Oratio 30
Libanius
Libanius, Oratio 30, Libanii Opera Vol 3, Orationes XXVI-L, Teubner, Foerster, 1906
κἂν ἐπέλθῃς τὴν γῆν ἅπασαν ἣν οἱ Ῥωμαῖοι νέμονται, πανταχοῦ τοῦτο εὑ- ῥήσεις, ἐπεὶ κἀν τῇ μετὰ τὴν μεγίστην πρώτῃ νεῴ τινες ἔτ’ εἰσιν, εἰ καὶ τῶν τιμῶν ἐστέρηνται, ὀλίγοι μὲν ἐκ πάνυ πολλῶν, οὐ μὴν ἐξῆλθέ γε ἅπαν ἐξ αὐ- [*](1 Dem. de fals. leg. p. 348, 14 10 Dem. ep. ad Phil. p. 157, 17 21 Constantinopoli cf. t. II 240, 15) [*](1 καί σε Re | βουλομένοις Re 6 λόγων Μ 8 Οἱ — 9 μετέωρα om Got post εἰρημένων καταλαβόντες, lacuna indi- cata 10 αὐτοὺς Got | ἔννοιαν Ι sed ἔν in ras m3 εὔνοιαν Got 11 ἡ ἐκείνων I sed ἡ ’ ex ἑ corr m3 ἡ κείνων Got ἡ ἐκείνων Re 13 <παρὰ> σφίσιν? 14 προσελθόντων 17 νεώ IBMV Got 18 αὑτοῖς Re αὐτοῖς U αὐτοῖς reliqui libri Got 21 νεώι CA νεώ UIBMV)
6. Παίδων τοίνυν ἡμῶν ὄντων καθαιρεῖ μὲν τὸν περιυβρίσαντα τὴν Ῥώμην ὁ Γαλατῶν ἐπ’ αὐτὸν ἀγα- γὼν στρατόπεδον, οἳ θεοῖς ἐπῆλθον πρότερον εὐξά- [*](R II 161) μένοι, κρατήσας δὲ καὶ ἀνδρὸς | ἐπ’ ἐκείνῳ ταῖς πόλεσιν ἀνθεῖν παρεσχηκότος ἡγησάμενος αὑτῷ λυσι- τελεῖν ἕτερόν τινα νομίζειν θεὸν εἰς μὲν τὴν τῆς πό- [*](R II 162) λέως περὶ ἣν ἐσπούδασε ποίησιν | τοῖς ἱεροῖς ἐχρήσατο χρήμασι, τῆς κατὰ νόμους δὲ θεραπείας ἐκί- νησεν οὐδὲ ἕν, ἀλλ’ ἦν μὲν ἐν τοῖς ἱεροῖς πενία, παρῆν δὲ ὁρᾶν ἅπαντα τἄλλα πληρούμενα.