Oratio 29

Libanius

Libanius, Oratio 29, Libanii Opera Vol 3, Orationes XXVI-L, Teubner, Foerster, 1906

ἐγὼ δὲ οὔτ’ ἄλλοτε πώποτε προηκάμην τοῖς ἀδι- κοῦσι τοὺς ἀδικουμένους διὰ τὸ τοὺς μὲν εἶναι τῶν λαμπροτέρων, τοὺς δὲ τῶν καταδεεστέρων οὔτε νῦν τοῦτ’ ἔμελλον πείσεσθαι. μὴ γὰρ ὅτι Κάνδιδον, ἀλλ’ οὐδ’ ἂν τὸν ἐμαυτοῦ πατέρα ταὐτὰ Κανδίδῳ πεποιη- κότα πρότερον ἂν ἤγαγον τοῦ | τοιαῦτα παθόντος [*](R II 339) σιτοποιοῦ, ἀλλ’ οὐδ’ ἂν ἄλλου τινὸς τῶν ἐν ἐλάττονι τέχνῃ οὐδ’ ἄν, μὰ τοὺς θεούς, τυροπώλου οὐδέ γε ὀξοπώλου οὐδὲ ἰσχαδοπώλου οὐδέ γε νευρορράφου. μὴ οὖν μοι λεγέτω τις ἅρματα ἢ ἀθλητὰς ἢ ἄρ- κτους ἢ κυνηγέτας· τούτοις γὰρ ἅπασιν ἀντιτεταγ- μένον τὸ δίκαιον μᾶλλον αὑτῷ πείθει προσέχειν ἢ ’κείνοις.

πείθει δὲ καὶ τὰ ἀπὸ τῆς ἔχθρας τῆς ἐσομένης φέρειν. ὅτι μὲν γὰρ δυσμενὴς ἐπὶ τού- τοις ἐκεῖνος καὶ πάντα ἐπιβουλεύσει τρόπον καὶ συν- εργῶν οὐκ ἀπορήσει, καὶ σφόδρα ἐπίσταμαι. οὐ μὴν φόβῳ γε τοῦ τοιούτου πολέμου προδότης ἂν εἱλόμην τῶν δικαίων καὶ γενέσθαι καὶ νομισθῆναι. οὐδὲ γὰρ [*](3 τἀνθρώπεια Re 7 μᾶλλον] om Bong 8 ἄλλοτέ ποτε Β 12 αὖ Β 13 πότερον Μο | ἦγον ΒΜ Bong | τοιαῦτα Ρ sed οι in ras m2 15 γε ὀξοπώλου οὐδὲ om V 16 οὐδ’ edd) [*](19 ἀυτῶ ἁ αὐτὸ Μ αὐτῷ reliqui libri | προσέχειν πείθει ΒΜ) [*](20 ’κείνοις Ρ sed ’ eras ἐκείνοις V κείνοις I | τὰ om τὰ | ἔχθρας Ρ sed θρ in ras m2 25 καὶ (1) om V)

78
τοῖς τὰς τάξεις λιποῦσι συγγνώμην ἔχομεν καὶ ταῦτα εἰδότες, ὅτι δέει τοῦτο ἁμαρτάνουσιν. αὐτὸ γὰρ δὴ τοῦτο καὶ τὸ ἔγκλημά ἐστιν, ὅτι φόβῳ διαφθείρουσι τὸ προσῆκον. διὰ τοῦτο ἀποθνήσκουσιν αἰσχρῶς οὐ βουληθέντες καλῶς.