Oratio 27

Libanius

Libanius, Oratio 27, Libanii Opera Vol 3, Orationes XXVI-L, Teubner, Foerster, 1906

τοιγαροῦν ἐνέπλησας μὲν ἀνθρώπων τὸν στενωπὸν τοῦ πατρὸς τὸν ἔρημον, ὃν δὲ τὸ κηπίον ἔτρεφε λαχάνοις μόνοις, τούτῳ πανταχόθεν τὸ τρυφᾶν. τῶν δώρων δὲ τὰ μὲν ἀμοιβὴν ἔχει, τὰ δὲ παράκλησιν. οἱ γείτονες δὲ ὁρῶν- τες θαυμάζουσιν. | ὁ δὲ πωλεῖ τὰς εἰς Φοινίκην [*](R II 121) ἐπιστολάς, κἄν τις τῆς σῆς ἀρχῆς δέηται, θεραπεύσας ἐκεῖνον θαρρεῖ περὶ τοῦ τέλους.

οὗτος καὶ τὸ καινὸν δὴ τοῦτ’ ἔδειξε. Κάλλιππον δοκοῦντα ἄρχοντι νοῦν τε ἔχειν καὶ νήφειν καὶ δύνασθαί τι τῶν τῆς πόλεως ἐπανορθοῦν τὸν ὑπὸ τῆς ὑπωρείας πίνοντα ἔωθεν πολλῶν ὁρώντων, ἔπειτα ὀρχούμενον, ἔπειτα πίνοντα, πάλιν δὲ ὀρχούμενον, τὸν εἰ πόρνας διαλ- λάξειε μαχομένας μέγα ποιούμενον, οὗτός ἐστιν ὁ πεί- σας, οὗτος ὁ ἐξαπατήσας.

σὺ δὲ ἀκούσας, ὡς [*](2 cf. or. pro Olymp. ed. Siebenk. p. 81, 25. Plat. Phaedr. p. 241 Β. Dio. Chrys. or. IV p. 176 R. 16 cf. t. I 523, 1 2 ἐπὶ τῶν ἐξαίφνης πρὸς οὐδένα λόγον μεταβαλλομένων V2) cf. Diogen. III 54 cum nota Leutschii 7 τὸν στενωπὸν] ἔνθα [*](2 φασὶ Α sed α in ras m2 5 ἐχρῆν VaMo edd χρὴ I 8 μόνοις A sed ι in ras m2 12 κἄν τις] „interponendum νί- detur τι“ Re 14 δεινὸν Β | δὴ om Β | κάλιππον ΙΒ κάλ- λιπον Va Mor | δοκοῦντα ἄρχοντι] „videtur inserendum τῷ πρό- τερον“ Re 17 ἔωθεν — 18 πίνοντα om Μο Mor 18 διαλ- λάξει καὶ V 19 οὗτος ἔστιν V 20 δ’ Re)

34
ἀγαθὸς ἐκεῖνος, εὐθὺς ἐπίστευσας ὑπερβὰς βάσανον δεινὴν ἀνδρὸς ἐπιδεῖξαι φύσιν. τίνα ταύτην; τὴν περὶ τὰ αὑτοῦ πρόνοιαν. καὶ οὐκ ἠρώτησας παρ’ ὧν ἂν τἀληθὲς ἔμαθες· ὁ δὲ ἄνθρωπος οὗτος, εἰ καὶ μὴ προσέθηκε τοῖς πατρῴοις χρήμασιν, αὐτά γε ἐκεῖνα διέσωσεν; ἤκουσας ἂν πάντα πεπραμένα, πάντα ἀνηλωμένα, πάντα δι’ αἰδοίων τε καὶ γαστρὸς οἰχόμενα. μὴ γὰρ δὴ τῶν ὡς κατελειτούργησε τὴν οὐσίαν λεγόντων ἀνέχου. οὗτος γάρ ἐστιν ὁ καὶ τῇ τοῦ βασιλέως φιλανθρωπίᾳ κακῶς χρησάμενος ἐπὶ τῆς αὐτῆς ἡμέρας κομισάμενός τε καὶ ἀποδόμενος τοὺς ἀγροὺς καὶ μικροῦ τὴν τιμὴν ἅπασαν αὐτοῦ καταφαγών. [*](R II 122) ἢ καὶ τότε ἐλειτούργει τῇ πόλει; καὶ τὴν | Λαΐδα ἀντὶ τοῦ Δῖός λογιεῖσθε;