Oratio 29
Libanius
Libanius, Oratio 29, Libanii Opera Vol 3, Orationes XXVI-L, Teubner, Foerster, 1906
ἐποιούμην δὲ τότε οὐ πρὸ τοῦ Κανδίδου τὸν Ἀντίοχον, ἀλλὰ πρὸ τοῦ ἀδίκου τὸ δίκαιον· τοῦτο μὲν γὰρ ὑπῆρχεν Ἀντιόχῳ, τοῦ Κανδίδου δὲ ἦν ἐκεῖνο. οὐδεὶς δὲ οὐδὲ τῶν ἀδικωτάτων ἀνθρώπων τολμήσειεν ἂν εἰπεῖν, ὡς οὐκ αἰδέσιμον ἡ τοῦ δικαίου τάξις. διὰ τοῦτο κἀκ τῶν ἀπράτων δικαστηρίων ἀπιόντας ὁρῶμεν νενικηκότας οὐκ ἀεὶ τοὺς εὐπόρους, ἀλλά ποτε μὲν τούτους, ποτὲ δὲ τοὺς πενεστέρους τῶν δικαίων ποι- ούντων ἑκάτερον.
σὺ δὲ οἷος ἂν ἦσθα καὶ πρὸς ἐκείνους λέγων· οὐ καλῶς, ὦ ἄνθρωποι, πεποιή- κατε τοῦ μὲν ἡττωμένου παρ᾿ ὑμῖν τὴν δύνα- μιν ἀτιμάσαντες, τοῦ δὲ κεκρατηκότος τὴν ἀσθένειαν τιμήσαντες ἐξὸν πεποιηκέναι ναντίον; εἰ δ’ οὐκ ἂν πρὸς δικαστὴν τοῦτο ἐποίεις, διὰ τί πρὸς ἐμέ; πανταχοῦ γὰρ ἔγωγε νομίζω προσή- [*](2 γνωριμωτέρων I 3 ἀμφοῖν τῆς Β 6 καὶ inser Α2 8 ὁ inter ὡς et τῷ inser Μο τῶ Ι sed ῶ ex ὸ corr m2 | ἔξε- στιν Μο ἐστι Bong | τῶν Μο | δὲ edd 9 ποιεῖν C 15 δια- τοῦτο PBMIMo | ἀπράκτων VI sed in hoc κ eras 18 οἶ- σθα Β 19 λέγειν Re οἶος ἂν ἦσθα λέγειν idem significare statuens atque ἐδύνασο ἂν λέγειν | ἄνδρες Μο 20 ἡμῖν VaV sed in hoc η in u corr, U 24 διατί MVI | προσήκειν om Bong)