Oratio 31
Libanius
Libanius, Oratio 31, Libanii Opera Vol 3, Orationes XXVI-L, Teubner, Foerster, 1906
καὶ τὶ δεῖ περὶ τούτων εἰκάζειν ἐξὸν ἐπ’ αὐτὴν ἐλθόντα τὴν ἐξέτασιν καθαρόν, ὡς ἔχει, τὸ πρᾶγμα μαθεῖν; εἰσελθὼν γὰρ ὁ νομίζων τὰ παρὰ τῶν νέων μεγάλα καθίσας αὑτὸν παρὰ τὸν θρόνον καλῶν στον πυνθανέσθω, τίς ὁ παρ’ αὐτοῦ μισθός. οἶμαι γὰρ πλὴν ὀλίγων κομιδῆ τοὺς ἄλλους, εἰ γνοῖεν ἐφ’ ᾧ καλοῦνται, φεύγοντας ὅποιπερ ἂν ἐξῇ καταδύεσθαι [*](1 οὖν inter μὲν et αἰτίᾳ edd delevi | τὸ Μο 2 τοῖς ἀνθρώποις om Patm | τούτους Patm sed γρ τούτοις in marg m2) [*](7 ἐκώλνσεν I sed ν add m3 10 δ’ Re | τἀκείνων Β | ἐκεί- νων Μοnnier 11 οὖν om Mor | οἶκον in marg Α 15 num φωρᾶν ? 17 κρινεῖ Cobet Coll. 128, at variationis temporum studiosus Libanius 19 καθαρὸν A 22 αὐτῶν V 24 ὧν Mo | ὄπηπερ V)
ἀλλὰ γὰρ οὐκ ἄξιον διὰ πάσης ἀκριβείας ἐλθεῖν. τῶν γὰρ ἐνόντων εἰπεῖν ἄμεινον ἀφελεῖν ἢ λυπῆσαι τοὺς ἡδέως μὲν ἂν δόντας, τύχῃ δὲ κεκωλυμένους. τοσοῦτον δ’ ἂν ἰσχυρισαίμην, ὡς ὀλίγων τῶν ἐκεῖθεν ὄντων παρὰ τῆς πόλεως ἀξιῶ τι φανῆναι καὶ μὴ πι- στοτέρους τοὺς πόρρωθεν μαντευομένους ἐμοῦ τοῦ συζῶντος περὶ τοῦ ποῖα τὰ τῶν ῥητόρων ἐστὶ νομι- σθῆναι.
καὶ μὴν κἀκεῖνό γ’ ἂν ἡδέως ἐροίμην· ἔστιν ὅστις πώποτ᾿ ἤλπισε τοὺς εἰς τάχος τού- τους διδάσκοντας γράφειν ὄψεσθαι χρυσὸν ἀπὸ τῆς αὑτῶν τέχνης ἢ βέλτιον πράξειν τῶν σκυτοτόμων καὶ τεκτόνων; οὐδείς. ἀλλ’ ὄμως εὐ- [*](R II 218) ποροῦσι καὶ τρυφῶσι καὶ μεθύουσι καὶ | γεγόνασι σεμνοί. τί οὖν θαυμαστόν, εἰ ὥσπερ τὰ ’κείνων ἦρται παρὰ τὴν ἀξίαν, οὕτω τὰ τούτων ἐταπεινώθη;
34. Καὶ διὰ τί, φήσει τις, ὑπὲρ μὲν τούτων ἀλγεῖς καὶ λέγεις, τοῖς δ’ ἄλλοις παιδευταῖς οὐ συναγορεύεις; ὅτι τὰ τούτων ἀκριβέστερον ἐπίστα- [*](5 Isocr. Phil. § 110 p. 104 d) [*](1 ψεύδεσθαι Μο | τολμῶντας Ι sed ας ex ες corr m3) [*](2 τελοῦσιν Ι sed ν add m3 τελῶσιν Patm sed γρ τελοῦσιν in marg m2 3 οὐδ’ ὄτι οὖν Α οὐδοτιοῦν edd 5 τῶν γὰρ ἐνόντων Α sed γρ τὸ γὰρ ἐνὸν in marg, P sed in ras 7 litt m3) [*](7 ἰσχυρισαίμην scripsi, ut coni Monnerius ἰσχυρίσαιμι libri sed in ἰσχυρισαίμην corr V, edd τί Ι 12 πώποτ’ scripsi e V πώποτε πώποτε reliqui libri edd | ἤλπισεν Α 14 αὐτῶν IBV Mor 15 τῶν τεκτόνων Β 17 τἀκείνων edd | ἧρται Ι 18 τὰ ’κείνων Α sed γρ τούτων in marg, Μο τἀκείνων Patm, sed γρ τὰ τούτων in marg m2 19 διατί AIB MoV.)