Oratio 1
Libanius
Libanius. Libanii Opera, Volume 1, Fasc 1: Orationes I-V. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.
ὁ μὲν οὖν αὑτὸν τι- μωρίαν εἰσπραττόμενος, ἐννοῶν, οἷος εἰς οἷον γεγένηται, ᾤχετο ποιήσων ἑτέρους κακῶς, ὁ πλούτῳ μὲν εἰσελ- θὼν εἰς τὴν ἀρχήν, ἀπειρίαι δὲ λυμηνάμενος ταῖς πόλεσιν. ὁ δὲ δὴ μετὰ τόνδε χρόνος, τιμαὶ μὲν εἰς ἐμέ, τιμαὶ δὲ εἰς λόγους. καὶ ἐδείκνυντο κατὰ τὸν παλαιὸν νόμον τῆς ἀρχῆς μοι δεχομένης τοὺς λόγους, ἀνδρὸς μὲν εὖ εἰδότος δικάσαι δίκην, πλέον δὲ πρᾳότητι δυνηθέντος ἢ ἕτεροι ξίφεσι, πείσαντος δὲ ἐρᾶν αὐτοῦ καὶ ἄνδρα καὶ οἰκίαν καὶ πόλιν καὶ ἔθνος βουλάς τε καὶ δήμους καὶ ὧν αἱ χεῖρες περὶ τὴν γῆν.