Oratio 30

Libanius

Libanius, Oratio 30, Libanii Opera Vol 3, Orationes XXVI-L, Teubner, Foerster, 1906

κατα- βάσης δὲ τῆς ἀρχῆς ἐπὶ τὸν ἐξ ἐκείνου, μᾶλλον δὲ τοῦ [*](R II 163) σχήματος, | ὡς τό γε κρατεῖν ἑτέρων ἦν, οἷς ἡ ἐξ ἀρχῆς παιδαγωγία καὶ τὸ μέχρι παντὸς ἶσον δύνασθαι παρέσχεν, οὗτος οὖν ἐν τῷ κελεύεσθαι παρ’ αὐτῶν βασιλεύων ἄλλα τε οὐ καλὰ πείθεται καὶ μηκέτ’ εἶναι [*](6 Maxentium. cf. Zos. II 16 9 Licinii. cf. Zos. II 28. Iul. Conv. p. 328 D sq. 12 cf. or. LXV t. III 436, 17 sq R 20 Cod. Theod. XVI 10, 2. 4. 5. 6) [*](16 Κωνστάντιον λέγει τὸν τοῦ μεγάλου Κωνσταντίνου υἱόν P3) [*](1 τούτων Μ 2 οἱ ῥωμαῖοι Β 4 μετ’ αὐτὴν V 5 αὐτῶν Ι Got 7 γνώμην Got | αὐτοῦ V 9 ἐκείνω Ι sed είνω ex εῖνο corr m3 ἐκείνω Β sed ’ et ~ et ω add m2 10 αὑτῷ Ρ sed ‘ in ras m3 αὐτῶ IV Got ἀυτῶ U 13 χρή- μασιν Α 14 οὐδὲν ἓν Got 15 ὁρᾶν om Β | τἆλλα A 16 ἐξεκείνου Β 17 ἡ inser I3 | ἐξαρχῆς BV 18 ἴσον] εἶναι Β) [*](19 οὖν inser I3)

91
θυσίας. ταύτας ὁ ’κείνου μὲν ἀνεψιός, ἀρετὴν δὲ ἅπασαν κτησάμενος ἐπανάγει καὶ τεθνεῶτος ἐν Πέρ- σαις, ὅ τι δεδρακὼς ἢ μέλλων, ἀφίημι νῦν, μένει μέν τινα τὸ θύειν ἱερεῖα χρόνον, νεωτέρων δέ τινων συμβάντων ἐκωλύθη παρὰ τοῖν ἀδελφοῖν, ἀλλ’ οὐ τὸ λιβανωτόν. ἀλλὰ τοῦτό γε καὶ ὁ σὸς ἐβεβαίωσε νόμος, ὥστε μὴ μᾶλλον ἀλγεῖν ἡμᾶς | οἷς ἀφῃρέθημεν ἢ [*](R II 164) χάριν εἰδέναι τῶν συγεκχωρημένων.