Oratio 4
Libanius
Libanius. Libanii Opera, Volume 1, Fasc 1: Orationes I-V. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.
287
Πολλάκις ἐν τῷ τοῦδε δικαστηρίῳ λῆρος ὑπ’ [*](R 208) αὐτοῦ κεκλημένος ἐν τῷ ὑμετέρῳ τούτῳ πειράσομαι δεῖξαι πολὺ τοῦτο τὸ ῥῆμα τῆς ἀληθείας ἀφεστηκὸς οὕτω μεγάλοις τοῖς ἐλέγχοις, ὥστ’ αὐτὸν τοῦτον τὸ μὴ ἔχειν ἀντειπεῖν ὁμολογῆσαι τῇ σιωπῇ.
εἰ μὲν οὖν ἅπας ὅστις εἰς γῆρας ἧκεν, οὗτος ἐξέπιπτε τοῦ φρονεῖν καὶ τῆς φύσεως οὗτος ἦν νόμος τὸν ἐκεῖνο λαβόντα τοῦτο οὐκ ἔχειν, μάλιστα μὲν οὖν οὐδ’ οὕτως ἐχρῆν ὑπερφρονεῖν οὐδ’ ὀνειδίζειν οὐδὲ κακίαν τοῦ
288
γέροντος τὴν ἀτυχίαν νομίζειν, ὥσπερ οὐδὲ τῶν μικρῶν ἢ σιμῶν ἢ κωφῶν ἢ τυφλῶν·