Oratio 1

Libanius

Libanius. Libanii Opera, Volume 1, Fasc 1: Orationes I-V. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.

τοῦ- τὸν δὴ τὸν χρόνον τὰ μὲν τῶν εἰωθότων ἡμῖν πολε- μεῖν τόξα ἦν ἐν παττάλοις, ἡ κεφαλὴ δὲ ἰσχυρῶς ἐπο- λεμεῖτο τῷ παλαιῷ κακῷ. καὶ δὴ καὶ τοῦ καταπεσεῖσθαι ὁ φόβος οἴκοι παρῄνει μένειν χαίρειν εἰπόντα τῷ περὶ τοὺς νέους ἔργῳ. ἀλλὰ κἀνταῦθα θεῶν τις χεῖρα ὑπερέσχε δι’ ἀγαθοῦ μάντεως λύσας ἐλπίδι τὸν φόβον· μᾶλλον δὲ ὁ μὲν προσέπιπτεν, ἡ δὲ ἐμάχετό | τε καὶ [*](R 160) ἐπειρᾶτο νικᾶν.

269. Ἄρχων ἕτερος, ὀργὴ, θυμός, δειμός τε φόβος [*](24 II. λ 37. ο 119) [*](1 δοθῆναι scripsi δοῦναι libri edd 2 τέ με] τε μὲν L 5 post ᾖ et πάντα rasura ternarum litterarum in Α | αὐτὸν APVL αὐτῶ Β 7 ὁ om L 9 ὃ τόνδε τὸν V | χρόνον Α χρόνον VL | τιμή L 11 γρ δεδομένης Mor in marg 12 μὲν εὖ] εὖ μὲν L (et Par) | εὖ om Β 13 ἕτερος L 16 μὲν] μετὰ L 18 τοῦ inser m. rec. Α 22 ἡ] ὁ L | τε om Β 24 φόβος τε] καὶ φόβος L)

198
τε, ὕβρις, ἀσέλγεια, πᾶν μὲν φθέγξασθαι, πᾶν δὲ τολμῆσαι, τὰ τυράννων ἐν νόμοις ἐργάσασθαι. οὗτος οὐ δοκεῖν μὲν τολμᾶν ἐβούλετο, πᾶν δὲ τοὐναντίον ἔπραττεν, ἐν ἑτοίμοις ὑποσχέσεσι πανταχοῦ ψευδόμενος, ὥστε μετά τινας ἡμέρας καὶ τοιαύτην ἐπ’ ἐμὲ δόξαν ἐλθεῖν, (πλάττοντα λόγους ἔξω κομίζειν) ἀκηκοότα οὐδέν.