Oratio 1
Libanius
Libanius. Libanii Opera, Volume 1, Fasc 1: Orationes I-V. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.
ἐμοὶ δὲ μὴ ἀλγεῖν μὲν οὐκ ἦν, σιωπᾶν δὲ ἠξίουν, ἕως αὑτῶν ἀδικεῖν κατα- γνόντες ἦσαν ἐν τοῖς προτέροις. τῆς γνώμης δὲ οὐκ ἀρκούσης εἰς πίστιν προσεγένετό τι τὸ τὴν ἀνάγκην ἔχον, ὥστε μηδὲ (βουλομένοις) ἀπεῖναι ἐξεῖναι. ὅ δὲ τοῦτο ἦν, ἔδοξέ μοι μὴ λέγειν.
243. Τὸ δὲ πάθος ἐκεῖνο τὸ τῆς κεφαλῆς τὸ ἀρ- χαῖον, ὃ βροντῆς ἔργον ἐγεγόνει, διαλιπὸν ἑκκαίδεκα ἔτη, πάλιν ἐνέκειτο καὶ ἦν χαλεπώτερον ἀρξάμενον εὐθὺς μετὰ τὴν μεγίστην ἑορτήν, ἥ γε κοινὴ τῶν ὑπὸ Ῥωμαίοις ὄντων, δέος τε ἦν, μὴ κατενεχθείην ἐπὶ συνουσίᾳ τῶν παίδων καθήμενος, ἦν δὲ καὶ ἐπὶ κλίνης [*](6 Themist. l. l. p 278, 25 sq. 19 p. 85, 3 sq.) [*](2 ἀντὶ τοῦ τῶν L 4 ᾿κείνω Β κείνω VL 5 ἑτέρῳ coni Re 6 ἐκόλασε aut ἐζημίωσε post δύο excidisse putat Re, fortasse recte | δ’ PVL Re 8 ἑτέρω L 11 καὶ ante ἐν- δεικνυμένης excidisse videtur 12 τί BV 13 αὐτῶν VL 15 εἰς scripsi e VL coll. 194, 15 πρὸς ACPB edd | τὸ scripsi coll. 166, 13 ὃ libri, quod delere aut cum καὶ mutare vult Re 16 ὅ τι scripsi e Β ὅτι reliqui libri edd 18 τὸ secun- dum om V 20 ἐπέκειτο VL 21 γε scripsi τε libri edd τις coni Re)