Oratio 2
Libanius
Libanius. Libanii Opera, Volume 1, Fasc 1: Orationes I-V. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.
καὶ τὸ μὲν τῆς βουλῆς ἀξίωμα οὐδαμοῦ, σοβοῦσι δὲ οἱ ξένοι καὶ γαμοῦσιν, ἡμεῖς δὲ ὁρῶμεν καὶ συνδειπνοῦμεν καὶ συν- εὐχόμεθα γῆρας, βουλεύοντι δὲ οὐδεὶς ἂν δοίη κόρην· οὐχ οὕτω μισεῖ τὴν ἑαυτοῦ. μηνὸς ἂν δέοι τῷ γε δι᾿ ἀκριβείας εἰπεῖν β·ουλομένῳ τὰς τῶν ἐν ταῖς βουλαῖς συμφοράς.
37. Οἶδα καὶ ὑπὲρ τῶν στρατιωτῶν, ὥσπερ ὑπὲρ τῶν βουλευόντων, στενάξας οὐδὲ τούτων ἴσως ἀδίκως, πεινώντων καὶ ῥιγούντων καὶ οὐδ’ ὀβολὸν ἐχόντων διὰ τὴν τῶν λοχαγῶν καὶ στρατηγῶν δικαιοσύνην, οἳ τοὺς μὲν ἀθλιωτάτους ποιοῦσιν, αὑτοὺς δὲ πλουσιω- τάτους. πεινῶσι δὲ καὶ οἱ τῶν ἰππέων ἵπποι, ὁ δὲ [*](13 Dem. c. Mid. § 158 p. 565, 29) [*](1 ἀλλὰ ΒΜ 2 δεῖ om ΒΜ 6 αἷς UIB et in marg Μ Fabr 9 δὲ UIMo 10 εἰσπαίσαντες Cobet Mnem. V 103 (Coll. crit. 99) 11 et 12 δ᾿ Re 13 οὐδαμῆ U 16 ὅτω C | τῆς Fabr | δ’ ἂν? 17 ἀκρίβειαν Fabr 19 ὡς UIMo Fabr | περὶ Fabr 20 βουλευτῶν I | τούτων] περὶ τούτων Fabr τοῦτο Cobet Mnem. V 104 (Coll. crit. 100) 21 ῥιγούντων bis Α prius e ῥιγώντων corr ƒ, alterum erasum ῥιγώντων Μο et e ῥιγούντων corr I2 | καὶ om U inser Ι2 23 αὐτοὺς Μο)
καὶ καλὸν μὲν ἐμέσαι καὶ μεθυ- σθῆναι καὶ συνάψαι τούτοις εὐιὺς ἐδωδὴν ἑτέραν καὶ πόσιν, αἰσχρὸν δὲ αἱ μελέται καὶ τὸ ἐν τῷ πεδίῳ πρέ- πουσι πόνοις αὑτὸν γυμνάσαι. τοιγαροῦν ἐν ταῖς μά- χαις ἀρκεῖ βοῆσαι τοῖς πολεμίοις, καὶ οἱ μὲν ᾤχοντο ἀπιόντες, ὁ δὲ μένων πεισόμενος ἔμεινε. καὶ περιδε- εῖς μὲν αὐτοῖς αἰ ψυχαί, σκιῶν δὲ οὐ πολὺ διαφέροντα τὰ σώματα.
πικρὰ δὲ καὶ ἡ γῆ τοῖς ποσὶν ὑπο- δημάτων ἀπορίᾳ· δεῖ γὰρ δὴ καὶ εἰς γύναιον ἀναλί- σκειν καὶ παῖδας, ἔστι δὲ ἑκάτερον ἑκάστῳ καὶ οὔτε τοὺς γάμους κωλύουσιν οὔθ’ ἥ τις ἂν γένοιτο τροφὴ καὶ ταῖς τικτούσαις καὶ τοῖς τικτομένοις, σκοποῦσι. τεμνομένου τοίνυν εἰς τοσαύτας τομὰς τοῦ σίτου τῷ στρατιώτῃ πόθεν ἐκείνῳ κόρος; ἡ δὲ ἀπὸ τούτου βλάβη ζημία τῷ πολέμῳ καθίσταται.
ἀλλ’ οὐκ ἐν ἐκεί- νοις τοῖς καιροῖς οὓς ἐπαινῶ, ταῦτα ἦν, ἀλλ’ εὐδοξίας μὲν ἀντὶ χρημάτων ἤρων οἱ ἡγούμενοι, τὰ δὲ τῶν στρατιωτῶν οὐδεὶς ἦν ὁ ἀφαιρησόμενος. οἱ δ’ αὐτοὶ καὶ ἰσχυροὶ καὶ ἀνδρεῖοι καὶ τεχνῖται πολέμων καὶ οὐκ [*](3 μεθυσθῆναι καὶ ἐμέσαι? 6 αὑτὸν ex αὐτὸν corr P2 | αι in ταῖς et μάχαις in ras Ι2 τ μάχ ἀρκεῖ cum rasura sin- gularum litterarum U 7 ἤρκει? | βοηθῆσαι Μο sed βοῆσαι in marg | ᾤχοντο Mo, sed ω m2 corr ex ε, supra ο acutus itemque aliquid post o erasum (ἐχόντων?) ἔσχοντο Fabr 8 ὡς οὐ- δὲν χαλεπώτερον πεισόμενος Gasda | ἔμενε U οὐ] οὐδὲ. U 10 καὶ om V 11 γύναια Re perperam hanc lectionem in Α esse asserens 12 δὲ] γὰρ UIMo edd 13 οὔτε ΒΜ οὔτ᾿ UMo Fabr | ἥ in ras I2, εἴ UMo Fabr 14 καὶ om V | ταῖς inser P3 | τεκούσαις Re 15 τιμὰς V 11 ἐν om UMo 18 οὓς ex οἷς corr I2 οἷς U 20 ᾔει Re Anim | ὁ om Fabr)
εἰ δὲ δεῖ καὶ περὶ τῶν τὰ ἔθνη των ἀρχόντων εἰπεῖν, ἦρχον μὲν οἱ βέλτιστοι κριθέν- τες, τούτων δὲ οἱ μὲν ἐμμείναντες τῷ τρόπῳ κατεγή- ρων ἐν τοῖς θρόνοις, οἱ δὲ ἐκπεσόντες ἑαυτῶν ἀπέ- θνησκον, καὶ οὐκ ἦν παραίτησις. τοῦτ’ οὖν ἐποίει τοὺς νόμους κρατεῖν.
ἀλλὰ νῦν τρέχει μὲν ἐπὶ τὴν ἀρχὴν ὁ πρίασθαι δυνηθείς, μεταστρέφεται δὲ περι- σκοπῶν, μὴ οὐ πολλοὺς ἀπέχει σταδίους ὁ διαδεξόμε- νος. ὁμολογεῖ δὲ εὐθύς, ὡς ἧκε ληψόμενος, καὶ τοῦτο τῆς ἀρχῆς τὸ προοίμιον, ἐν δὲ τοῖς ἁπάντων ὀφθαλμοῖς τὰ πρότερον ἐν σκότει γιγνόμενα τολμᾶται, κἂν ἐξέλθῃ τῆς ἀρχῆς, μικρόν τι τοῦ παντὸς ἐξεμέσας τὸ πλέον κατέπεψε. βαρὺς οὖν ὁ τὰ μὲν μισῶν, τὰ δὲ θαυμάζων;
43. Εἶεν· εἰ δὲ δὴ καὶ τἄλλα με πάντα φίλον ἐποίει τοῖς παροῦσιν, οὐκ ἄν με καὶ μόνα τὰ περὶ τοὺς λόγους εἰκότως ἐξεπολέμωσεν; οἳ πάλαι μὲν ἤστραπτον, νῦν δ’ εἰσὶ σκοτεινοί, καὶ πάλαι μὲν [*](16 Ar. Ach. 6. Eq. 1148) [*](1 μὴ cum rasura duarum litterarum I | δεήσωνται CA ΡΒΜ Re 2 τοῖς inserui auctore Re Anim 6 ἀρχόντων delere vult Cobet l. l. 7 δὲ om Fabr 8 αὑτῶν Ι ἀυτῶν U 10 τρέχει μὲν scripsi eVUI in quo τρέχει inser m2, Μο Fabr, ut etiam Sintenis proposuit μὲν τρέχει CAPBM Re μέτα 11 περιστρέφεται Μ 12 σκοπῶν BM | ἀπέχει Fabr et Cobet l. l. ἀπέχῃ libri et Re 13 δ’ Re | ἥκει Gasda, fortasse recte 14 ἀρχῆς om Μο 15 πρότερον Mo, sed πρόσθεν in marg | γινόμενα VUIMo 18 ε in εἶεν in ras C v 20 τοὺς om Fabr | λαι in πάλαι in ras I2 πά cum rasura trium litterarum U)