Oratio 1
Libanius
Libanius. Libanii Opera, Volume 1, Fasc 1: Orationes I-V. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.
οὔπω δὲ τοῦτο, ὅτε ταῦτα ἔγραφον, ἐπεπόνθειν, θαρρῆσαι δὲ ὑπὲρ τοῦ μέλλοντος οὐ παρῆν. καὶ αὐτὸ δὲ τοῦτό μοι τὸ μήπω παρὰ τῶν θεῶν, οἱ διὰ μάντεως με αἷμα οὐκ εἴων ἐξάγειν φλέβα τεμόντα, καίτοι σφόδρα γε ὡρμη- [*](9) κότα. ἔλεγε δὲ ὁ | ἰατρός, εἰ ταῦτα ἐγεγόνει, διὰ τοῦ [*](R 147) ῥυέντος αἵματος ἰσχὺν λαβόντος τοῦ ῥεύματος ἡττη- θεῖσαν τὴν κεφαλὴν πάντως ἄν με καὶ καταβαλεῖν.