Oratio 2

Libanius

Libanius. Libanii Opera, Volume 1, Fasc 1: Orationes I-V. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.

ἀλλ’ οἱ μὲν ἐοικέναι δοκοῦσι πέτραις, εἰς ἃς ὁ σπείρων μαίνεται προσαπολλὺς τὴν σποράν. καρποὶ δ’ ἑτέρωθεν ἀπὸ τῆς Ἰταλῶν φωνῆς, ὦ δέσποινα [*](4) Ἀθηνᾶ, καὶ τῶν νόμων. | οὓς ἔδει πρότερον φέρον- [*](R 186) τὰς τοὺς ἐπισταμένους ἑστάναι πρὸς τὸν ῥήτορα βλέ- ποντας, ἀναμένοντας τό· ὦ οὗτος ἀναγίνωσκε. ἤδη δὲ καὶ ὑπογραφεῖς ἐν ταῖς μεγίσταις ἀρχαῖς, ὁ δὲ τὸ λέγειν ἀντ’ ἐκείνου μαθὼν ὑπ’ ἐκείνων τε καταγελᾶται καὶ αὐτὸς ὀδύρεται.

πολλοὶ δὲ πολλοῖς οὐσίας ἐκ συνηγοριῶν σεσωκότες ἐκπηδήσαντες ἐκ τῶν ρίων ὁπλῖται γεγένηνται, οὐ τῆς ἐκ τῶν χειρῶν δόξης ἐπιθυμοῦντες, ἀλλ’ εἰδότες, ὅτι δόρυ ἑλοῦσιν εὐθὺς ὑπάρξει γαμεῖν καὶ τὰ τῆς γυναικὸς ἐσθίειν, πολεμίου δὲ ἐπελθόντος ἐν ἀκμῇ μάχης ῥᾷστον ἀντὶ τῶν χειρῶν χρήσασθαι τοῖς ποσίν, ὡς οὐκ ἐσομένων εὐθυνῶν.

τῶν τοίνυν καλουμένων σημείων τρεψαμένων μὲν τὸν Ἑρμῆν, | τρεψαμένων δὲ τὰς Μούσας, τὴν δ’ οὖσαν [*](R 187) τοῖς περὶ ἐκείνας εὐδαιμονίαν εἰς αὑτὰ μεταθέντων, καὶ τῶν μὲν τεταπεινωμένων, τῶν δὲ τὰς γνάθους φυ- σώντων ἀγανακτεῖ τις, εἰ τῆς τέχνης ἀχρήστου μοι γεγενημένης ἀλγῶ;

[*](4 p. 178, 6 sq. et 193, 6 20 Dem. or. 19 § 314 p. 442, 16. Cf. IV 634, 24 R)[*](1 λκ in εἷλκον in ras Ι2, εἷ cum rasura trium litterarum U (videtur fuisse εἷλον, ut in Vat. 82) | ἁπανταχόθεν V | δὲ Re 5 φέροντας om Μο 8 ὑπογραφὴν Μο 9 ἐκείνου Μο | τε om UI 10 πολλὰς Β 13 εἰδότες ὅτι δόρυ Ι, sed ἐς ὅτι δο in rasura 5 litterarum m2 13 ὅτι om U | ἑλοῦσιν scripsi λέγουσιν libri Re δορυλἐγουσιν Fabr δεῦρο ἥκουσιν Gasda 15 δ’ Re 16 οὐκ om Β 18 δὲ ΒΜ 19 τοῖς] τ cum rasura unius et lacuna trium litterarum Β | αὐτὰ ΒΜΜο ἀυτὰ U 20 φυσσώντων UMo 21 τῆς om UI | μοι om Β)
254

47. Ἀλλ᾿ οὐχ ὑπὲρ ταύτης, φησί, μόνον άλ- γεῖς, ἀλλ’ ὅλως ἐπιλαμβάνῃ μὲν τῶν νῦν, ὑμνεῖς δὲ τὰ πρότερα καὶ περιεργάζῃ. τίνα, ὦ βέλτιστοι, παραβαίνων νόμον, τίνας ὑπερπηδῶν ὄρους τῇ περὶ ταῦτα λύπῃ ; πῶς ἀδίκημα γίγνεται τὸ τοῖς πράττουσι κακῶς συνάχθεσθαι; ἐγὼ μὲν γὰρ χρηστό- τητος εἶναι νομίζω τὸ μὴ μόνον ὑπὲρ τῶν οἰκείων ἀνιᾶσθαι κακῶν, ἀλλὰ κἀν τοῖς ἑτέρῳ συμβαίνουσι ταὐτὸ ποιεῖν.

καὶ οἶδα πολλοὺς οὐ μόνον τοὺς καθ’ αὑτούς, εἰ ἀτυχοῖεν, ἐλεοῦντας, ἀλλὰ κἀν ταῖς τῶν τραγῳδιῶν ἀναγνώσεσι δάκρυα κατὰ τῶν βιβλίων ἀφιέν- τὰς. πῶς οὖν οὐχὶ καὶ τούτους κακίζετε;

ῥᾴδιόν γέ τοι πρὸς αὐτοὺς λέγειν· τί δὲ ὑμῖν μέλει τῶν Νιόβης τέκνων, ἢ ε ἴ τις Κάδμου θυγάτηρ τὸν αὑτῆς ἀπέκτεινε; Λάϊος δὲ ὑμῖν πατήρ; Οἰδί- πους δὲ ἀδελφός; Ἑκάβη δὲ μήτηρ; Κρέων δὲ ὁ Κορίνθιος θεῖος; Γλαυκὴ δὲ ἀνεψιά; πρῴην Ἱππόλυτον τὸν Εὐριπίδου θρήνων οὐκ ἠξίωσα τοσού- των, ὅσωνπερ ἄν, εἰ παρῆν καὶ ἑώρων τὸ πάθος; τί [*](1 φασι Fabr 2 ὅ ὡς cum rasura unius litterae U 3 ὑμεῖς Μο | περιεργάσῃ Μο | οὖν Fabr 4 βέλτιστε ΒΜ | νό- ω ο μον Α νόμων Ρ | νόμους Μο sed ὅρους in marg 5 γίνεται ΒΜV 6 κακῶς πράττουσι Re πράγμασι κακοῖς Fabr | ἐγὼ — 9 ποιεῖν] fortasse ex hoc loco libavit auctor florilegii, quod suum in usum convertit Maximus confessor serm. VI 550 Comb. e quo hauserunt Antonius meliss. I 24, Michael Apostol. prov. XV 81d. Arsen. viol. XLVII 14) Λιβανίου· Συγχαίρειν χρὴ τοῖς φίλοις καλῶς πράττουσιν, ὡς καὶ συναλγεῖν λυπουμένοις | η alte- rum in χρηστότητος in ras Ι2 χρηστότ τος cum rasura unius litterae (α) U 8 ἀυτοῖς Μο sed κἀν τοῖς in marg 9 τὰ Fabr 10 αὐτοὺς Μο | τύχοιεν ΒΜ 11 ἀφέντας Β 13 μέλοι Β 16 ἀυτῆς U αὐτῆς I 16 Ἐπικάστη? 17 πρόην δὲ UI 18 ι prius in εὐριπίδου in ras I2 | οὐκ om V et delere vult Gasda 19 ὅσων ΒΜ | εἰ παρῆν] εἴπερ ἦν U (sed ερ erasum) ΙΜο Fabr)

255
οὖν οὐκ ἐγκαλοῦμαι ταῖς | πρὸ τῶν Τρωικῶν συμ- [*](R 188) φοραῖς πληττόμενος;

ὑμεῖς δέ, ὦ πρὸς Διός, νέων ἐκφερομένων καὶ πατέρων ἀκολουθούντων συνεκφέρον- τες οὐ θρηνεῖτε, καὶ ταῦτα οὐδεμιᾶς ἀναγκαζούσης συγγενείας; τοὺς ἐπιτιμῶντας οὖν εἰκότως ἂν ἔχοιτε. καὶ μὴν ἐν εὐεργέταις οἷς ταῦτα εἰσενηνόχατε γονεῦσιν ἠρίθμησθε.