Oratio 2
Libanius
Libanius. Libanii Opera, Volume 1, Fasc 1: Orationes I-V. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.
εἰσὶ τοίνυν τινές, οἳ τῷ τὸν γέλωτα καθάπαξ φυ- γεῖν ταύτην ἠνέγκαντο τὴν προσηγορίαν. πότ’ οὖν ἢ διεκώλυσα γελῶντας ἢ νέφος ἐπήγαγον εὐφροσύνῃ; ποσάκις δὲ αὐτὸς ἡγεμὼν ἐγενόμην γέλωτος ἐν οἷς ἐξῆν; ἐπεὶ σπουδῆς γε καὶ προνοίας πραγμάτων ἐπι- στρεφούσης πρὸς ἑαυτὴν πονηρὸν ἂν ἦν γελᾶν τε αὐτὸν καὶ γελᾶν ἑτέρους ποιεῖν.
τοσοῦτον δὲ ἀπέχω ταύτης τῆς αἰτίας, ὥστ’ οὐδὲ πρὸς τοὺς φοιτῶντας τοιοῦτος γεγένημαι, ἀλλ’ ἡδονήν τινα τὴν ἀπὸ τῆς ἡμερότητος καταμιγνύω τῷ πράγματι, δι’ ἣν οὐδὲν δέο- μαὶ πληγῶν ἑκόντων ἅπαντα ποιούντων, ἑτέρους δὲ ἴσμεν μυρίας ῥάβδους ἀνηλωκότας, οἳ οὔτε τοσοῦτον ἐδυνήθησαν οὔτ’ ἐκλήθησαν ὃ νῦν ἐγώ.
[*](1 εἰς ἡμᾶς Μ | δρόμον alterum cancelllavi 3 ἐνεργασά- μενον Μο 4 οὐδ’ ὅτι οὖν acuto supra ὁ et spiritu leni supra υ eraso Α οὐδ’ ὅτι οῦν C οὐδ’ ὁτιοῦν PBMUI | signum inter- αἱ ύες regationis om Re 6 εἰ] ἢ Μο 7 ἀπὸ Re 8 ἡ ὀφρὺς Μο ἡ ὀφρὺς UI ὀφρὺς Fabr 10 τοῦτον Fabr 11 τῷ inser I2 15 ἐπὶ Mo | γε in ras I3 ante ε una littera erasa in U δὲ Μο | πραγμάτων προνοίας ΒΜ 18 ὥστε ΒΜ | τοὺς om UI 22 τοσοῦτο edd 23 οὔτε Μο)21. Τί δ’; ἐν ταῖς ἀρρωστίαις ἔστιν εἰπεῖν, ὡς τοὺς μὲν ἄλλους δι᾿ ἑκάστης ἡμέρας ἠξίουν παρ’ ἐμὲ βαδί- ζειν, τοὺς δὲ καὶ νυκτός, ἐνίους δὲ μηδ’ ἀπαλλάττε- σθαι τῆς κλίνης, αὐτὸς δὲ ταύτην ἐλλείπων τὴν φορὰν εἰκός τι ποιεῖν ἐνόμιζον; τοῖς μὲν τὰρ πρέπειν τὴν λειτουργίαν, ἐμαυτῷ δὲ τὴν περὶ ταῦτα ἀτέλειαν.
καὶ μὴν πάλαι μὲν ἑωρώμην θέων ἐπὶ τὰς θύρας [*](R 179) τῶν ἀσθενούντων καὶ κλίμακας, | νῦν δὲ φερόμενος, τὰ μὲν ἵππῳ, τὰ δὲ χερσὶν οἰκετῶν. καίτοι τίς οὐκ ἂν ἱκανὴν ἔχειν ἀπολογίαν ἡγησάμενος τό τ’ ἐν τοῖς ποσὶ κακὸν τό τε γῆρας ταύτης αὑτὸν ἀφῆκε τῆς τα- λαιπωρίας; ἀλλ’ οὔτε τοῖς οὐκ ἐπισκεψαμένοις με κά- μνοντα τοῦτο πώποτε ἐμεμψάμην αὐτός τε καὶ παρὰ δύναμιν πολλάκις ἧκον ἐπισκεψόμενος.
23. Τί λοιπόν; ἐν ταῖς ἐπιδείξεσιν εἰμὶ βαρύς, τὸν μὲν ἀεὶ γιγνόμενον κρότον, κἂν ᾖ πολύς, ὡς ἐλάττω τοῦ δέοντος αἰτιώμενος, ταῖς δ’ εἰωθυίαις φωναῖς προσ- τιθέναι καινὰς ἀξιῶν, τὰς δὲ εὐφημίας, ὥσπερ λίθι- νος, δεχόμενος καὶ οὔτε ὀφθαλμοῖς οὔτε χειρὶ τοὺς ἐπαινέτας οὔτε μειδιάματι τιμῶν;
ἐγὼ δὲ αὐτοὺς οἶδα καὶ ῥήμασιν ἐπισχών, δεόμενος μὴ οὕτω λίαν κόπτειν αὑτοὺς μηδ᾿ ἐν οἷς ἐμὲ κοσμοῦσι ταλαιπωρεῖν. ἃ δ’ ἠγανάκτησα πολλάκις ὑπὲρ Πλάτωνος καὶ Δημο- [*](22 Dem. prooem. 29 p. 1439, 18 et 37 p. 1446, 15) [*](1 post δ’ signum interrogationis inser Re 3 μηδὲ ΒΜ 4 ἐλλείπων in marg, ἐκλιπὼν in textu Μο prius ε in ἐλ- λείπων in ras P2 | 5 εἰκὸς τί Μο 6 ἐμαυτῶ τῶ δὲ Μο 7 μὴ Μο | acutus et ην in ἑωρώμην in ras P3 | τρέχων ΒΜ 8 φέρομαι? 9 καίτοι] καὶ ΒΜ 10 ἔχειν ἱκανὴν ΒΜ 12 οὐκ inser Fabr μὴ inser I2 13 ὑπὲρ? 15 εἰμὶ] εἰ μὴ Μο 16 γινόμενον BMUV | ὡς om U inser I2 18 δ᾿ Re 21 οὔτε Μο 22 αὐτοὺς BMV | μηδὲ ΒΜ)
25. Αὐτὸ τοίνυν τὸ πλῆθος τῶν ἐπιδείξεων, ἐπειδή τινας ᾐσθόμην δυσχεραίνοντας, ᾤμην δέ γε αὐτοῖς ὁ ἠλίθιος χαρίζεσθαι τῇ πυκνότητι, κατέλυσα καὶ ὅ πρό- τερον ἐν πλείοσι, ταῦτ’ ἐν τοῖς φοιτῶσι δεικνύω. οὕτω πάνυ δέδοικα <καὶ> τὸ δοκεῖν εἶναι βαρύς.
26. Νὴ Δί’, ἀλλὰ τούτων μὲν οὐδὲν οὐδεὶς αἰτιᾶ- ται, ἐκεῖνο δὲ τὸ τὰ πάλαι μὲν ὄντα ποθεῖν τε καὶ ἐπαινεῖν, τῶν παρόντων δὲ κατηγορεῖν, καὶ τότε μὲν φάσκειν εὐδαίμονας εἶναι τὰς πόλεις, νυνὶ δὲ δυστυ- χεῖν, καὶ τοῦτον ἀεί τε καὶ πανταχοῦ καὶ καθ’ ἡμέραν λέγεσθαί μοι τὸν λόγον.
εἰσὶ δὲ οἱ ταῦτα μεμφό- μενοι καὶ οἱ τοῖς λόγοις ἀνιώμενοι τούτοις, οἶς τὰ παρόντα συνήνεγκεν· οἷς δ’ ἐλυμήνατο, τῶν ἐπαινούν- των. γεγόνασι δὲ οὗτοι μὲν ἐξ ἐνδόξων ἄδοξοι καὶ ἐξ εὐπόρων ἄποροι, ἐκεῖνοι δὲ τοὐναντίον ἐν δόξῃ καὶ πλούτῳ καὶ δυνάμει, ὧν τοσοῦτον ἀπεῖχον ταῖς ἐλπί- σιν, ὅσονπερ τοῦ πτήσεσθαι.
οὐκοῦν τοῖς μὲν εὖ [*](22 ἤτοι πετάσειν V) [*](4 δὲ om U inser Ι2 | οὗ supra ὃ P3 γρ οὗ supra ὃ Μ ὃ VUIMo Monnier γρ ὃ in marg Α 8 τῇ πυκνότητι om U inser Ι2 9 ταῦτ’] ταῦτα νῦν Ι (νῦν tamen inser m2) et Fabr 10 καὶ inserui e V 11 οὐδεὶς οὐδὲν V οὐδὲν om Μο inser I2 οὐδ᾿ cum rasura duarum litterarum U | οὐδεὶς om U 14 νῦν Μο 15 τε om BMV | καὶ καθ’ ἡμέραν om ΒΜ καὶ om UI Fabr καθ᾿ ἡμέραν e καθἠμεραν corr Mo2, post λέγεσθαί μοι Fabr καθημέραν AV 17 οἱ del? 18 οἷς] εἰς Μο | ἐλυμήναντο Μο 19 δ’ Re 20 ἐν δόξῃ] ἔνδοξοι U 22 ὅσονπερ] ὅσονπερ καὶ Fabr ὅσον πῶς Mo)