Oratio 29

Libanius

Libanius, Oratio 29, Libanii Opera Vol 3, Orationes XXVI-L, Teubner, Foerster, 1906

ἦν οὖν κἀμοὶ καλὸν ταύτην φυλάξαι τὴν τάξιν. καὶ γὰρ εἰ μηδεὶς ἔμελλέ με μήτε γράφεσθαι μήτε κρίνειν, ἀλλ’ οἵ τε θεοὶ ταῦτ’ ἂν ᾐτιῶντο καὶ αὐτὸς ἂν ἐμαυτὸν κατήσθιον εἰδὼς ἅ μοι ἐπεπλημμέλητο. καὶ μὴν καὶ ἐλπίδες μοι παρ’ αὐτοῦ τοῦ τὰ δίκαια ποιεῖν ὑπῆρχον. τοὺς γὰρ ἅπερ αὐτὸς ἐπῄνουν ἐπαινοῦντας θεοὺς ἡγούμην καὶ κρείττω με ποιήσειν τῶν πολεμησόντων. λόχον τοίνυν ὁποῖόν τινα βούλεταί τε καὶ δύναται συστησάμενος λάθρα τε διορυττέτω καὶ φανερῶς μαχέσθω. τῆς γὰρ δὴ τῶν θεῶν μεθ’ ἡμῶν οὔσης ῥοπῆς γέλως ἔσται καὶ αὐτὸς καὶ οὕς συλλέγει.

33. Διὰ τί, φησί, τὴν ὀφειλομένην ἐπὶ τοῖς [*](R II 340) ἐλέγχοις διεκώλυσας δίκην; ὅτι πρῶτον | μὲν αὐτὸν τὸν ἔλεγχον οὐ μικρὰν δίκην ἡγησάμην. ἔπειθ’ οἱ πεπονθότες αὐτοὶ κακῶς ἐδέοντό μου μηδὲν ζητῆσαι πλέον μηδ’ ἐκπολεμῶσαι σύνταγμα στρατιωτῶν τοσοῦ- τον ἐργαστηρίῳ. ὥσθ’ οἷς λογισμοῖς εἰς τὸν ἔλεγχον συνέπραττον, τοῖς αὐτοῖς τούτοις εἰς τὸ μὴ γενέσθαι τινὰ τιμωρίαν ἐχρώμην. ἐκεῖνό τε γὰρ ἦν τοὺς ἠδι- κημένους ἐλεοῦντος καὶ τοῦτο τοῖς αὐτοῖς χαριζομένου, ἄλλως θ’ ὅτε καὶ ἐξῆν αὐτοῖς τὰ αὑτῶν κομίσασθαι. [*](1 τὰς inser Β2 om PVaVUI | λείπουσι AVBong λει- πουσι I sed ει in ι corr, Μ sed in λείπουσι corr m2 | τοῦτο] ταῦτα Bong 4 διατοῦτο APBVIMo 5 οὖν om Μ Bong) [*](9 ἐπεπλημέλητο PVaUIMo 12 λόχον Ρ sed χ in ras m4 16 τε ἱστᾶι Μο 17 διατί PBMVIMo 21 μὴ δ’ ΡΒΜΙ Μο μὴ δὲ V 24 τινὰ om V 26 ὅτι Β | αὐτῶν VIMo)

79
ὁ γὰρ ἀρνούμενος μὴ λαβεῖν παρὰ τοῦ τραπεζίτου καὶ λαβὼν οὐκ εἰλήφει. φέρειν γὰρ αὐτὰ πάλιν ἐπὶ τὴν τράπεζαν ἔδει.

οὕτως ἐν οἷς καὶ ἔπραττον καὶ οὐκ ἔπραττον οὐκ ἐμαχόμην ἐμαυτῷ. τοὺς μέντοι μεμφομένους μοι δυναίμην ἂν δεῖξαι μαχομένους ἑαυ- τοῖς, οἳ τῷ τε εἰς κρίσιν καταστῆσαί με τὸ πρᾶγμα κακῶς λέγουσι καὶ τῷ πάνυ σπουδάσαι περὶ τὸ μὴ δοῦναι τὸν στρατιώτην δίκην. εἰ μὲν γὰρ τἀπὸ τῆς ὀργῆς αἰτιῶνται, τὰ τῆς ἐπιεικείας ἐπαινούντων· εἰ δὲ τὰ τῆς ἐπιεικείας ἐν αἰτίᾳ ποιοῦνται, τί μὴ τὸ συνορ- γισθῆναι τῇ γυναικὶ τῷ καλῷ προσνέμουσι ;

35. Καὶ μὴν κἀκεῖνό γε τοῖς εἰρημένοις προσθείην ἄν, ὅτι καὶ εἰ σφόδρα τῆς τιμωρίας ἐπεθύμουν, | νικᾶν ἔδει τὸ δοκοῦν Αὐγάρῳ τῷ τοῦ στρατιώτου [*](R II 341) μὲν ἀδελφῷ, φίλῳ δὲ ἡμετέρῳ καὶ συνήθει παῖδά τε ἐν ταῖς ἡμετέραις ἔχοντι διατριβαῖς οὐ τῶν πολλῶν, ἀλλ’ ὧν ἄν τις καὶ μακαρίσαι τοὺς γονεῖς τῆς τῶν υἱέων κατὰ τὴν φύσιν τύχης. τούτοιν τοίνυν ὁ μὲν εἶπέ τι περὶ τἀδελφοῦ, ὁ δ’ ἔλεγε μὲν οὐδέν, τῇ σιγῇ δὲ ταὐτὸν ἔπραττεν.

36. πολλὰ πολλὰ καὶ μεγάλα τὸν στρατιώτην διέ- σωζε. βουλοίμην δ’ ἂν καὶ ὅλως ταῦθ’ ἅπαντας εἰδἐ- ναι περὶ ἐμοῦ, ὅτι τοῖς ἀδικοῦσι καὶ καταφρονοῦσι τῶν νόμων μέχρι μὲν τοῦ κατενεγκεῖν πολεμῶ, κειμέ- νους δὲ ἰδὼν σπένδομαι.

[*](1 ὁ] οὐ Μ Bong | π εα V μὲν τι Ι 6 με om Bong 7 <πρᾶξαι> κακῶς? | τοῦ BMV Bong 8 τὰ ἀπὸ Β 10 εικίας Re 13 εἰ καὶ Μο 18 τὴν om ΒΜ | τοῦτον V 19 εἶπεν Α | τι om V τί ΒΜο | τοῦ ἀδελφοῦ ΒΜΙ | ὁ Ρ sed m3, BMVI ὃ CA | δὲ Re 23 τοῖς ἀδικοῦσι — 25 σπένδομαι citat praemissis verbis τοῦ κατὰ τῶν πλεονεκτούντων Macar fol. 90 26 σπένδομαι Ρ sed ν in ras m4 ὑπὲρ ἑαυτοῦ διὰ τὴν πρὸς ἀντίοχον συνηγορίαν subscr Ρ)