Oratio 4

Libanius

Libanius. Libanii Opera, Volume 1, Fasc 1: Orationes I-V. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.

γενόμενος δὲ Εὐτροπίου τοῦδε πατήρ, δέον τὸν υἱὸν ἀποδοῦναι δικέλλῃ καὶ σμινύῃ καὶ βουσὶ καὶ ἀρότρῳ, καὶ διὰ τοῦδε τὴν γῆν ἀδικεῖν ἠξίου μεταθεὶς αὐτὸν ἐπὶ μουσεῖα καὶ λόγους οὐκ οὔσης τοῖς διδασκάλοις ἐξουσίας οἷς βούλοιντο κλείειν τὰς θύρας.

καὶ πάλιν αὐτὸς ἦν ὁ πατήρ, διὰ μὲν τῶν προτέρων τὴν Δήμητραν ἀδικῶν, τῷ δὲ τῶν μισθῶν ἀποστερεῖν τὰς Μούσας. οὔκουν ἔχοι τις ἂν εἰπεῖν τὸν λαβόντα. καὶ ταῦτα ἐποίει παρόντων χρημάτων ἀπὸ τῆς διακονίας ὧν ἔφην, τῆς μὲν τῶν οὐκ εἰσπρατ- τόντων ἀπολαύων ἐπιεικείας, τῆς δὲ τῶν δεινὰ πάσχειν λεγόντων καταφρονῶν ὀργῆς.