Oratio 4

Libanius

Libanius. Libanii Opera, Volume 1, Fasc 1: Orationes I-V. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.

χρημάτων τοίνυν εἵνεκα λέγει τε ὅσα λέγει, πράτ- [*](9 πευθὴν ὁ τὰ μακρόθεν μανθάνων καὶ ἀπαγγέλλων V 19 δφῄρει] τι δηλονότι ἀφαιρεῖται δὲ τὴν ἀρχήν τις τὴν τοῦ δεῖνος ἤτοι μετὰ ἐξουσίας ἁρπάζει καὶ ὡς ὑπερέχων V) [*](5 ὀσπρίων Re ὁ σπείρων libri (sed in Ρ pro ὁ est rasura unius litterae) et Bong 8 μὴ Μο 10 ω in δεδωκότας corr ex o C n 12 αὐτοῦ Ι | ἐφέντα conicio coll. II. α 567 Od. α 254 Εur. Hec. 1128 17 ἐσθιόντων ex ἑστιώντων corr Β | οὐδὲ ΙΒΜ Βong | ῶ in τῶν corr ex οὶ α P3 18 ἅλως ΙΒΜ Bong 19 τοὺς C | αὑτοῦ Re αὐτοῦ libri Bong 20 στάσιν Ι 21 δὲ ΙΒΜ 22 τοίνυν] τὲ ΙΒΜ Bong)

296
τει τε ὅσα πράττει, κἀν τοῖς ὀνείρασιν οὐ πόλεις, ἃς οὐκ εἶδεν, ὁρᾷ οὐδὲ πηγὰς καὶ λίμνας καὶ πελάγη καὶ ποταμούς, ἀλλ’ ἀργύριον, χρυσίον, ἐσθῆτας, βαλάντια, [*](R 219) νῦν μὲν ἐν | ταῖς χερσὶ κείμενα, νῦν δὲ διαφεύγοντα, μεθ’ ἡμέραν δὲ καθ’ αὑτόν τε ὢν ἐκεῖσε βλέπει κἂν λαλῇ τῳ, τὴν ψυχὴν ἐν ἐκείνοις ἔχει κἀν ταῖς ἑωθιναῖς εὐχαῖς ἀνθ’ ὑγείας καὶ εὐδοξίας καὶ παίδων σωτηρίας τὸν δώσοντα φανῆναι παρὰ τοῦ Δῖός αἰτεῖ. ῥύεται δὲ οὐδένα τῶν ὑπηρετῶν οὐδ’ ἡ λίαν πενία. ταῦτα ὁ ληρῶν ἐγὼ παρὰ τῶν ἐξεπισταμένων ἀκούσας καὶ μέμνημαι καὶ δεινὰ νομίζω.

29. Νομίζω δὲ κἀκεῖνο δεινὸν τὸ δυστυχεῖς τινας ἀρτοπόπους εἰσπράττειν ἐθέλειν χρυσίον, ὥς τινος ἀλοῦντος αὐτοῖς τὸν σῖτον ὕδατος. ὧν ἐπ’ ἐμὲ κατα- φυγόντων καὶ λεγόντων δίκαια κατηγορῶν οὗτος ἄλλα τε καὶ ὡς ἐμὲ παρακρούοιντο, (τοῖς α δὲ ἐβοήθει θές), οὐ πρότερον ἀπέσχετο, πρὶν ἢ ἔσεισε. τότε δὲ ἔλεγον δίκαια, οὓς οὗτος ὑφ’ ἑαυτῶν ἔφασκεν ἐξελη- λέγχθαι.

30. Ἀλλ’ οὐδ’ ὅταν Σκύλλαν σε καλῶ, παραφρο- [*](20 Cf. p. 93, 8. Aesch. Ag. 1232. Eur. Med. 1342. 1358. Cic. in Verr. V 146) [*](1 καὶ ΒΜ Bong 2 οἶδεν Μ Bong 3 χρυσὸν Re | βαλλάντια VM Bong cf. Ι 244, 13 R 4 δὲ καὶ διαφεύγοντα Β 5 μεθημέσαν V | δὲ scripsi τε libri edd | τε C sed τ m. rec. (v) a in ras om Mo 6 τῳ e τῷ corr P3 τῶ 7 ὑγιείας V edd cf. Ι 466, 5 R 8 o in δώσοντα in ras m. rec. (n) C 10 ἐπισταμένων I Bong 13 ἀρτοπόπους CA (sed in hoc in marg γρ ἀρτοποιούς) Ρ (sed in hoc acutus et πους in ras m3) Re ἀρτοποιοὺς VUIBMMo a Βοng Cf. Cobet Miscell. 14 ἁλοῦντος ΒΜ 16 post τἀληθὲς in Α erasum καὶ 17 σε in ἔσεισε in ras C v ἔσεισεν ΑΜ 18 αὐτὸς Β | ἔλεγεν ὑφ᾿ ἑαυτῶν BM Bong | υτῶ in ἑαυτῶν in ras C v 20 σκίλλαν V)

297
νῶν καὶ ἁμαρτάνων τοῦτο ποιῶ, ἀλλ’ εἴπερ τις ἕτερος, νοῦν ἔχων. περὶ γὰρ δὴ τὴν σὴν ὁρῶ κεφαλὴν | ἔνθεν καὶ ἔνθεν ἑτέρας οὐκ ὀλίγας συγγενεῖς, ἀκρι- [*](R 220) βῶς συγγενεῖς, ταὐτὰ ζητοῦντας, τῶν αὐτῶν ἐπιθυ- μοῦντας, περισκοποῦντας, ἐφ’ ὂν χρὴ τοὺς ὀδόντας ἐνεγκεῖν. σὺ δ’ εἷς εἶναι δοκῶν πολλαπλοῦς τις ὤν ἐλέγχῃ, καὶ οἱ μὲν κήρυκες μόνου, τὸ δὲ ἄρχειν κοινὸν τοῦ γένους.

καὶ οὐδὲ αἰ γυναῖκες ἔξω τοῦ καὶ ἀπειλεῖν καὶ κερδαίνειν. καὶ διὰ τοὺς πολλοὺς τας οἱ τοῖς προσαιτοῦσι πρότερον διδόντες τῶν προσ- αἰτούντων γεγένηνται καὶ βοηθοῦντες τέως ἐν τῷ δεῖ- σθαι τῶν βοηθησόντων εἰσί.

παρὰ τούτων ἴσως ἐπαίνους ἐπὶ ταῖς ὕβρεσιν αἷς ὑβρίζεις ἀκούεις, ἐλάτ- τους μέν, ὅταν εἰς τοὺς ἄλλους, μείζους δέ, ὅταν εἰς ἐμέ· εὖ γε, ὦ οὗτος· τοῦτ’ ἄρχων, τοῦτ’ ἀνήρ, τοὐτ᾿ είδὼς αὑτόν. | οὕτως ἄν γένοιο μέγας, εἰ [*](R 221) τὰ τοῦδε καθέλοις, εἰ μὴ πορευθείης ὡς αὐτὸν μηδὲ τὴν τῶν τοῦτο παθόντων μιμήσαιο πεινότητα, τῶν μὲν εἰς τὴν οἰκίαν ἐλθόντων αὐτῷ, τῶν δ’ εἰς τὸ διδασκαλεῖον.

καὶ οὐχ ἧκέ γε. καὶ τοῦτό ἐστι τὸ λαμπρόν, κἄν τις αὐτὸν ἔρηται· σὺ δὲ δὴ τῷ ποτε τῶν ἐπὶ τῆς ἀρχῆς σε- μνύνῃ μάλιστα; τοῦτ’ ἂν εἴποι τὸ τῶν τετιμηκότων με ταύτῃ πολλὴν κατεγνωκέναι μωρίαν.

[*](4 ταῦτα Μο 8 καὶ alterum om Β 13 ἃς Re, quod e Par 1000 corr Boissonade An. IV 352 16 αὐτὸν Ι 17 καθέλεις Ι | εἰς ΒΜ Bong 18 τὴν in marg pos. m. ant. (p) C suprapos. m. ant. Α om VIBM Bong 20 αὐτῶν Ι 21 καὶ τοῦ τοῦτο Ι 23 τὸ] τῶ ΒΜ Bong | κατεγνωκότων Μ Bong 24 μοι Β | ταύτην Μο | ante μωρίαν rasura duraum litterarum (ut videtur εἰ) in I)
298

34. Οὕτως οἶδά σου τὰς πολλὰς κεφαλάς, αἱ πᾶσαι δίκην ἂν ἔδοσαν, εἰ μὴ τοῦτο ὁ ληρῶν οὗτος ἐκώλυ- σεν. ὡς γὰρ ὁ φόβος ἐνεποίησεν αὐτῷ νόσον δι’ πνίας καὶ ἦν δῆλον, ὡς οὔτε δεδιὼς καθευδήσοι, μὴ καθεύδων δὲ ἀπολεῖται, λέγει πρὸς ἐμὲ ταῦτα ὁ πρε- σβύτης ἰατρὸς καὶ ὡς, εἰ μή τις σβέσει τὸν φόβον, οὐδὲ αὐτὸς δυνήσεται τὴν νόσον, ἐλεεινόν τε ἔφασκεν εἶναι θέαμα γυναῖκα καὶ παιδία.

κἀγὼ πᾶσι μὲν λόγοις, ἁπάσῃ δὲ τέχνῃ τοὺς δικαίως ἂν ἀπολομένους ἐξήρπασα. ὁ δ’ ἀπαλλαγεὶς τοῦ τὸ σῶμα νοσεῖν ἐνόσει [*](R 222) τὴν ψυχὴν πάλιν καὶ τὴν ἀγορὰν ἐτάραττεν | οὐδα- μοῦ στῆναι τὰς ἐφ’ ἑκάστῳ τιμὰς ἐῶν, εἰδώς, ὡς ἀπὸ νοσούσης καὶ αὐτῆς καὶ φθειρομένης γένοιτ’ ἄν τις καὶ πρόσοδος αὐτῷ τε καὶ τῷ γένει. τοῦτ’ αὐτὸν ἐποίει κινεῖν τὰ τεταγμένα [καὶ] α παρὰ τῶν εὖ νούντων καὶ νενομοθετημένα.

ὁ δ’ ἄλλους οὐκ ἐρρῶσθαι τὰς φρένας λέγων αὐτός, οὐκ ὢν γέρων, ἐν μάχῃ τῇ πρὸς αὑτὸν ζῶν οὐκ οἶδε. ξίφει μὲν γὰρ τοὺς ἄξια θανάτου δεδρακότας οὐ παραδίδωσιν εὐλα- βῆς εἶναι λέγων καὶ πρὸς τοὺς τοιούτους ὀκνηρὸς θα- νάτους, μάστιγι δὲ ταὐτὸ ποιῶν οὐκ οἴεται δρᾶν, ὅ φησι φεύγειν.

ὅς καὶ χθὲς πληγῶν εἶδος πολὺν [*](2 οὗτος] ἐγὼ Βονγ | ἐκώλυσε Ι 3 φόνος V sed ν erasum 4 καθευδήσει coni Re, recte, ut videtur 5 ταῦθ’ ΒΜ Bong 6 σβέσῃ ΒΜ Bong 9 ἁπάσῃ] πάση V | άπολομένους scripsi ex AVUI et Ρ in quo tamen o alterum in ras m2 ἀπολουμέ- νους CBMMo edd 10 νοσεῖν] νοσῇ Μο 13 καὶ alterum om 1 | φθειρομένης scripsi ut suprascriptum est m5 supra φερομένης in Ρ φερομένης libri edd 14 τοῦτο ΙΒΜ Bong 15 καὶ cancellavi 16 καὶ scripsi τὰ libri edd | οὐδ’ Ι 18 ἑαυτὸν Ρ et m. ant. ex ἀυτὸν corr Α αὐτὸν ΙΜο 19 εὐλα- βεῖς Ι 21 αὐτὸ Μο 22 ὡς Μο)

299
ἤδη χρόνον ἐξεληλαμένον ὡς ὑβρίζον τὸ σχῆμα τῆς πολιτείας, ἀνενεώσατό τε καὶ πάλιν τοῖς ἁπάντων ὀφθαλμοῖς ἔδειξε κρύπτων τὸ τοῦ ξαινομένου πρόσω- πον ὑφ’ ἑτέρῳ, πῖλος τοῦτ’ ἔστιν εἰς ὄνου πρόσωπον πεποιημένος, μιγνὺς τῷ τοιούτῳ κακῷ γέλωτα καὶ προστιθεὶς διὰ τῆς τέρψεως τῇ συμφορᾷ ποιοῦντός τι καὶ τοῦ κώδωνος καὶ τὸν γενόμενον ἂν διὰ τῶν κρύων ἔλεον ἐξορίζων.

καὶ ταύταις ταῖς πληγαῖς πολλοὺς ἀποκτείνας οὐκ ἀποκτεῖναί φησι, διότι πληγαῖς. ἔστι δὲ τοῦτο πολλῷ δεινότερον βραδὺν ἀντ’ ὀξέος ία ποιοῦν τοῦ θανάτου τὸν τρόπον. καίτοι | χρηστοὶ [*](R 223) μὲν οὐκ ἦσαν οὗτοι, πονηροὶ δὲ οὐχ οὕτως ἐν κλοπαῖς τισι μικραῖς ὄντων αὐτοῖς τῶν ἐγκλημάτων, ὧν ἔνιοι ναῦται μετὰ ναυαγίαν ταῦτα ἠναγκασμένοι. ἀλλ’ ὅμως [καὶ] α ἀπέθνησκον καὶ μαστιγούμενοι.

39. Τίνες οὖν οἱ μισθοί σου τῆς πολλῆς συνέσεως; οἱ ληροῦντες ἡμεῖς ὁρῶμέν σε τρέμοντά τε καὶ σαυτῷ φυγὴν ἐπιβάλλοντα καὶ ζητοῦντα πόλιν ἔξω Συρίας τῆς ἀρχθείσης. οὕτως ἤρχθη καλῶς. ὑπὸ δὲ φρονή- σεως κηρύττεις ὃ ποιήσεις, κύριος ἰὸν σιωπᾶν.

ἐγὼ δὲ ἴσως ἔξω τὸν οὐ τοιαῦτα περὶ ἐμοῦ λέγοντα, οἷα [*](6 προστιθεὶς] ἤτοι αὔξων V) [*](1 o in ἐξεληλαμένον in lacuna inser M3 | ὑβρίζων Μο ὑβρίζου Ι 5 τοιώδε ΒΜ Bong 6 ὄψεως ΒΜ Bong 9 ἀπο- κτείνας πολλοὺς ΙΒΜ Bong 10 τοῦτο] τὸ οὕτω Μο | πολὺ ΒΜ Βοng | spiritus et ξ in ὀξέος in ras P2 11 χρηστὸν Μο 12 οὕτως ex ὅτως corr C n 15 καὶ om UP sed in hoc rasura trium litterarum cancellavi 17 ἡμεῖς om Bong | τε om Μο 18 γη in φυγὴν in ras Ρ2 19 ἀχθείσης Μο | ἤχθη Ι 21 ἵξω UMo | τὸν οὐ in textu, γρ τοῦ νου (accentus periit) in marg A τοῦ νοῦ UMoB sed in hoc τ ν ~ in ras m2 τὸν τοῦ νοῦ οὐ Ι τοιαῦτα scripsi ταῦτα libri edd)

300
[*](R 224) σύ, | πρότερον μέν, ἡνίκα τῶν ἑταίρων τινὰ πέμψας ἠξίουν γραῦν τινὰ δίκην δικάσαι πολλῶν ἐτῶν ἀριθμὸν ἀνηλωκυῖαν, ὕστερον δέ, ἡνίκα μέ τις τῶν ὑπηρετῶν ἔφησεν ἕπεσθαί σοι. καὶ ὁ μὲν ᾤετό σε πήδημα συνά- ψειν τοῖς πρώτοις ῥήμασι, σὺ δὲ τὸν μὲν ἀπειλῆς ἄξιον ἡγήσω, τὸν ἡνίοχον δὲ τῷ ποδὶ πρὸς τάχος ἐκί- νησας, πρὸς δὲ τὸν παρακαθήμενον εἶπες, ὅτι πάλιν οὗτος ἥκει κόψων ἡμᾶς οἷς φλυαρήσει· ἐγὼ δὲ τἀκριβὲς μὲν ὕστερον ἐπυθόμην, τότε δὲ ἐκ τῶν ὀμμά- τῶν τὴν γνώμην εὑρὼν ὡς τάχιστα ἀπῆλθον, ἀφεὶς τὸ περὶ ὧν ἀφῖγμαι διαλεχθῆναι.

[*](2 ἀριθμῶν Ι 4 σου Μο 8 κόψω cum rasura unius litterae U 9 δ’ ΒΜ Bong 11 ἀφίγμην Gasda, at cf. or. Ι p. a 97, 10 ἀπολογήσομαι. or. VI § 9 p. 243, 12 R ἡγεῖται et § 17 p. 245, 10 οἴεται.)