Oratio 2

Libanius

Libanius. Libanii Opera, Volume 1, Fasc 1: Orationes I-V. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.

οὓς ἡδέως ἂν ἐροίμην, πό- τέρα με ψεύδεσθαί φασι τοῖς ἐπαίνοις τουτοισὶ καὶ τοῖς ψόγοις ἢ οὔ. εἰ μὲν γὰρ ψεύδεσθαι, δειξάτωσαν, ὡς οὐκ ἀμείνω ταῖς πόλεσι τὰ πρόσθεν· εἰ δ’ ἀληθεύ- ειν, τί χαλεπαίνουσι; τί δ’ οὐχὶ τὴν ἀλήθειαν βαρεῖαν καλοῦσιν, ἀλλὰ τὸν ἑπόμενον ἐκείνῃ βαρύν; οὐ γὰρ ὁ ἐμὸς λόγος τὰ πράγματα πεποίηκεν, ἀλλ’ ὑπὸ τῶν μάτων οἱ λόγοι τοιοῦτοι γεγένηνται.

εἶπον, ὅτι πάλαι πολλαὶ θυσίαι καὶ μεστὰ τῶν θυόντων τὰ ἱερὰ καὶ θαλίαι καὶ αὐλοὶ καὶ ᾠδαὶ καὶ στέφανοι καὶ πλοῦ- τος ἐν ἑκάστῳ κοινή τις οὗτος τοῖς δεομένοις ἐπικου- ῥία. τί οὖν ἐψευσάμην; καὶ νῦν τοὺς νεὼς ἴδοι τις ἂν τοιούτους; μᾶλλον δέ, ἴδοι τις ἂν πενίαν ἑτέρωθι τοσαύτην;

εἰσὶ μὲν οἳ ὡς ἥδιστ’ ἂν θεοὺς ἀναθήμασι τιμήσαιεν, ἴσασι δ᾿, ὡς εἰ κομίσαιεν ἐκεῖσε, ταῦτα ἑτέρων ἐστίν, ὅπου γε καὶ τὴν πολλὴν ἑκάστου τῶν θεῶν γῆν [*](2 δὲ ΒΜ 4 ὅτ᾿ ἂν A 7 βαρὺς ὢν UI Fabr 13 χα- λεπαίνουσι· per ras e χαλεπαίνουσιν ΒΜ | δὲ ΒΜ 15 ἀλλὰ ΒΜ 17 πολλαὶ <αἱ> Re Anim | ἔστα in μεστὰ in ras Ρ2 et Ι2 μετὰ U et in marg Μο 20 signum interrogationis post οὖν posuit Gasda post ἐψευσάμην delens 21 τίς Α τὶς Μο 22 inter μὲν et οἳ habent οὖν ΒΜ γὰρ inser I2 | ὡς om BMU inser I2 | ἥδιστα MoU et corr in ἥδιστ᾿ Ι2 | ἀναθήματι Β 23 τιμήσαιεν ἄν ΒΜ | δ’ inser I2 24 γε om Fabr)

249
ἕτεροι γεωργοῦσι καὶ τῆς προσόδου μέτεστι τοῖς βωμοῖς οὐδοτιοῦν.

εἶπον, ὅτι τοῖς περὶ τὴν γῆν πονοῦσιν ἦν καὶ κιβώτια πάλαι καὶ ἐσθὴς καὶ στατῆρες καὶ μετὰ προικὸς οἱ γάμοι. νῦν δὲ διὰ πολλῶν μὲν ἐρήμων ἥξεις 4 ἀγρῶν, οὓς τὸ πιέζεσθαι | ταῖς εἰσπράξεσιν ἐκένωσε R 182 προστεθέντος ἑτέρου κακοῦ μείζονος, τῶν τὰ ἄντρα σφῶν αὐτῶν ἐμπεπληκότων, τῶν μέχρι τῶν ἱματίων σωφρόνων. ὅσοι δὲ καὶ μένουσιν ἐν ἀγροῖς, οὐδὲν δέονται κλείειν θύρας· οὐδεὶς γὰρ φόβος ἀπὸ λῃστῶν τῷ γε οὐδὲν ἔχοντι.

33. Ἀλλὰ τὰς βουλὰς ἐρεῖς. ἀλλ’ εἰ καὶ μηδὲν ἄλλο διέκειτο κακῶς, τοῦτό γ’ ἂν ἔπειθε μόνον λέγειν οἷά- περ λέγω. ἀντὶ μὲν ἑξακοσίων τῶν τότε οὐδὲ ἑξή- κοντα νῦν. ἐξήκοντα εἶπον; οὐδὲ μὲν οὖν ἒξ παρ’ ἐνίοις.

ἀλλ’ εἰσὶ τῶν πόλεων, ἐν αἷς ὁ αὐτὸς εἰσπράττει, λούει καὶ πόλιν λούει. τί τοῦτό ἐστι τὸ αἴνιγμα; λούει τε τῇ χορηγίᾳ τῶν ξύλων καὶ τὸν ἀμ- φορίσκον λαβὼν βαλανεὺς ὁ λειτουργῶν γίγνεται. εἶθ’ ὁ μὲν θερμόν, ὁ δὲ ψυχρὸν ὕδωρ ἐζήτησε, τῷ δέ, οὐκ ἔνι γὰρ μερισθῆναι, τὴν θατέρου φέρειν ὀργὴν ἀνάγκη. [*](16 cf. or. L t. II 586, 12 sq.) [*](6 σὴ (om V) περὶ μοναχῶν τοῦτο λέγει (om A) AMV Mo qui addit: καθὼς καὶ ἡ (ἐν Re) τῷ ὑπὲρ ἱερῶν καταφέρεται μοναχῶν.) [*](2 οὐδ’ ὁτιοῦν CAPBMUI 3 καὶ om Ι (sed in rasura 2 litterarum) et Fabr inser P3 | μετὰ τῆς προικὸς Β 4 μὲν om Re 5 ταῖς Fabr τε libri, sed in γε corr I2 6 προ- τεθέντος Μο 7 μπε in ἐμπεπληκότων C v in ras 9 γρ ἐν ἄλλω: κλεισὶ A in marg 11 ἐξαιρεῖς Gasda 12 διέκειντο Β | ἂν om Re | μόνον ἔπειθε ΒΜ 14 νῦν — 15 τῶν Ι in marg, postea inser U 17 λούειν Β 18 ὁ βαλανεὺς λειτουργῶν Fabr | (??)ίνεται BMV 19 ὕδωρ om ΒΜ | ἐξῄτησε Fabr. | τὸν V | δ᾿ Re)

250
[*](R 183)

ἀλλ᾿ οὐ παρ’ | ἡμῖν ταῦτα. μηδέ γε, ὦ Ζεῦ, γένοιτο, ἀλλ᾿ οὐ τοῦτο δεῖ σκοπεῖν, οὗ ταῦτα οὐκ ἔστιν, ἀλλ’ ὅτι, οὗ ταῦτα ἔστιν, ἔνι. καὶ μὴν αἷς μὲν τῶν βουλῶν ἡ γῆ πονηρά, τῷ μεγέθει τῶν φορτίων ἀπολώλασιν οὐδενὸς τῆς τοιαύτης ἐρῶντος γῆς οὐδὲ ὠνουμένου, παρ’ οἷς δὲ βελτίων, ἀντὶ τῶν κεκληρο- νομηκότων ἔχουσι τοὺς πρίασθαι δυναμένους δεσπό- τας. εἶθ’ οἱ μὲν πολιτευόμενοι ταπεινοὶ καὶ ὀλίγοι καὶ οὐ πένητες μόνον, ἀλλ’ ἤδη καὶ πτωχοί, οἱ δ’ οὐκ οἶδ’ ὁπόθεν εἰσπεσόντες, θέντες τιμήν, τὸ γὰρ ἀληθὲς εἰρή- σεται, τρυφῶσιν ἐν τοῖς ἐκείνων, οἱ μὲν οἰκίας, οἱ δὲ ἀγρούς, οἱ δὲ ἀμφότερα κεκτημένοι.