Oratio 4
Libanius
Libanius. Libanii Opera, Volume 1, Fasc 1: Orationes I-V. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.
τού- . του μακροβιώτερος ἦν, ᾧ πολλή τις ἡ παρὰ τῶν προ- λόγων δόξα παρευδοκιμούντων τοὺς ἀγῶνας αὐτῷ. οὗτος τοίνυν ὁ Αἰγύπτιος οὐκ ἐν πλούτῳ μὲν ἀπῆλθεν, ἀφῆκε δὲ τὴν ψυχὴν ἄνευ πλάνης.
Ἀλλὰ τῶν ἐνταῦθά με βούλει μεμνῆσθαι; οὐκοῦν ὑγιαίνων μὲν Αἰδέσιος τὰς φρένας ᾤχετο, ταὐτὸ δὲ ὑπῆρξε τοῖς μετ’ ἐκεῖνον; ὧν ἐγὼ τῷ πρεσβυτέρῳ τὸν ἴσον βεβίωκα χρόνον καὶ οἶδά γε θρηνήσας αὐτὸν ὑπὲρ τοὺς ἄλλους, νέος τῶν ἐκείνου ῥευμάτων ἀποστερού- μενος· καίτοι ληροῦντος ἀπελθόντος τί θρηνεῖν ἔδει; ἀλλ’ οἶμαι τὸν σοφιστὴν εὑρίσκομεν καθ’ ἑκάστην ἡμέ- ραν ἐπιδιδόντα.
[*](4 Philostr. vit. soph. II 1, 15 p. 73 et 2 p. 56 8 Pausanias Caesareensis (Philostr. l. l. II 13)? 12 Ptolomaeus vel Apol- lonius vel Pollux Naucratitae (Philostr. l. l. II 15, 2; II 12)? 15 Eunap. vit. soph. 48, 8 sq. 16 Zenobius cf. p. 130, 15; 134, 11 et ep. 407)[*](2 ῞ et ω in οὕτω in ras Ρ2 τοῦτο U 4 δὲ VBMMo Bong 5 δὲ VIBMMo Bong Sintenis 6 εὐπορώτατο·ς Ι | γινόμενος IV | δαὶ Ι δὲ ΒΜ 9 τίς VIBMMo | ἀπέπεμψεν Β 10 διὰ ΒΜ Bong 11 δόξαν Μο sed ν erasum 14 με scripsit Re e Μο μοι reliqui libri Bong 15 αἰδέσι ος cum rasura unius vel duarum litterarum U 18 νέους Μο | ν in ἐκείνου in ras Ρ2 | ἀπεστερημένος Re 19 καὶ τί Ι 20 καθε- κάστην Μο)10. Ἀλλ’ ἐγὼ ληρῶ καὶ παραφρονῶ καὶ γήρᾳ [*](R 211) τοῦτό μοι συμβέβηκεν· εἶτ᾿ ἐν τοσάύτῃ πόλει | σοὶ μόνῳ τοῦτ’ ἀνεφάνη, τοὺς δ’ ἄλλους ἔλαθε τοὺς προσ- αγορεύοντας, τοὺς προσιόντας, τοὺς συγκαθημένους, τοὺς ὁμιλοῦντας, τοὺς λαλοῦντας, τοὺς ἐν ταῖς ἐπι- δείξεσι πάντα ποιοῦντας; οἳ πότ’ ἂν ὑπήκουσαν ἀν- θρώπῳ μεθύοντι καὶ πρὸ τῆς τῶν οἰκείων φροντίδος τὰς ἐμὰς φλυαρίας ἔθεντο;
11. Ἀλλ’ ἐάσωμεν, εἰ δοκεῖ, τὴν εἰς χρόνον ζημίαν. περὶ δὲ τῶν παῖδας τοὺς αὑτῶν εἰσαγόντων καὶ παρα- διδόντων, παῖδες δὲ καὶ πρὸ τῶν ψυχῶν τοῖς πατράσι, τί τις ἂν φαίη; καὶ γὰρ εἰ τοὺς ἀπόντας τὸ πρᾶγμα διέφυγε, (καίτοι πῶς ἂν τοῦτό γε ἠγνοήθη;) τοῖς παροῦσιν ἔκδηλον ἂν ἦν.