Oratio 30

Libanius

Libanius, Oratio 30, Libanii Opera Vol 3, Orationes XXVI-L, Teubner, Foerster, 1906

δέομαι οὖν εἰς ἐμέ τε τείνειν τὸν λέγοντα τὴν ὄψιν, ὦ βασιλεῦ, [*](14 cf. t. II 393, 2. 428, 9 sq.) [*](3 διὸ Ι sed in δι’ ὃ corr m2, ΒΜ 4 λέίειν Got 5 δὲ Got 8 δεῖν Β sed εῖν in ras m2 9 ἤπερ Got 11 τὸ om PU 11 ὀργίλου — 16 συμβουλήν citat praemissis verbis τοῦ πρὸς βασιλέα ὑπὲρ τῶν μιαρῶν ἱερῶν αὐτοῦ Macar fol. 89 v 11 γὰρ om Macar 12 τὸ τὸ Ι om I ἠπίου AP 14 πράου PIBM Got | ταῦτα — σά om Macar | τὸ om Got 16 ὑφ’ Re ἐφ’ libri excepto U qui om, Macar Got 6 τοῦ 1 sed ῦ in ras m3 et supra o eras 18 οὐδὲ μιᾶς Α 19 οὐδ’ Got 20 τὰ Got 21 ὑπελάμβανεν ΑΡ | ταῦτ’ V 22 σε Sintenis | τεῖναι V | τὴν ὄψιν ὦ βασιλεῦ τὸν λέγοντα V)

89
καὶ μὴ τοῖς διὰ πολλῶν ἐκκρούειν καὶ σὲ κἀμὲ βου- λησομένοις διδόναι τοὺς ὀφθαλμούς. ὡς πολλάκις γε νευμάτων δύναμις πλέον τῆς ἀπὸ τῶν ἀληθῶν ἰσχύος ἠνέγκατο. φημὶ δὲ δεῖν κἀκείνους ἐάσαντάς με καθ’ ἡσυχίαν τε καὶ χωρὶς ἐπηρείας διεξελθεῖν τὸν λόγον ὕστερον αὖ πειρᾶσθαι καὶ αὐτοὺς λόγῳ κρατῆσαι τῶν ἡμῖν εἰρημένων.

4. Οἱ πρῶτοι φανέντες ἐπὶ γῆς, ὦ βασιλεῦ, τὰ μετέωρα καταλαβόντες | σπηλαίοις τε καὶ καλύβαις [*](R II 158) αὑτοὺς διασώζοντες θεῶν εὐθὺς ἔννοιαν λαβόντες καὶ γνόντες ὁπόσον ἡ ’κείνων εὔνοια τοῖς ἀνθρώποις, ἱερά τε οἷα εἰκὸς τοὺς πρώτους φύντας, καὶ ἀγάλματα σφίσιν αὐτοῖς ἐποίησαν. τῶν πραγμάτων δὲ εἰς πόλεις προελθόντων ἤδη τῆς περὶ ταῦτα τέχνης εἰς τοῦτο ἀποχρώσης πολλαὶ μὲν ἐν ὑπωρείαις, πολλαὶ δὲ ἐν πεδίοις ἐφάνησαν, ἐν ἑκάστῃ δὲ μετὰ τὸ τεῖχος ἀρχὴ τοῦ λοιποῦ σώματος | ἱερὰ καὶ νεῴ. παρὰ γὰρ [*](R II 159) δὴ τῶν τοιούτων κυβερνητῶν ἡγοῦντο μεγίστην αὑτοῖς καὶ τὴν ἀσφάλειαν ἔσεσθαι.