Oratio 29
Libanius
Libanius, Oratio 29, Libanii Opera Vol 3, Orationes XXVI-L, Teubner, Foerster, 1906
ταῦτα οὐκ ἐρῶ πρὸς Κάνδιδον, ἀλλ’ ἔστω τὸ πικρὸν τοῦτο δίκαιον, εἰ διαρρήδην ἤκουσεν, ὅτι δεῖ ταῦτα Ἀντίοχον ἅπαντα παθεῖν ἃ πέπονθεν. ἀλλ’ οὐκ ἂν δύναιτο. οὐκοῦν κύριος ἦν σαφῶς τοῦ γε ἐλάττονος καὶ οὐκ ἔμελλε δώσειν νῦν δίκην τοῦ μὴ ὅσην νῦν δίκην λαβεῖν οὐδ’ ἐρήσεσθαι τοὺς ὑπηρέτας ὁ ἄρχων· πόσαι δὲ αἱ πληγαί; οὐδ’ ὡς οὐ πολλαί, γνοὺς ἢ λόγῳ ἢ ἔργῳ λυπήσειν τὸν Κάνδιδον. καίτοι τὶ τὸ κωλῦον ἦν, εἰ πολλὰς οὕτω γενέσθαι τὰς πληγὰς ἐβούλετο, τὸν ἀριθ- μὸν εἰπεῖν καὶ τὸ τοὺς τύπτοντας εἶναι δεῖν τῶν ῥω- μαλεωτέρων, οἷον Κάνδιδος αὐτῷ τὸν υἱὸν ἐπέστησε τὸν αὑτοῦ;
θαυμάζω δὲ ὅπως οὐδ’ αὐτοῦ τοῦ ματος ᾐσχύνθη τὴν φιλανθρωπίαν· οὐ γὰρ ἀγριαίνον- τος ἦν οὐδὲ ζέοντος, ἀλλ’ οἷον δεδοικότος μή τι σφο- [*](1 ἀλλ’ — ἀφείς citat Plan fol. 104 | ἐκεῖνο A sed o ex α corr | ἀφείς· PBMVI Bong | ἔχοι M Bong | τίς ΒΙΜο) [*](2 εἰρημένον om V 3 τοσοῦτον Μο | ὃς Μο sed ὅσος in marg) [*](5 γενόμενος scripsi e CP sed in hoc ε (1) ex Ι corr, I γινόμενος reliqui libri edd | πραότερος BMIMo 7 ὅτ᾿ ἂν Α) [*](9 ἤδη — λελωφηκότος citat Plan l. l. | ταῦτα] „malim ἀλλὰ “ Re 13 τε U 14 δώσει Ι 17 κωλῦον? cf. ad t. I 166, 13 18 post οὕτω ras 4 litt M 20 num αὐτοῖς? | συνέστησε coni Re 21 αὐτοῦ V 23 δεδιότος V)
25. Δῆλοί δὲ αὐτὸς ὁ ἄρχων οἷς εἰς ἕτερον ἔπρα- ξεν ἔξω ταῦτ’ εἶναι τῆς γνώμης τῆς ἑαυτοῦ. τῆς τῆς γὰρ αἰτίας ἐπ’ ἄλλον ἡκούσης λαβὼν τὸ σῶμα τοῦ κεκακουργηκέναι δοκοῦντος τοὺς ἡμερωτέρους τῶν τὰ γράμματα διδασκόντων μιμησάμενος ἀφῆκε δείξας οἷς περὶ ἕτερον ἐποίησεν, ἅπερ ἂν ἐποίησεν, εἰ καὶ τὸν πρότερον ἦν τις εἰσηχὼς αὐτῷ.
26. Ὃ δὲ μεῖζον εἰς ἔλεγχον τῆς Κανδίδου σκή- ψεως, εἰς τί γάρ, εἰπέ μοι, βλέπων, εἰς ποῖον λόγον, εἰς ποῖον ῥῆμα, εἰς ποίαν συλλαβήν, εἰς ποῖον νεῦμα τὰ πολλῷ βαρύτερα τῶν πληγῶν ἐκεῖνα προσέθηκας; ἐν οἷς ἦν ἰατρῶν τε ἐστερῆσθαι τὸν ἄνθρωπον καὶ θέαμα εἶναι τοῖς ἐν τῇ πόλει πᾶσιν ἐλεεινὸν ὥσπερ τι τῶν βοσκημάτων ἐλαυνόμενον. εἰ δ’ ἐν τῷ τῆς νουθεσίας ὀνόματι πάντα ταῦτα εἶναι φής, καὶ ἀπο- τυμπανίσας τὸν ἄνθρωπον εἰς ταὐτό μοι δοκεῖς ἂν καταφυγεῖν. ἀλλ᾿ οὔτε τότε οὐδεὶς ἠνέσχετ᾿ ἂν οὔτε νῦν. οὐ γὰρ ὁ ἄρχων οὐδ’ ἅπερ ἐκεῖνος ἔφησεν, ἀπώλλυ τὸν Ἀντίοχον, ἀλλὰ τό τε χρήματα ἐπ’ Ἀν- τιόχῳ παρὰ τῶν ἐχθρῶν τῶν Ἀντιόχου δεδόσθαι τό τε τὴν Ἀντιόχου γυναῖκα μὴ δυνηθῆναι πρὸ τῶν πλη- γῶν δοῦναι τούτῳ χρυσίον ὁπόσον ἐβούλετο, ἐπεὶ καὶ μετὰ τὰς πληγὰς οὐ τοσοῦτον μέν, ἐδόθη δ’ οὖν.
[*](8 τοὺς — 9 μιμησάμενος om Bong 9 ἀφῆκεν Α 10 τὸ Ι 11 τίς Μο | ἠσηχὼς U 12 καὶ τῆς Μ Bong 17 τῇ om C 22 οὐδὲ Re 23 ἀπόλλυ VaM Bong 24 τῶν (2)] τοῦ BMV Bong 26 τούτῳ τὸ χρυσίον Bong)27. Ὑπὲρ Ἀντιόχου οὖν, ἐρεῖ τις, ἔδει λυπεῖν Κάνδιδον, ὑπὲρ τοῦ σιτοποιοῦ τῶν γνωριμω- τάτων ἔνα; ἐγὼ δὲ τὸ μέσον μὲν τῆς ἀμφοῖν τύχης οὐκ ἠγνόουν οὐδ’ ὡς ὁ μὲν οἰκίαν κέκτηται μεγάλην, 5 ὁ δὲ μισθὸν τῶν οἰκημάτων ἐν οἷς οἰκεῖ τίθησιν οὐδ’ ὡς ὁ μὲν γῆν ἔχει πολλήν τε καὶ ἀγαθήν, ὁ δὲ μύλην [*](R II 338) οὐδ’ | ὡς ὁ μὲν τῇ γαστρὶ χαρίζεται, ὁ δὲ οὐ δύναται οὐδ’ ὡς τῷ μὲν ἀργεῖν ἔξεστι, τῷ δ’ ἀνάγκη πονεῖν. οἶδα ταῦτα καὶ πολλὰ πρὸς τούτοις ἕτερα.