν οἴεται τοὺς συνόντας, ἔστι δὲ πλέον ἀηδής, ἢ χαρίεις εἶναι νομίζει.
πρῶτον μὲν [*](1 συμπινόντων V συνᾳδόντων Β 2 συμπονούντων Β | τῶν αὐτῶν Ι 5 αὐτῶν AIBMO Mor ἀυτων V sed spir supra υ eras et ’ add m2 6 οὐ inser C s 10 παρὰ coni Sintenis 11 ὠφελημένων Par et γρ in marg Mor 13 ἡ reposui e libris ᾖ Par edd 24 μέν om Ι 26 <ὃς>)
χωρὶς δὲ τούτων καὶ τὰ σφόδρα δίκαια τῶν πραγ- μάτων οὐκ ἂν ὁμοίως ἰσχύσαι ῥᾳθύμως τε ῥηθέντα καὶ μετὰ σπουδῆς δηλωθέντα, ἀλλ’ ὁ μὲν ὡς ἔτυχε μνησθεὶς οὐδὲν εἰς τὸ πεῖσαι τοῦ σιγήσαντος διήνεγκεν, ὁ δὲ ἐσκεμμένως αὶ τῆς ὑποθέσεως ἀξίως εἰπὼν ἅπαντα εἰσήνεγκεν.