Oratio 4
Libanius
Libanius. Libanii Opera, Volume 1, Fasc 1: Orationes I-V. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.
ἔστιν οὖν ὅστις εἵλετ ἂν ὃν ἐγέννησε κατακρημνίσαι; καὶ βορβόρου μὲν οὐκ ἂν ἔδωκε πιεῖν, τῶν δὲ ἀπὸ τῆς ἐμῆς ἀφροσύνης; οὐκ ἔστι ταῦτα, οὐκ ἔστιν· οὐδ’ ἂν κρατήσαις εἷς ὢν καὶ οὗτος πίθηκος τοσούτων μὲν γονέων, τοσούτων δὲ πόλεων, οὕτω δὲ πολλῶν ἐθνῶν. οὐδὲ γὰρ εἰ Δάφνην ταύτην τὴν οὕτω καλὴν καὶ δένδρεσι καὶ κήποις καὶ πηγαῖς καὶ καταγωγαῖς ἀηδὲς εἶναι λέγοις χωρίον, περιέσῃ τῆς ἀληθείας.
[*](R 212)13. Βούλεσθέ με προσθεῖναι | ταῖς ἀποδείξεσιν, ἢ [*](2 μοι τοῦτο ΙΒΜ Bong | συμβέβηκε Re | εἶτα ΙΒΜ 4 προσιόντας in προσόντας corr Α2 5 τοὺς λαλοῦντας om Bong 6 οἳ <πῶς> α ποτ’ Cobet Mnem. V 105 (= Coll. 101), recte | ἤκουσαν ἀνθρώπου μεθύοντος Μο 7 μεθιέντι Gasda 9 ἐάσομεν Μο | ἐσ Ι 10 ἑαυτῶν Ι αὐτῶν ΑΡΜο | εἰσα- γαγόντων Β 12 τίς CAPMo 13 καίτοι γε ΙΜ Bong | τοῦ Ι 14 δῆλον ἦν ἄν Μο 17 σαῖς in κρατήσαις in ras P3 κρατήσας U 21 καὶ om Bong | λέγεις ΡΒΜ (in hoc tamen ε in ras) Bong 23 ει et ε in ἀποδείξεσιν in ras P3 ex o γρ η et α ut videtur | εἰ A εἰ CPMo)
τί δαί; τοὺς φοιτῶντας ὡς ἡμᾶς οὐκ οἶδα, καὶ τίνος ἕκαστος καὶ πόθεν, ὀνόματά τε αὐτῶν καὶ τύχας, καὶ τίνι μὲν αὐτῶν ἔνι χρήματα, τίνι δὲ οὔ; ἀλλ’ ἐπὶ τὸ δειπνεῖν ἐρχόμενος ἐμνήσθην τοῦ σιτίου μὲν ὡς ποτοῦ, ποτοῦ δὲ ὡς σίτου; καὶ τί δεῖ περὶ τὰ τοιαῦτα διατρίβειν, ἀλλ’ οὐκ ἐξ ὧν αὐτῶν δεῖ, καλῶς τὴν κατηγορίαν ἐλέγχειν; ἐὰν γάρ με λάβῃς ἀγνοοῦντα, τίς εἶ σὺ καὶ τίνων γέγονας, μαίνεσθαί με μᾶλλον ἢ τὸν Ὀρέστην λέγειν.
[*](7 Μάξιυον cf. Zosim. IV 47. Oros. VII 35. Pacat. Paneg. Theod. c. 40 sq. | Ἀρκάδιος cf. Hydat. chron. ed. Mommsen Chron. Min. saec. IV—VII t. 2 p. 15, 14)[*](20 λέγειν ἤτοι λέγε· τῆς ἀττικῆς καὶ τοῦτο συνηθείας· καὶ ποιηταὶ τούτῳ χρῶνται Σοφοκλῆς τότ’ ἤδη φάσκειν ἐμὲ μαν- τικῇ μηδὲν φρονεῖν (Oed. R. 462. Cf. Bruhn, Sophokles, Anhang § 123), καὶἈριστείδης πολλαχοῦ τῶν ἑσυτοῦ λόγων τούτῳ χρῆται V)[*](1 το ς cum rasura unius litterae U 2 οὖν om Μο | ἡμῖν Ι 4 ποτέρωθεν Μο 6 πῆ Ι 7 ὡς om Bong 10 δὲ Β 11 δὲ VBMo Sintenis 14 δ’ Re | ἀλλὰ Ι 15 μὲν τοῦ σιτίου Re | τοῦ om Μο 16 σιτίου V 17 αὐτῶν Re e Μο αὐτὸν reliqui libri Bong 20 ειν in λέγειν in ras P3 λέγειν Α sed γε supra γειν m2 λέγε U)15. Κώμη τις ἤνεγκέ σοι τὸν πατέρα, φυγὼν | δὲ ἐκεῖνος πόνους τοὺς τῷ γεωργῷ προσήκοντας καὶ κατὰ τοῦτο τήν τε γῆν ἀδικήσας οἷς τε τῶν καρπῶν μέλει θεοῖς θυρωρὸς ἄρχοντος κιναίδου καθίσταται καὶ ᾧ κιναίδων ἔδει, καὶ τὸ τὰ τοιαῦτα τοῦτον ὑπηρετεῖν δύνασθαι δοῦλον αὐτῷ τὸν ἄρχοντα ποιεῖ, τοῦτο δὲ τούτῳ χρυσίον.