Oratio 31
Libanius
Libanius, Oratio 31, Libanii Opera Vol 3, Orationes XXVI-L, Teubner, Foerster, 1906
ἂν ταύτης, ὦ ἄνδρες πολῖται, τύχωσι τῆς βοηθείας, οἱ μὲν εἰς τροφήν, οἱ νέοι δὲ εἰς λόγους ἔσονται κεκερδακότες. ὥσπερ γὰρ ἥτις ὄμβρων ἀπολαύει χώρα γενναίους καὶ πολλοὺς ἀποδίδωσι τοὺς καρπούς, οἱ δὲ αὐχμοὶ ταῖς γοναῖς ἐναντιοῦσθαι πεφύκασιν, οὕτω τοῖς παιδεύουσιν ἡ μὲν ὑπὲρ τῶν ἀναγκαίων φροντὶς ἀποφράττει τὴν γλῶτ- ταν, ἡ δὲ τῶν ἐπιτηδείων ἀφθονία προκαλεῖται πηγάς. οὐκοῦν ὧν δώσετε μείζω λήψεσθε καὶ διὰ σίτου βρα- χέος ἀνθεῖν παρασκευάσετε τὸν λειμῶνα τῶν λόγων;
19. Τί δαί; φήσει τις, οὐχὶ τὰς συντάξεις οὗ- [*](3 δεῖ Ι sed εῖ ex ὴ corr m3 | καὶ χορηγούντων om 4 δαπάναις C sed αἰ in ras 2 litt m2 | καὶ ante καιναῖς inser Re del Monnier 5 ante ἐκ lacuna 2 et ras 3 litt Ι 11 τοῦ — 12 ἄμεινον praemissis verbis Τοῦ πρὸς ἀντιοχεῖς ῥητό- ρων: λόγ. ιβ citat Macar fol. 89v 11 γε om Macar 12 καὶ τὸ Macar 14 κεκερδακότες Α sed post α 1 litt γ?) eras 15 εἴ τις IV (Par sed ἡ suprascr m2) Ι ἁπολαύει reposui e libris ἀπολαύοι V) ἀπολαύῃ par edd 16 δ’ Re 17 καὶ ante τοῖς inser Re delevi 18 ἀποφράττει scripsi coll. Ι 259, 6 ἀποστρέφει libri edd 19 προςκαλεῖται V | ψυχὰς Μο sed in marg πηγὰς 21 signum interrogationis posui, punctum libri edd 22 δέ BV Mor)
ἀλλ’ ἐῶ τοῦτο. ἀλλὰ τό γε μέτρον τῶν συντάξεων ἃς ἀποχρῆν ἔνιοι φήσουσιν, ἐγὼ μὲν αἰσχυνοίμην ἂν εἰπεῖν, οὕτως εἰσὶ μεγάλαι καὶ τοῦ [*](R II 213) τῆς πόλεως ὀνόματος ἄξιαι, σὺ δὲ εἰπὲ | θὼν ἐκεῖνό μοι πρότερον ἀποκρινάμενος· ἦν Ζηνοβίῳ σύνταξις ἢ οὔ; καὶ μάλα. τί δαί; ἀγρὸν οὐκ ἐκαρ- ποῦτο τῆς πόλεως κάλλιστόν τε καὶ πολυοινότατον ἐν δεξιᾷ χωροῦντι πρὸς Δάφνην παρ’ αὐτὸν τὸν ποταμόν; καὶ οὐδεἰς ἀνεβόησεν· ὦ Ἡράκλεις, ἄνθρωπος τος δυοῖν εἴδεσι λημμάτων ἐκκαρποῦται τὴν πόλιν, ἀλλ' ὡς πάντ’ ἐλάττω τοῦ δέοντος δώσοντες, εἰ καὶ πολλάκις τοσαῦτα δοῖεν, οὕτως ἐφρόνουν.
[*](6 Dem. de fals. leg. p. 450,2 14 cf. ad t I 130,15; 134,11; 289, 16 16 Thuc. I 138, 6 19 Dem. c. Timocr. p. 700, 18 21 Plat. Rep. Ι p. 830 Β)[*](2 δ’ Re 5 τοὺς inserui auctore Sinteni 6 σοβοῦντα scripsi auctore Monnerio coll. Ι 374, 3 φοβοῦντα libri edd 7 ἄμασιν Μο | καὶ σχήμασιν om Μο 8 αὐτοῦ IV αὑτοὺς Μο 9 λιμοῦ Ι sed οῦ in ras 5 litt m3 10 μέτρων CMo 11 ἀποχρὴν CAMo ἀποχρῶν Β 12 μικραὶ et 13 ἀνάξιαι coni Re 14 ἀποκρινόμενος V 16 δὲ Β δέ Mor 18 ἡρά- κλεις C sed ει η corr 8 20 τῆς πόλεως Par Mor sed in hoc γρ τοῦ δέοντος in marg)21. Δεξιώτερος γὰρ τούτων ἐκεῖνος. ἃ βού- λομαι λέγεις. ἀλλ’ οὐ διὰ τοῦτο τούτους ἀμελεῖσθαι δίκαιον, εἴ τι πλέον ἦν παρ’ ἐκείνῳ κατὰ τοὺς λόγους, οὐδέ γε τοὺς ζῶντας τῆς τοῦ τετελευτηκότος ἀρετῆς ὑπέχειν δίκην. εἰ μὲν γὰρ οὐ λυσιτελεῖν τούσδε τοῖς νέοις ὑπείληφέ τις, ἀπιέναι κελευέτω καὶ ζητείτω βελ- τίους· εἰ δ’ ἀγαθοὺς εἶναι παιδεύειν ὁμολογεῖ, μὴ χρήσθω μὲν ὡς ἐπισταμένοις, ὡς δὲ ἀχρήστους ἀτιμα- ζέτω. εἰ δὲ μή, δόξουσιν οἱ τοῦτο πεπονθότες ἀγρῶν περὶ ὧν λέγω πλείω ποιεῖσθαι λόγον ἢ τῶν υἱέων. εἰ γὰρ τῶν μὲν ὡς φαύλοις οὐ μεταδώσουσιν ἡγούμενοι τὸ πρᾶγμα δεινόν, τοὺς δὲ τούτοις παιδεύειν παραδώσουσιν ὡς οὐκ ἐν μεγάλῳ κινδυνεύσοντες, πῶς οὐχ ὡμολογήκασι δευτέρους ἄγειν τοὺς παῖδας τῶν χρημάτων νῦν δοκιμάζειν ἀξιοῦντες τοὺς ῥήτορας ἐν τῇ περὶ τοῦ δοῦναι βουλῇ παρέντες βασανίζειν ἐν τῇ σκέψει τῇ περὶ τῶν υἱέων;
22. Ὅλως δὲ ἐν τῷ περὶ τῆς τροφῆς λόγῳ τοῦτο δεῖ σκοπεῖν, πότερον σύμμετρον τὸ δοθὲν ἢ τῆς χρείας ἔλαττον, κἂν μὲν ἀποχρῶν φαίνηται, μὴ προσέχειν | τῷ πείθοντι περὶ τοῦ πλείονος, ἂν δὲ συχνῷ τῳ [*](R II 214) λειπόμενον, δέχεσθαι τὴν περὶ τῆς προσθήκης παραί- νεσιν, ἐπεὶ κἀκεῖνος ὑπὲρ τοῦ τρέφεσθαι πρεπόντως ἐλευ- θέρῳ τὸ χωρίον προσελάμβανεν. οὐ <γάρ> μὰ Δία, τῆς [*](9 Thuc. VI 11, 4 13 Thuc. II 35, 1) [*](2 διατοῦτο BMoV 8 δ’ Re 13 κινδυνεύοντες V (et Par sed γρ κινδυνεύσοντες in marg) 18 τῆς inser 1 3 21 πλέονος CAI sed in hoc ε in ει corr m3 | τῷ Mor qui τὸ coni) [*](24 τῶν χωρίων I | γάρ inserui)
ἀλλ’ εἰ πάντως δεῖ τούτοις ἐλάττω τὰ παρ’ ὑμῶν εἶναι καὶ τῶν παρανόμων ἒν τι τοῖς αὐτοῖς ἐκείνῳ τρέφεσθαι, καὶ οὕτως ἐν ἐλάττοσιν ἔσον- ται. τήν γέ τοι σύνταξιν ἑνὸς ἀνδρὸς ἐκείνου τέττα- ρες ὄντες νενέμηνται, ὥστε κἂν τοὺς ἀγροὺς ὑπάρξῃ λαβεῖν, τῶν γε περὶ τὴν σύνταξιν ἐν ταὐτῷ μενόντων οὔπω τά τούτων εἰς ἴσον τοῖς ἐκείνου καθίσταται.
24. Ὡς μὲν οὖν οὐδὲν καινὸν εἰσηγοῦμαι μεμνη- μένος ἀγρῶν, ὁ πρὸ τούτων εἰληφώς καὶ γεωργήσας μάρτυς ἐστίν, οἶμαι δ’ εἰ καὶ μήπω πρότερον δεδομέ- νην ἐξεύρισκον τοῖς παιδεύουσι βοήθειαν, οὐκ ἂν παρὰ τοῦτο δικαίως μὴ πείσας ἀπελθεῖν. οὐ γὰρ τὴν καινότητα τῶν εἰσηγήσεων, ἀλλὰ τὴν αἰσχύνην φυλάτ- τεσθαι προσήκει τοὺς βουλευομένους ὀρθῶς. ἄτοπον γὰρ τῶν μὲν κρατούντων τὰ δοκοῦντα χείρω λύεσθαι καὶ τὴν φύσιν τοῦ πράγματος ἰσχυροτέραν εἶναι τοῦ χρόνου, κατὰ δὲ τῶν οὔπω νενικηκότων ἰσχύειν τὸ μὴ τῶν εἰωθότων εἶναι τὰ λεγόμενα.
25. Καίτοι τινὲς ἐπὶ τῶν ἐργαστηρίων καθήμενοι περὶ τῆς τῶν διδασκάλων εὐπορίας διαλέγονται τῶν τε νέων κατάλογον ποιούμενοι καὶ σταθμὸν ἐπὶ δα- [*](2 Dem. de cor. p. 244, 21 22 Dem. c. Neaer. p. 1367, 26) [*](1 ἆθλον. εἰ τοῦτο ἦν, Monnier qui adnotavit: „potuit quo- que seruari Reisk. lectio addito ἢ μικ.“ | ἢ inserui auctore Mon- nerio οὕτω γὰρ ἂν μικρῶς coni Re 5 ἴν τι] ἔν τι] num ἐστὶ?) [*](7 γὲ Ρ sed γὰρ suprascr m5 γάρ τοι BPar Μου 8 κάν Β) [*](10 ἶσον Ι 15 δικαίως scripsi δίκαιος libri edd edd, post quod εἶναι inser Re, delevit Monnerius 17 βουλευομένους Ι sed ευο in ras m3 18 μὲν γὰρ Mor)
26. Τῶν τεχνῶν ὁπόσαι μὲν τιμῶνται παρὰ τῶν βασιλευόντων, καὶ τοὺς μεμαθηκότας εἰς δύναμιν ἄγουσιν ὁμοῦ καὶ τοῖς διδάσκουσιν εὐδαιμονίαν αὗται φέρουσι καὶ ὁ μισθὸς ὡς ὑπὲρ μεγάλων μέγας· ὅταν δὲ ὑπὸ τοῦ δυναστεύοντος ἐπιτήδευμα καταφρονηθῇ, κἂν χρηστὸν ᾖ τῇ φύσει, τὴν δόξαν ἀπολώλεκε, τῆς δόξης δὲ περιαιρεθείσης καὶ ὁ μισθὸς συνανῄρηται, μᾶλλον δὲ κἂν μὴ σύμπας ἀπόληται, μικρὸς ἀντὶ με- γάλου γίγνεται.