Oratio 4

Libanius

Libanius. Libanii Opera, Volume 1, Fasc 1: Orationes I-V. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.

καὶ πάλιν αὐτὸς ἦν ὁ πατήρ, διὰ μὲν τῶν προτέρων τὴν Δήμητραν ἀδικῶν, τῷ δὲ τῶν μισθῶν ἀποστερεῖν τὰς Μούσας. οὔκουν ἔχοι τις ἂν εἰπεῖν τὸν λαβόντα. καὶ ταῦτα ἐποίει παρόντων χρημάτων ἀπὸ τῆς διακονίας ὧν ἔφην, τῆς μὲν τῶν οὐκ εἰσπρατ- τόντων ἀπολαύων ἐπιεικείας, τῆς δὲ τῶν δεινὰ πάσχειν λεγόντων καταφρονῶν ὀργῆς.

ὢν δὲ οὗτος ὁ λίθος [*](R 214) μεγάλης αἴτιος | τοῖς διδάσκουσι ταλαιπωρίας ἔχων αὐτὸς οὐδὲν ἄγεται μὲν ἐπὶ τὴν τῶν νόμων μάθησιν, ὃ τῶν τὴν διάνοιαν βραδυτέρων ἐστίν. ὢν δὲ καὶ ἐν ἐκείνοις λίθος διφθέρας μὲν παχείας τε καὶ πλατείας τὰ γόνατα βαρυνούσας ἔφερεν, ἴδη δὲ τοῦ τῶν συνη- [*](1 τίς CAPIB 2 ἐκεῖ Ι 5 ι prius in κιναίδων o in ras Μ2 | τὸ scripsi e VMo τωι C τῶ Ρ sed ὁ m3 suprapos τῷ reliqui libri edd | τὰ om V 6 αὑτῷ edd αὐτὸν τῶ ἄρχοντι m2 supra αὐτῶ τὸν ἄρχοντα Ρ τώ ἄρ- χοντι U 7 τοῦ δὲ Μο 8 ἀποδοῦναι τὸν υἱὸν Re | σμινύνῃ Μ 9 υσι in βουσὶ in ras Ρ3 10 ἐπὶ τὰ μουδεῖα Μο 11 acu- tus supra α et οις in διδασκάλοις in ras P3 13 ν in δήμη- τραν in ΑΡ erasum Δήμητρα Re 14 ἔχει CAPI | τίς CA1 19 διδασκάλοις Re 23 δὲ om Μο)

293
γόρων μετεσχηκὼς ἀριθμοῦ συνεῖπεν οὐδενὶ τῶν των, οὐ ξένοις, οὐ πολίταις, οὐκ ἀνδράσιν, οὐ γυναι- ξίν, οὐκ ἀπόροις, οὐκ εὐποροῦσιν· οὐ γὰρ ἐδόκει χρή- σιμος ἂν γενέσθαι. διόπερ οὐκ εἶχε τοὺς αὐτοῦ δεη- σομένους.

19. Ἀρά σοι δοκῶ ληρεῖν ἐν τούτοις ἢ τῶν ἀληθῶν ὑπὸ τῆς ἡλικίας ἐκφέρεσθαι, ἀλλ’ οὐκ αὐτὰ τὰ ὄντα διὰ πάσης ἀκριβείας ἐν τούτοις εἰρηκέναι τά τε τοῦ πατρὸς τά τε σά; καίτοι τοῦ γε παραφρονοῦντος ἦν ἕτερα ἀνθ’ ἑτέρων λέγειν καὶ μηδ’ αὐτὸ τοῦτ’ εἰδέναι, ὅτι ἀνθ’ ἑτέρων ἕτερα. εἰ μὲν οὖν τοῦτο πέπονθα, δεῖξον καὶ οὐκ ἀδικεῖς· εἰ δ’ οὐκ ἂν δύναιο, πῶς οὐκ ἠσέλγαινες;

20. Εἶμι δὴ καὶ διὰ τῶν λοιπῶν, σὺ δέ με παρα- τηρεῖν. ἐδόκεις εἶναι δίκαιος Κυνηγίῳ λειτουργεῖν καὶ τῇ ’κείνου ψήφῳ | τῶν βοηθούντων ἦσθα. ταύτης [*](R 215) τῆς ψήφου τὸ δίκαιον βοηθείαις ἀδίκοις ποιήσας ἀσθενὲς καὶ καταναγκάσας τὴν βουλὴν εἰς ἑαυτὴν γενέσθαι κακὴν ἄρχων ἡμῖν ἀφῖξαι, οὐ μισθὸν ἀρετῆς τὴν ἀρχὴν λαβών. οὔτε γὰρ ἐν πολέμῳ σύ γε λαμ- πρός, οὐδὲ γὰρ στρατιώτης σύ τις, οὔτ’ ἐν τοῖς διὰ λόγων ἀγῶσιν, ὀλίγον γὰρ δὴ τῶν ἐν ταῖς εἰκόσι ῥη- [*](15 Cf. Hydat. chron. ed. Mommsen chron. min. saec. IV—VII t. 2 p. 15, 18. Gothofr. Pros. Theod. p. 356.) [*](1 συνεῖπε δὲ Μο 3 ἐδόκει τι(??)ν α (τίσιν α Β) χρήσιμος ΒΜ Bong 4 αὐτοὺς Μο 7 ἀληθίας Ι 9 τοῦτο γε Μο 10 ἕτερον ἀνθ’ ἑτέρου Re | μηδὲ ΙΜ | τοῦτο ΙΒΜ Bong | γινώσκειν Ι 11 α in πέπονθα in ras ex ε P3 12 δὲ ΙΒ 13 ἡ in ἠσέλγαινες in ras Μ2 14 δὴ] δεῖ Ι δὲ Bong 16 βουλευόντων Μο | ὴῖσθα C 17 ἐποίησας Re 18 α ultimum in καταναγκάσας in ras C v | ἑαυτήν τε V 19 γενέσθαι] εἶναι U 21 γὰρ om V 22 o in ὀλίγον ex ω corr C n ὀλίγων Bong | εἰκόσι ex εἴκοσι corr C8)

294
τορῶν διήνεγκας.

ἀλλ’ ἥκεις ἐωνημένος, ὅπερ ἂν καὶ σοῦ τις φαυλότερος, καὶ τὴν τιμὴν οἴκοθεν ἅπασαν οὐ καταβαλὼν δοῦλος εἶ τῶν δεδανεικότων συγκαθημέ- νων, συνδειπνούντων, ἐπικειμένων, ὅ τι βούλοιντο κε- λευόντων, νυττόντων, εἰς κλοπὰς ἐπεγειρόντων.

καὶ διὰ τοῦτο τὸ δάνεισμα νόμοι τε παραβαίνονται καὶ χάριτες πονηραὶ δίδονται, καὶ νίκας καὶ ἥττας οὐ συμ- βαινούσας τοῖς νόμοις δέχεται τὸ δικαστήριον, καὶ ὁ τοῖς ὑπηρέταις ἐπιτάττων καὶ θυμούμενος ὑπ’ ἐκείνοις τέ ἐστι καὶ ταῖς ἐκείνων ὀργαῖς, κἂν μὴ τὸ δοκοῦν σφίσι καταπραχθῇ καὶ ταχέως, ἐβρόντησαν.

φημὶ [*](R 216) δέ σε καὶ ταπεινὸν εἶναι καὶ ὑβριστήν· τὸ | μὲν γὰρ ἃ σύνοισθα σαυτῷ ποιεῖ, τὸ δ’ ἵν’ ἐκεῖνο κρύ- πτηται, γίγνεται, καὶ ἔστι τὸ προπηλακίζειν παραπέ- τασμα ταῖς κλοπαῖς. μᾶλλον δὲ οὐδὲ κλοπὰς τό γε σὸν ἄξιον καλεῖν· ὁ μὲν γὰρ κλέπτης ὅπως ὑφαιρού- μενος λήσει, ζητεῖ καὶ τὴν ἴσην ποιεῖται σπουδὴν περί τε τὸ λαβεῖν καὶ τοῦτο· σὺ δὲ τὰ τῶν ἀπαιτούντων ἃ δεδώκασι μιμῇ καὶ διὰ τῶν πόλεων χωρεῖς ἀγείρων, ἔχων τοὺς προδρόμους πρὸς τὰς βουλὰς βοῶντας· ἢ δότε ἢ ἀπολεῖσθε· ὁ γὰρ αὐτίκα ἥξων οὗτος πρᾷος μὲν τοῖς διδοῦσι καὶ πατήρ, χαλεπὸς δὲ τοῖς τοῦτο μὴ ποιοῦσι καὶ σκορπίος.

καὶ ὡς οὐ ψεύδομαι, μαρτυροῦσαν μὲν ἔχω Χαλκίδα τὴν δε- ξαμένην πληγὰς πεπραμένας, μαρτυροῦσαν δὲ τὴν Ἀπα- [*](3 καταλαβὼν Βοng 4 ι prius in ἐπικειμένων corr ex ει C v 7 ἥττας καὶ νίκας Ι 9 καὶ om Μο | ἐκείνους Μο 11 παραχθῆ Μο 13 σύνοισθα cum rasura 1 litterae post α Μο | δὲ Ι edd Ι ἵνα ΙΒΜ Βοng | ἐκείνοις Μ 14 γίνεται ΒΜ | ἔστιν Α | τὸ — 15 κλοπαῖς versum comoediae agnoscit Kock Fr. com. Att. III p. 500, 499 τὸ om Bong 17 λήσῃ Μ Bong 19 χωρὶς Ι 24 μὲν οm Bong 25 πεπραμένας Re e Μο πεπραγμένας reliqui libri (sed γ erasum in V) et Bong)

295
μέων τὴν ἄνδρας μὲν ἀρίστους ἠδικηκυῖαν, φίλην δὲ σοί, καὶ κακῶς μὲν ὑπ’ ἄλλων ἀκούουσαν, ἐπαίνων δὲ παρὰ σοῦ τυγχάνουσαν διὰ τὴν εἰς τὴν εὐλογίαν | ἀνάγκην τὴν ἀπὸ τοῦ πάντα λαβεῖν. οὐδὲ γὰρ [*](R 217) ὀσπρίων ὁ σεμνὸς οὗτος ἀπέσχετο, ὧν ἐνέπλησε τὸν ἀγρὸν τὸν ἑαυτοῦ πιέσας τοὺς ὤμους τῶν τοῦτον αὐτῷ γεωργούντων.

καὶ περὶ τεττάρων δὲ ἑτέρων πόλεων οὐχ οὕτω μὲν μεγάλων, πόλεων δὲ καὶ αὐτῶν ἤκουσα παραπλήσια τοῦ πευθῆνος ἐλεοῦντος μὲν τοὺς δεδωκότας, ἀπειλοῦντος δὲ τῷ λαβόντι, ἕως αὐτὸν διήλλαξεν ἡ κοινωνία τῶν λημμάτων.

ᾐσθόμην δὲ αὐτὸν καὶ τῇδε χεῖρας μὲν | ἐπὶ τὴν βουλὴν ἀφέντα, [*](R 218) ἑλκύσαι δὲ οὐ δυνηθέντα τοῖς χειροτέχναις ἐπιθέμε- νον. μελλήσεως δέ τινος γενομένης τὰς πληγὰς ἐκεί- νας ἤκουσα τὰς ἀμυθήτους γενέσθαι, παρ’ ὧνπερ ἤλπισε καὶ θανάτους ἔσεσθαι.

οὐ γὰρ ὑπὲρ τῶν Ἰχθῦς ἐσθιόντων ἀγανακτῶν οὐδ’ ὑπὲρ τῶν ἔλαιον ὠνουμένων καὶ ξύλα τοὺς μὲν ὅλως ὧν ἐπώλουν ἔπαυε, τοῖς δὲ τῶν τιμῶν ἀφῄρει, ἀλλ’ εἰς τὴν παρ’ αὑτοῦ πρᾶσιν ταῦτα ἄγων ἐκακοτέχνει, καὶ τὸ μὲν σχῆμα εὐπρόσωπον, τὸ δ’ ἔργον χρηματίζεσθαι βουλομένου.