Oratio 4
Libanius
Libanius. Libanii Opera, Volume 1, Fasc 1: Orationes I-V. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.
ὢν δὲ οὗτος ὁ λίθος [*](R 214) μεγάλης αἴτιος | τοῖς διδάσκουσι ταλαιπωρίας ἔχων αὐτὸς οὐδὲν ἄγεται μὲν ἐπὶ τὴν τῶν νόμων μάθησιν, ὃ τῶν τὴν διάνοιαν βραδυτέρων ἐστίν. ὢν δὲ καὶ ἐν ἐκείνοις λίθος διφθέρας μὲν παχείας τε καὶ πλατείας τὰ γόνατα βαρυνούσας ἔφερεν, ἴδη δὲ τοῦ τῶν συνη- [*](1 τίς CAPIB 2 ἐκεῖ Ι 5 ι prius in κιναίδων o in ras Μ2 | τὸ scripsi e VMo τωι C τῶ Ρ sed ὁ m3 suprapos τῷ reliqui libri edd | τὰ om V 6 αὑτῷ edd αὐτὸν τῶ ἄρχοντι m2 supra αὐτῶ τὸν ἄρχοντα Ρ τώ ἄρ- χοντι U 7 τοῦ δὲ Μο 8 ἀποδοῦναι τὸν υἱὸν Re | σμινύνῃ Μ 9 υσι in βουσὶ in ras Ρ3 10 ἐπὶ τὰ μουδεῖα Μο 11 acu- tus supra α et οις in διδασκάλοις in ras P3 13 ν in δήμη- τραν in ΑΡ erasum Δήμητρα Re 14 ἔχει CAPI | τίς CA1 19 διδασκάλοις Re 23 δὲ om Μο)
19. Ἀρά σοι δοκῶ ληρεῖν ἐν τούτοις ἢ τῶν ἀληθῶν ὑπὸ τῆς ἡλικίας ἐκφέρεσθαι, ἀλλ’ οὐκ αὐτὰ τὰ ὄντα διὰ πάσης ἀκριβείας ἐν τούτοις εἰρηκέναι τά τε τοῦ πατρὸς τά τε σά; καίτοι τοῦ γε παραφρονοῦντος ἦν ἕτερα ἀνθ’ ἑτέρων λέγειν καὶ μηδ’ αὐτὸ τοῦτ’ εἰδέναι, ὅτι ἀνθ’ ἑτέρων ἕτερα. εἰ μὲν οὖν τοῦτο πέπονθα, δεῖξον καὶ οὐκ ἀδικεῖς· εἰ δ’ οὐκ ἂν δύναιο, πῶς οὐκ ἠσέλγαινες;
20. Εἶμι δὴ καὶ διὰ τῶν λοιπῶν, σὺ δέ με παρα- τηρεῖν. ἐδόκεις εἶναι δίκαιος Κυνηγίῳ λειτουργεῖν καὶ τῇ ’κείνου ψήφῳ | τῶν βοηθούντων ἦσθα. ταύτης [*](R 215) τῆς ψήφου τὸ δίκαιον βοηθείαις ἀδίκοις ποιήσας ἀσθενὲς καὶ καταναγκάσας τὴν βουλὴν εἰς ἑαυτὴν γενέσθαι κακὴν ἄρχων ἡμῖν ἀφῖξαι, οὐ μισθὸν ἀρετῆς τὴν ἀρχὴν λαβών. οὔτε γὰρ ἐν πολέμῳ σύ γε λαμ- πρός, οὐδὲ γὰρ στρατιώτης σύ τις, οὔτ’ ἐν τοῖς διὰ λόγων ἀγῶσιν, ὀλίγον γὰρ δὴ τῶν ἐν ταῖς εἰκόσι ῥη- [*](15 Cf. Hydat. chron. ed. Mommsen chron. min. saec. IV—VII t. 2 p. 15, 18. Gothofr. Pros. Theod. p. 356.) [*](1 συνεῖπε δὲ Μο 3 ἐδόκει τι(??)ν α (τίσιν α Β) χρήσιμος ΒΜ Bong 4 αὐτοὺς Μο 7 ἀληθίας Ι 9 τοῦτο γε Μο 10 ἕτερον ἀνθ’ ἑτέρου Re | μηδὲ ΙΜ | τοῦτο ΙΒΜ Bong | γινώσκειν Ι 11 α in πέπονθα in ras ex ε P3 12 δὲ ΙΒ 13 ἡ in ἠσέλγαινες in ras Μ2 14 δὴ] δεῖ Ι δὲ Bong 16 βουλευόντων Μο | ὴῖσθα C 17 ἐποίησας Re 18 α ultimum in καταναγκάσας in ras C v | ἑαυτήν τε V 19 γενέσθαι] εἶναι U 21 γὰρ om V 22 o in ὀλίγον ex ω corr C n ὀλίγων Bong | εἰκόσι ex εἴκοσι corr C8)
ἀλλ’ ἥκεις ἐωνημένος, ὅπερ ἂν καὶ σοῦ τις φαυλότερος, καὶ τὴν τιμὴν οἴκοθεν ἅπασαν οὐ καταβαλὼν δοῦλος εἶ τῶν δεδανεικότων συγκαθημέ- νων, συνδειπνούντων, ἐπικειμένων, ὅ τι βούλοιντο κε- λευόντων, νυττόντων, εἰς κλοπὰς ἐπεγειρόντων.