Oratio 4

Libanius

Libanius. Libanii Opera, Volume 1, Fasc 1: Orationes I-V. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.

εἰ δ’ ἔστι φρονεῖν καὶ πρὸς τοῦτο προβάντα χρόνου καὶ πολὺ πλείους τῶν [*](4) τοῦτο παθόντων οἱ μὴ παθόντες εἰσί, τί δεῖ κατὰ τῆς [*](R 209) ψυχῆς τὴν ἡλικίαν | λαμβάνειν καὶ νομίζειν τὸ γῆρας ἐν αὑτῷ καὶ τὸ ληρεῖν κομίζειν;

ἢ σὺ τολμήσεις εἰπεῖν, ὡς ἐλήρει μὲν Πλατῶν, ἐλήρει δὲ Ἰσοκράτης, ἐλήρει δὲ Σοφοκλῆς, οὐκ ἐσωφρόνει δὲ Γοργίας, οὐκ ᾔδει δ’ ἑαυτὸν ὁ Τυανεὺς ἐκεῖνος;

Ὅμηρος δὲ τί μαθὼν εἰς Ἴλιον ἄγει τὸν Πύλιον γέροντα τὸν τοῖς τε Λαπίθαις συνηγωνισμένον καὶ μετὰ τῶν Ἀτρειδῶν πλέοντα; ἦ ἵνα γέλωτα παρέχῃ τοῖς Ἀχαιοῖς ἐν ταῖς ὑπὲρ τῶν ὅλων βουλαῖς ἐκφερόμενος τοῦ δέοντος;

ἀλλ’ ἕνα μή τις τῶν σοὶ παραπλησίων ὑπολάβῃ τι τοιῦτον ἀκούων τὸ μετὰ δὲ τριτάτοισιν ἄνασσε, διὰ τῆς εὐχῆς Ἀγαμέμνονος ἅπαν τοῦτ’ ἀνεῖλεν, ἣν ἐποιήσατο πρὸς τὸν Δία καὶ τὸν Ἀπόλλω καὶ τὴν Ἀθηνᾶν νίκην αἰτῶν. ἀφεὶς γὰρ Αἴαντα τὸν Λοκρὸν καὶ τὸν μέγαν καὶ τὸν Τυδέως καὶ αὐτὸν τὸν Ἀχιλλέα [*](7 Cf. [Lucian.] Macrob. § 21 | [Luc.] l. l. § 23 8 Cf. [Luc.] l. l. §§ 24 et 23. Plin. n. h. VII § 156 9 Philostr. vit. Apollon. Tyan. VIII 29 p. 171 10 Cf. [Lucian.] l. l. § 3 11 II. α 269 15 II. α 252 16 ΙΙ. β 371 sq.) [*](3 τοῦ χρόνου edd χρόνον Μο | πολλοὶ Ι 4 τούτω Ι 6 ἁυτῶι in textu, γρ ταὐτῶ in marg A ταυτῶ PBMMo Βong ταυτὸ Ι 7 πλάττων Ι | ἐλήρει δὲ] καὶ ΒΜ | ἰσοκράτης Α σωκράτης Μ σωκράτης PIBMo 8 η in σοφοκλῆς in ras duarum litterarum C v 10 παθὼν Bong 11 συναγωνισά- μενον Bong 12 ἄγοντα Μο | ἦ scripsi ἢ libri edd 13 a φερόμενος Μο ἐκφερόμενον Re 14 ὑπολάβοι ΒΜ sed in hoc οι in ras | τί CAIMo om V 15 δὲ om BM τ tertium in τριτάτοισιν in ras C v 18 Αἴαντε vel Αἴαντας Gasda 19 καὶ secundum inser P4 om CAVUMo Re)

289
δέκα συμβούλων ἐμνήσθη Νέστορι παραπλησίων, ὡς οὕτω δράσων, ἐφ’ ὅπερ ἧκεν.

7. Εἶεν. ἀλλ’ ἐκεῖνα μὲν ἀρχαῖα καὶ παλαιά, τί δαὶ Ἡρώδης ὁ Ἀθηναῖος ὁ πονεῖν είδώς, ὁ τῷ θη- [*](4) σαύρῳ πλούσιος; τί | δαὶ ὁ Σπαρτιάτης σοφιστὴς ὁ [*](R 210) τῷ πίνειν εὐπορώτερος εἰς λόγους γιγνόμενος; τί δ’ ὁ παρ’ ἐκεῖνον μὲν οὐ φοιτήσας, παρ’ ἔνα δὲ τῶν νου μαθητῶν, ὁ Καππαδόκης, ᾠ καὶ τεθνεῶτι τῶν βασιλέων τις τὸν νεκρὸν τιμήσας ἀπέπεμψε;

τού- . του μακροβιώτερος ἦν, ᾧ πολλή τις ἡ παρὰ τῶν προ- λόγων δόξα παρευδοκιμούντων τοὺς ἀγῶνας αὐτῷ. οὗτος τοίνυν ὁ Αἰγύπτιος οὐκ ἐν πλούτῳ μὲν ἀπῆλθεν, ἀφῆκε δὲ τὴν ψυχὴν ἄνευ πλάνης.

Ἀλλὰ τῶν ἐνταῦθά με βούλει μεμνῆσθαι; οὐκοῦν ὑγιαίνων μὲν Αἰδέσιος τὰς φρένας ᾤχετο, ταὐτὸ δὲ ὑπῆρξε τοῖς μετ’ ἐκεῖνον; ὧν ἐγὼ τῷ πρεσβυτέρῳ τὸν ἴσον βεβίωκα χρόνον καὶ οἶδά γε θρηνήσας αὐτὸν ὑπὲρ τοὺς ἄλλους, νέος τῶν ἐκείνου ῥευμάτων ἀποστερού- μενος· καίτοι ληροῦντος ἀπελθόντος τί θρηνεῖν ἔδει; ἀλλ’ οἶμαι τὸν σοφιστὴν εὑρίσκομεν καθ’ ἑκάστην ἡμέ- ραν ἐπιδιδόντα.

[*](4 Philostr. vit. soph. II 1, 15 p. 73 et 2 p. 56 8 Pausanias Caesareensis (Philostr. l. l. II 13)? 12 Ptolomaeus vel Apol- lonius vel Pollux Naucratitae (Philostr. l. l. II 15, 2; II 12)? 15 Eunap. vit. soph. 48, 8 sq. 16 Zenobius cf. p. 130, 15; 134, 11 et ep. 407)[*](2 ῞ et ω in οὕτω in ras Ρ2 τοῦτο U 4 δὲ VBMMo Bong 5 δὲ VIBMMo Bong Sintenis 6 εὐπορώτατο·ς Ι | γινόμενος IV | δαὶ Ι δὲ ΒΜ 9 τίς VIBMMo | ἀπέπεμψεν Β 10 διὰ ΒΜ Bong 11 δόξαν Μο sed ν erasum 14 με scripsit Re e Μο μοι reliqui libri Bong 15 αἰδέσι ος cum rasura unius vel duarum litterarum U 18 νέους Μο | ν in ἐκείνου in ras Ρ2 | ἀπεστερημένος Re 19 καὶ τί Ι 20 καθε- κάστην Μο)
290

10. Ἀλλ’ ἐγὼ ληρῶ καὶ παραφρονῶ καὶ γήρᾳ [*](R 211) τοῦτό μοι συμβέβηκεν· εἶτ᾿ ἐν τοσάύτῃ πόλει | σοὶ μόνῳ τοῦτ’ ἀνεφάνη, τοὺς δ’ ἄλλους ἔλαθε τοὺς προσ- αγορεύοντας, τοὺς προσιόντας, τοὺς συγκαθημένους, τοὺς ὁμιλοῦντας, τοὺς λαλοῦντας, τοὺς ἐν ταῖς ἐπι- δείξεσι πάντα ποιοῦντας; οἳ πότ’ ἂν ὑπήκουσαν ἀν- θρώπῳ μεθύοντι καὶ πρὸ τῆς τῶν οἰκείων φροντίδος τὰς ἐμὰς φλυαρίας ἔθεντο;

11. Ἀλλ’ ἐάσωμεν, εἰ δοκεῖ, τὴν εἰς χρόνον ζημίαν. περὶ δὲ τῶν παῖδας τοὺς αὑτῶν εἰσαγόντων καὶ παρα- διδόντων, παῖδες δὲ καὶ πρὸ τῶν ψυχῶν τοῖς πατράσι, τί τις ἂν φαίη; καὶ γὰρ εἰ τοὺς ἀπόντας τὸ πρᾶγμα διέφυγε, (καίτοι πῶς ἂν τοῦτό γε ἠγνοήθη;) τοῖς παροῦσιν ἔκδηλον ἂν ἦν.

ἔστιν οὖν ὅστις εἵλετ ἂν ὃν ἐγέννησε κατακρημνίσαι; καὶ βορβόρου μὲν οὐκ ἂν ἔδωκε πιεῖν, τῶν δὲ ἀπὸ τῆς ἐμῆς ἀφροσύνης; οὐκ ἔστι ταῦτα, οὐκ ἔστιν· οὐδ’ ἂν κρατήσαις εἷς ὢν καὶ οὗτος πίθηκος τοσούτων μὲν γονέων, τοσούτων δὲ πόλεων, οὕτω δὲ πολλῶν ἐθνῶν. οὐδὲ γὰρ εἰ Δάφνην ταύτην τὴν οὕτω καλὴν καὶ δένδρεσι καὶ κήποις καὶ πηγαῖς καὶ καταγωγαῖς ἀηδὲς εἶναι λέγοις χωρίον, περιέσῃ τῆς ἀληθείας.

[*](R 212)

13. Βούλεσθέ με προσθεῖναι | ταῖς ἀποδείξεσιν, ἢ [*](2 μοι τοῦτο ΙΒΜ Bong | συμβέβηκε Re | εἶτα ΙΒΜ 4 προσιόντας in προσόντας corr Α2 5 τοὺς λαλοῦντας om Bong 6 οἳ <πῶς> α ποτ’ Cobet Mnem. V 105 (= Coll. 101), recte | ἤκουσαν ἀνθρώπου μεθύοντος Μο 7 μεθιέντι Gasda 9 ἐάσομεν Μο | ἐσ Ι 10 ἑαυτῶν Ι αὐτῶν ΑΡΜο | εἰσα- γαγόντων Β 12 τίς CAPMo 13 καίτοι γε ΙΜ Bong | τοῦ Ι 14 δῆλον ἦν ἄν Μο 17 σαῖς in κρατήσαις in ras P3 κρατήσας U 21 καὶ om Bong | λέγεις ΡΒΜ (in hoc tamen ε in ras) Bong 23 ει et ε in ἀποδείξεσιν in ras P3 ex o γρ η et α ut videtur | εἰ A εἰ CPMo)

291
καὶ τοῖς εἰρημένοις νενίκηκα; ἀλλὰ περιττὸν μέν, τὸ δ’ οὖν ὑμῖν ἀρέσκον οὐ φεύξομαι· οὐκοῦν, ὥσπερ ὑμῶν ἕκαστος, οἶδα μὲν τὸ πρεσβύτερον τῆς πόλεως μέρος, οἶδα δὲ τὸ νεώτερον καὶ ποτέρωθι μὲν τὸ θέα- τρον, ἐν ποτέρῳ δὲ ὁ ἱππόδρομος, καὶ τῶν πυλῶν ἑκάστη ποῖ φέρει, καὶ ὡς ὁ βασιλεὺς ἄνευ ταλαιπωρίας καθεῖλε τὸν τύραννον, καὶ ὡς ὁ παῖς αὐτῷ μέγας ἐστὶν ἐν παιδί. ἐπίσταμαι δέ, πόσοι μὲν ἄρχοντες ἡμῖν, πό- σον δὲ ἑκάστῳ τὸ μέτρον, καὶ τί τὸ ἀεὶ παρὸν τῆς ἡμέρας μέρος, καὶ τί μὲν ἐμόν, τί δ’ οὐκ ἐμόν, καὶ τῷ μὲν χρῶμαι, τοῦ δ’ ἀπέχομαι.

τί δαί; τοὺς φοιτῶντας ὡς ἡμᾶς οὐκ οἶδα, καὶ τίνος ἕκαστος καὶ πόθεν, ὀνόματά τε αὐτῶν καὶ τύχας, καὶ τίνι μὲν αὐτῶν ἔνι χρήματα, τίνι δὲ οὔ; ἀλλ’ ἐπὶ τὸ δειπνεῖν ἐρχόμενος ἐμνήσθην τοῦ σιτίου μὲν ὡς ποτοῦ, ποτοῦ δὲ ὡς σίτου; καὶ τί δεῖ περὶ τὰ τοιαῦτα διατρίβειν, ἀλλ’ οὐκ ἐξ ὧν αὐτῶν δεῖ, καλῶς τὴν κατηγορίαν ἐλέγχειν; ἐὰν γάρ με λάβῃς ἀγνοοῦντα, τίς εἶ σὺ καὶ τίνων γέγονας, μαίνεσθαί με μᾶλλον ἢ τὸν Ὀρέστην λέγειν.

[*](7 Μάξιυον cf. Zosim. IV 47. Oros. VII 35. Pacat. Paneg. Theod. c. 40 sq. | Ἀρκάδιος cf. Hydat. chron. ed. Mommsen Chron. Min. saec. IV—VII t. 2 p. 15, 14)[*](20 λέγειν ἤτοι λέγε· τῆς ἀττικῆς καὶ τοῦτο συνηθείας· καὶ ποιηταὶ τούτῳ χρῶνται Σοφοκλῆς τότ’ ἤδη φάσκειν ἐμὲ μαν- τικῇ μηδὲν φρονεῖν (Oed. R. 462. Cf. Bruhn, Sophokles, Anhang § 123), καὶἈριστείδης πολλαχοῦ τῶν ἑσυτοῦ λόγων τούτῳ χρῆται V)[*](1 το ς cum rasura unius litterae U 2 οὖν om Μο | ἡμῖν Ι 4 ποτέρωθεν Μο 6 πῆ Ι 7 ὡς om Bong 10 δὲ Β 11 δὲ VBMo Sintenis 14 δ’ Re | ἀλλὰ Ι 15 μὲν τοῦ σιτίου Re | τοῦ om Μο 16 σιτίου V 17 αὐτῶν Re e Μο αὐτὸν reliqui libri Bong 20 ειν in λέγειν in ras P3 λέγειν Α sed γε supra γειν m2 λέγε U)
292
[*](R 213)

15. Κώμη τις ἤνεγκέ σοι τὸν πατέρα, φυγὼν | δὲ ἐκεῖνος πόνους τοὺς τῷ γεωργῷ προσήκοντας καὶ κατὰ τοῦτο τήν τε γῆν ἀδικήσας οἷς τε τῶν καρπῶν μέλει θεοῖς θυρωρὸς ἄρχοντος κιναίδου καθίσταται καὶ ᾧ κιναίδων ἔδει, καὶ τὸ τὰ τοιαῦτα τοῦτον ὑπηρετεῖν δύνασθαι δοῦλον αὐτῷ τὸν ἄρχοντα ποιεῖ, τοῦτο δὲ τούτῳ χρυσίον.

γενόμενος δὲ Εὐτροπίου τοῦδε πατήρ, δέον τὸν υἱὸν ἀποδοῦναι δικέλλῃ καὶ σμινύῃ καὶ βουσὶ καὶ ἀρότρῳ, καὶ διὰ τοῦδε τὴν γῆν ἀδικεῖν ἠξίου μεταθεὶς αὐτὸν ἐπὶ μουσεῖα καὶ λόγους οὐκ οὔσης τοῖς διδασκάλοις ἐξουσίας οἷς βούλοιντο κλείειν τὰς θύρας.