Oratio 1
Libanius
Libanius. Libanii Opera, Volume 1, Fasc 1: Orationes I-V. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.
ὧν εἷς τις ἐν τῷ δικαστηρίῳ καὶ ἐμὸν ὑπογραφέα κεκοινωνηκέναι τῆς ἀκοῆς ἔφασκεν, ὁ δὲ ἄρα ἐτεθνήκει, καὶ τοῦτο ἀκούσας ὁ δικαστὴς ἐξέβαλε τὸν λόγον. πάλιν ἐν τούτῳ τὶ θανάτῳ βασάνου μὲν ἐκεῖνος, ἐγὼ δὲ ὁδοῦ τε καὶ θορύβων καὶ πόνων οὐ φορητῶν ἀφείθην. ὁ γὰρ δὴ ἐπὶ τεθνεῶτα ἥκων τίς ἂν ἦν ζῶντος; ἔλεγε δὲ ταῦτα οὐχ ὡς τὸν νεκρὸν παραδώσων τοῖς νόμοις, ἀλλ’, οἶμαι, τι προσεδόκησε, τοῖς οὐ μετ’ αὐτοῦ δεδεμένοις τοῦ μὴ δεδέσθαι φθονῶν. τύχης τοίνυν ἀγαθῆς τὸ μὴ κακω- [*](11 Themist. or. XIX p. 280, 16. 281, 21 sq. Dind. 14 Plat. Crit. 46 Β) [*](9 ἔδοι· ἤγουν εἶδεν V) [*](1 σωφρονίσαι scripsi φρονῆσαι libri edd 5 ἐμοὶ scripsi ex ΑΒ coll. p. 193, 16 γρ ἡμῖν supra ἐμοὶ P3 ἡμῖν CVL edd 9 πολλούς] πάντας L | τοῦτο ΑΡ τούτω Β 11 οἱ δὲ οἷς ἤκουσαν Gasda | ἤκουσε Ρ | στις in εἷστις in ras (C v 14 πά- λιν τοίνυν? 15 τε inserui e VL 16 οὐ φορητῶν scripsi e VL coll. p. 168, 3 et Ι 381, 14 (R) ἀφορήτων ACPB edd 17 τε- θνεῶτα scripsi e BV τεθνεῶτας AC edd τεθνεῶτος L et corr in τεθνεῶτα Ρ3 19 μεθ’ αὑτοῦ coni Re | secundum ε in δεδεμένοις in ras Ρ2 δεομένοις L 20 κακῶσαι Β)
241. Ἐκείνῳ μὲν δὴ τῷ χειμῶνι πέρας ἐπιεικέστε- ρον ἐπέθηκε βασιλεύς, οἷον οὐκ ἂν ἕτερον, ἐμοὶ δοκεῖν. θανάτῳ μὲν γὰρ οὐδένα, φυγῇ δὲ δύο, πληγαῖς δὲ οὐ | [*](R 146) πολλαῖς ἐποίησε τοὺς ἄλλους βελτίονας, ἐμοὶ δὲ γίγνεταί τις ἑτέρωθεν ταραχὴ τῆς ἐν τῷ διδασκαλείῳ νεότητος οὐ πάσης ἐν τῇ τάξει μενούσης, ἀλλ’ ἐν σω- φρονοῦντι τῷ πλείονι μοίρας τινὸς θρασυνομένης, τῷ λυπεῖν φιλοτιμουμένης, ἐνδεικνυμένης, ὡς εἰ ἐθελήσουσι, καὶ πλέον τι δράσουσιν.