Oratio 1

Libanius

Libanius. Libanii Opera, Volume 1, Fasc 1: Orationes I-V. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.

τῇ Τύχῃ δέ, ὡς ἔοικεν, αἰαχρὸν εἶναι ἐφαίνετο τοιαύτην νίκην τε καὶ ἥτταν περιορᾶν, καὶ τὸ πρᾶγμα μετέθηκεν οὐδὲν ἡμῶν πραγμα- τευσαμένων· ὁ γὰρ δὴ ἀεὶ οἴνου γέμων ἐκεῖνος ἐξέωστό [*](9 Κανδίδῳ or ΧΧΧΥΙΙ t. II 330, 18 R sq.) [*](1 ἐς ACP Ι τε inser P3 2 πρὸς ἐσπέραν ΑΒΡ in quo γρ πρὸ ἐσπέρας m3 in marg Ι αὐτῶν Β αὐτῶν L 4 δρόμος δὲ οὐδεὶς L Ι ἄρτους scripsi e V duae litterae post ἄρτ abreptae in L ἄρτον ACPB edd 5 ἂν inserui e V 6 δι’ δι᾿ ὃV 7 μέν γε L et γρ Mor in marg Ι ποιεῖσθαι Β 12 ν in ἐπῆν suprascr. C v 14 inter ἤλγουν et ὁ δὲ Ferr in marg Mor Re habent verba βοηθεῖν δὲ οὐκ εἶχον quae e textu removi 19 δ in δὲ in ras P3 τὲ Α)

184
τε τῆς περὶ τὰ τοιαῦτα ἐξουσίας οἴκοι τε καθῆστο ἐγκεκαλυμμένος πεποιημένης τε τῷ Ποσειδῶνι τῆς ἱπποδρομίας περὶ τῇ οἰκίᾳ τῇ αὑτοῦ δεδιὼς ἔτρεμε· τοσοῦτο κῦμα παίδων ἐπ’ αὐτὴν ἐφέρετο, κελεύοντες ἐμεῖν ἃ ἐδηδόκει κακῶς, καὶ αἱ δᾷδες ἐν χεροῖν. τα- πεινὸν δὲ ἦν καὶ ὅσον αὐτῷ συνύβριζε πρότερον, ὅ τε ἐξηπατημένος αὑτὸν ἀπῄτει δίκας διὰ τῶν ἐν τῇ κεφαλῇ τριχῶν.

231. Ἧκε δὲ ἐν ταῖς αὐταῖς ἡμέραις ἡμῖν καὶ τοῦ ὑπάρχου γράμματα πολλαῖς καὶ μεγάλαις τιμῶντα εὐφη- [*](R 142) μίαις· ἐν αἷς καὶ τὸ πάνυ μ’ ἐθέλειν ἰδεῖν Ι ἐνεγέ- [*](†) γραπτο,|ὣστε τοῖς νύκτωρ ἐκτεθεικόσιν ἐκεῖνα τὰ ματα, ὅτου μὲν ἦν, οὐκ ἔλεγεν, ὅσα δὲ ἐσυκοφάντει, πένθος εἶναι τὴν ἐπιστολήν.

ὀλίγαις δὲ ἡμέραις ὕστερον ὃν ἐποίησα λόγον αἰτήσαντι στρατηγῷ, καὶ γὰρ τοῦτό μοι παρὰ τῆς θεοῦ τὸ εἶναι τοὺς τὰ τοι- αῦτα αἰτοῦντας, τοῦτον οὖν τὸν λόγον δεικνύων εὐδο- κίμουν, καὶ ἦν παραμύθιον ὁ κρότος τελευτῆς ἀνδρός, οὗ τὰ γράμματά μοι πρὸς ἐπιδείξεις συνέπραττε βελτίω τε ὄντα τῶν ἐμῶν ἃ ταῖς ὠδῖσιν ὑπήκουε, καὶ παρέ- χοντα τρέχειν τοῖς ὀφθαλμοῖς δι’ αὐτῶν. ἐπὶ τούτοις ἐβοήθουν φίλοις γονεῦσι παίδων παιδευομένων ὀργήν [*](19 cf. p. 187, 12 sq.) [*](1 τὰ τοιαῦτα] ταῦτα VL γρ Mor in marg 2 ὒ in ἐγκε- καλυμμένος in ras C f ἐγκεκρυμμένος L 3 αὐτοῦ BVL 5 ἐξεμεῖν Wyttenb et Cobet Mnem. V 104 (= Coll. 100) Ι αἱ om VL 6 ὅ τε scripsi auctore, Gasda ὅτε libri edd 7 αὑτὸν corr ex αὐτὸν C p αὑτὸν Α αὐτὸν L 11 με θέλειν libri edd Ι ἐγέγραπτο L 12 ante ὥστε lacunam statuo cum Gasda Ι ν ul- timum in ἐκτεθεικόσιν in ras 3 ltterarum P3 ἐντεθεικόσιν L Ι νᾷ τὰ in ἐκεῖνα τὰ in ras 2 litterarum P3 13 ἢν in ras P2 16 τῆς] τοῦ γρ Mor in marg Ι τὰ om VL)

185
τε ἄρχοντος ἐξαιρῶν καὶ λύων τινὰ δεσμῶν καὶ χων οἴκαδε ἀπιέναι.

233. Τὴν δὲ ἀπὸ τοῦ λιμοῦ καὶ ἅμα ἀπὸ τοῦ λοιμοῦ λύπην, ἐξ ὧν πολύ τὸ θνῆσκον, οὐδ’ ἂν εἰπεῖν ὅση μοι κατέσχε τὴν ψυχήν, δυναίμην. ὅτε φόβος ἠνάγκαζε πατέρας καλεῖν τοὺς αὑτῶν παρ’ ἑαυτούς, ὥσπερ ἐκ πυρός, οἱ μὲν δὴ ὑπήκουον, μεῖον δὲ ἐμοὶ τὸ ποίμνιον, ἐγὼ δ’ ἔχαιρον σωζομένων ἄλλοσε ἰόντων. πάντα μέν- τοι τὸν χρόνον τοῦτον ἄνευ γέλωτος διῆγον ἱκετεύων θεοὺς δοῦναι μὲν καρπούς, δοῦναι δὲ ὑγίειαν. καὶ τὸ μὲν ἔδοσαν, καὶ ὁ λοιμὸς ἔστη, καρποὺς δὲ ἐλπίζειν μὲν ἔνι, τύχοι δὲ ἡ ἐλπὶς τοῦ τέλους.

234. Ἀλλὰ τά γε τῶν ἡμετέρων λόγων νῦν πλέον | ἢ πρότερον ἥττηται τῶν ἑτέρων, ὥσθ’ ἡμῖν καὶ [*](R 143) φόβον ὑπὲρ αὐτῶν γενέσθαι, μὴ ἐκκοπῶσιν ὅλως, νόμου τοῦτο ποιοῦντος. γράμματα μὲν οὖν καὶ νόμος τοῦτο οὐκ ἔπραττεν, ἡ τιμὴ δὲ καὶ τὸ τῶν τὴν Ἰταλὴν σταμένων γενέσθαι τὸ δύνασθαι. θεοῖς δὲ ἄρα τοῖς δοῦσι τούσδε τοὺς λόγους καὶ ὑπὲρ τῆς νίκης ὧν ἔδοσαν μελήσει καὶ τοῦ τὸ κράτος ὅ ποτε ἦν ἐν αὐτοῖς, κομίσασθαι.

235. Παρὰ τούτων δὲ ἄρα τῶν θεῶν ὑπῆρξε καὶ ἐμοί ποτε σωτηρία πολλοῖς μὲν πρότερον ἔτεσι, λεγέσθω [*](1 ἐξαίρων ACB | δεσμὸν V 6 πατέρας Ferr in marg om AC Ferr | καλεῖν τοὺς αὑτῶν scripsi e VL Ferr in marg προσ- καλεῖν τοὺς αὐτῶν PB προσκαλεῖν τοὺς αὐτοὺς AC Ferr τοὺς αὑτῶν καλεῖν Mor Re | αὑτοὺς L 1 δέ μοι L 8 δὲ V | σωιζομένων C | μέντοι scripsi e VL μὲν ACPB edd 11 λι- μὸς L 12 μὲν Ferr in marg om ACPB 17 τῶν om Β | ῶν in Ἰταλῶν in ras ex ὴν corr P4 ἰταλῶν Β fortasse recte cf. Ι 153, 7 et 185, 21 R 20 καὶ τοῦ τὸ κράτος in ras P3 τοῦ τὸ] τοῦτο Α Ferr Mor τὸ Β | κράτος om A | πότε AC)

186
δέ, εἰ καὶ μὴ πρότερον, ἀλλὰ νῦν, ὁ λόγος δὲ παρὰ τὸν χρόνον οὐδὲν ἀδικήσεται. παρεφρόνει τις τέχνης καὶ τοὺς μὲν πόρρωθεν ἐτάραττεν, ἔστι δ’ ὧν καὶ ἥπτετο, χαλεπώτατος δὲ ἦν ἐμοί, καθάπερ τι πε- πονθὼς κακόν, καὶ ὁπότε ἴδοι με, λίθους ἀφίει καὶ ἐπεθύμει κτεῖναι βαλών.

τὸ δὲ αἴτιον οὔτε τότε ᾔδειν νῦν τε εὑρεῖν οὐκ ἔχω. πρὸς δὲ τὰς βολὰς [*](R 144) βοαὶ μὲν τῶν ὁρώντων | ἦσαν, οἵας ἄν ποιήσειαν ὑπὲρ τοιούτων φόβοι, χεῖρες δὲ ἔδρων οὐδέν, αἰ δὲ τῶν θεῶν καὶ πάνυ, δι’ οὓς ἅπας λίθος μάταιος, τῶν μὲν οὐκ ἐφικνουμένων, τῶν δὲ ὑπερπετομένων.

καί ποτε θέρος μὲν ἦν καὶ μεσημβρία, καὶ ἐκαθήμην ὑφ’ ᾧπερ εἰώθειν κίονι, τῷ Δημοσθένει προσκείμενος, παρῆν δὲ οὐδείς, οὐκ ἐλεύθερος, οὐ δοῦλος. ὁ δὲ ἦλθέ τε ὡς ἐμέ, καὶ ὁ λίθος ἐν τῇ δεξιᾷ. προσελθὼν δὴ ταῖς μεγάλαις θύραις, αἱ <οὐκ> ἐκέκλειντο καὶ δι’ ἦν τἄνδον ἰδεῖν, ἐπειδὴ εἶδεν ἔνδον ὄντα οὐδένα, ἀπῆλθε τὴν αὐτὴν μετὰ τοῦ λίθου, καὶ ταῦτα αὐτὸς ἑώρων οὐ κινηθείς, ὁ δὲ οὐκ ἤνεγκεν ἐπ’ ἐμὲ τὸν ὀφθαλμὸν θεῶν του κεκωλυκότος. ἢ οὐκ ἂν πληγῆς εἰς θάνατον ἐδεήθην δευτέρας, τοσοῦτος ἦν ὁ λίθος.

τὸν τοίνυν ἐκεῖθεν εἰς τήνδε τὴν ὥραν χρόνον δόσιν θεῶν λογίων νομιστέον. ἐφρόντισα μέντοι καὶ [*](1 Thuc. Ι 141, 6) [*](2 τίς ABV 3 δὲ ὦ L 5 ἠφίει V 7 πρός τε libri edd | βουλὰς Ferr Mor, qui βολὰς coni 8 ποιήσειαν et 9 φόβοι scripsi e VL ποιήσειεν et φόβος ACPB edd 10 ἅπας] καὶ L 13 ὑφ’ scripsi e V ἐφ’ reliqui libri edd 16 οὐκ inserui auctore Re | γρ ἐκέκληντο Mor in marg 17 ἦν om Ferr Mor qui ἔνι coni | ἰδεῖν ἰδὼν V probante Gasda | ἰόντα L 20 δι’ οὓς ἅπας λίθος μάταιος post κεκωλυκότος Ferr in marg et Mor qui e superioribus iterata esse cognovit | ἦ? 21 ἐδεήθη L | τοσοῦτον L 22 τὸν] τῶν L | χώραν L)

187
τοῦ σωφρονίσαι τὸν ἄνθρωπον, δῆσαί τε αὐτὸν τῷ πατρὶ συμβουλεύσας καὶ μετενεγκεῖν ἐφ’ ὕδωρ ἀπ’ οἴνου, καὶ γὰρ δὴ καὶ ἐπεπύσμην οἴνῳ νοσῆσαι τὸν ἄνθρωπον.

[*](4)

239. Ἀλλ’ ἐπάνειμι δή· τῶν τις | ἐμοὶ πεπλησια- [*](R 145) κότων ἀνὴρ ἀεί τινας ἑστιῶν καὶ τούτῳ χαίρων ὤν τέ τις ἐν τῷ μεγάλῳ συνεδρίῳ, κιβδήλοις ὀνείρασιν ἐξαπατηθεὶς ὑπισχνουμένοις τὰ οὐκ ἐσόμενα, γελῶν ἅμα πρὸς πολλούς, ἅττα ἴδοι, ἔλεγε. τοῦτο προιὼν ὁ χρόνος ἐποίησε κίνδυνον. καὶ ἀδικεῖν ἐδόκουν, ὁ μὲν οἷς εἶπεν, ὁ δὲ οἷς ἤκουσεν.

ὧν εἷς τις ἐν τῷ δικαστηρίῳ καὶ ἐμὸν ὑπογραφέα κεκοινωνηκέναι τῆς ἀκοῆς ἔφασκεν, ὁ δὲ ἄρα ἐτεθνήκει, καὶ τοῦτο ἀκούσας ὁ δικαστὴς ἐξέβαλε τὸν λόγον. πάλιν ἐν τούτῳ τὶ θανάτῳ βασάνου μὲν ἐκεῖνος, ἐγὼ δὲ ὁδοῦ τε καὶ θορύβων καὶ πόνων οὐ φορητῶν ἀφείθην. ὁ γὰρ δὴ ἐπὶ τεθνεῶτα ἥκων τίς ἂν ἦν ζῶντος; ἔλεγε δὲ ταῦτα οὐχ ὡς τὸν νεκρὸν παραδώσων τοῖς νόμοις, ἀλλ’, οἶμαι, τι προσεδόκησε, τοῖς οὐ μετ’ αὐτοῦ δεδεμένοις τοῦ μὴ δεδέσθαι φθονῶν. τύχης τοίνυν ἀγαθῆς τὸ μὴ κακω- [*](11 Themist. or. XIX p. 280, 16. 281, 21 sq. Dind. 14 Plat. Crit. 46 Β) [*](9 ἔδοι· ἤγουν εἶδεν V) [*](1 σωφρονίσαι scripsi φρονῆσαι libri edd 5 ἐμοὶ scripsi ex ΑΒ coll. p. 193, 16 γρ ἡμῖν supra ἐμοὶ P3 ἡμῖν CVL edd 9 πολλούς] πάντας L | τοῦτο ΑΡ τούτω Β 11 οἱ δὲ οἷς ἤκουσαν Gasda | ἤκουσε Ρ | στις in εἷστις in ras (C v 14 πά- λιν τοίνυν? 15 τε inserui e VL 16 οὐ φορητῶν scripsi e VL coll. p. 168, 3 et Ι 381, 14 (R) ἀφορήτων ACPB edd 17 τε- θνεῶτα scripsi e BV τεθνεῶτας AC edd τεθνεῶτος L et corr in τεθνεῶτα Ρ3 19 μεθ’ αὑτοῦ coni Re | secundum ε in δεδεμένοις in ras Ρ2 δεομένοις L 20 κακῶσαι Β)

188
θῆναι συκοφαντίας ὀδοῦσιν, ἀλλὰ τοῖς ἡδίστοις τε καμάτοις καὶ εἰωθόσιν ἀντὶ τῶν οὐκ εἰωθότων διὰ τοῦδε ἐλθεῖν τοῦ χρόνου.

241. Ἐκείνῳ μὲν δὴ τῷ χειμῶνι πέρας ἐπιεικέστε- ρον ἐπέθηκε βασιλεύς, οἷον οὐκ ἂν ἕτερον, ἐμοὶ δοκεῖν. θανάτῳ μὲν γὰρ οὐδένα, φυγῇ δὲ δύο, πληγαῖς δὲ οὐ | [*](R 146) πολλαῖς ἐποίησε τοὺς ἄλλους βελτίονας, ἐμοὶ δὲ γίγνεταί τις ἑτέρωθεν ταραχὴ τῆς ἐν τῷ διδασκαλείῳ νεότητος οὐ πάσης ἐν τῇ τάξει μενούσης, ἀλλ’ ἐν σω- φρονοῦντι τῷ πλείονι μοίρας τινὸς θρασυνομένης, τῷ λυπεῖν φιλοτιμουμένης, ἐνδεικνυμένης, ὡς εἰ ἐθελήσουσι, καὶ πλέον τι δράσουσιν.

ἐμοὶ δὲ μὴ ἀλγεῖν μὲν οὐκ ἦν, σιωπᾶν δὲ ἠξίουν, ἕως αὑτῶν ἀδικεῖν κατα- γνόντες ἦσαν ἐν τοῖς προτέροις. τῆς γνώμης δὲ οὐκ ἀρκούσης εἰς πίστιν προσεγένετό τι τὸ τὴν ἀνάγκην ἔχον, ὥστε μηδὲ (βουλομένοις) ἀπεῖναι ἐξεῖναι. ὅ δὲ τοῦτο ἦν, ἔδοξέ μοι μὴ λέγειν.

243. Τὸ δὲ πάθος ἐκεῖνο τὸ τῆς κεφαλῆς τὸ ἀρ- χαῖον, ὃ βροντῆς ἔργον ἐγεγόνει, διαλιπὸν ἑκκαίδεκα ἔτη, πάλιν ἐνέκειτο καὶ ἦν χαλεπώτερον ἀρξάμενον εὐθὺς μετὰ τὴν μεγίστην ἑορτήν, ἥ γε κοινὴ τῶν ὑπὸ Ῥωμαίοις ὄντων, δέος τε ἦν, μὴ κατενεχθείην ἐπὶ συνουσίᾳ τῶν παίδων καθήμενος, ἦν δὲ καὶ ἐπὶ κλίνης [*](6 Themist. l. l. p 278, 25 sq. 19 p. 85, 3 sq.) [*](2 ἀντὶ τοῦ τῶν L 4 ᾿κείνω Β κείνω VL 5 ἑτέρῳ coni Re 6 ἐκόλασε aut ἐζημίωσε post δύο excidisse putat Re, fortasse recte | δ’ PVL Re 8 ἑτέρω L 11 καὶ ante ἐν- δεικνυμένης excidisse videtur 12 τί BV 13 αὐτῶν VL 15 εἰς scripsi e VL coll. 194, 15 πρὸς ACPB edd | τὸ scripsi coll. 166, 13 ὃ libri, quod delere aut cum καὶ mutare vult Re 16 ὅ τι scripsi e Β ὅτι reliqui libri edd 18 τὸ secun- dum om V 20 ἐπέκειτο VL 21 γε scripsi τε libri edd τις coni Re)

189
κειμένῳ δέος, ἡμέραι τε ἅπασαι πικραί, νυξὶ δὲ χάριν ᾔδειν τοῦ ὕπνου, φανεῖσα δὲ ἡμέρα τὸ κακὸν ἐκόμιζεν, ὥστε καὶ ᾔτουν παρὰ τῶν θεῶν ἀντ’ ἄλλου τινὸς ἀγαθοῦ τὸν θάνατον, καὶ πιστεύειν μὲν οὐκ εἶχον, ὡς οὐ διαφθερεῖ μοι τὸν νοῦν ἡ νόσος.

οὔπω δὲ τοῦτο, ὅτε ταῦτα ἔγραφον, ἐπεπόνθειν, θαρρῆσαι δὲ ὑπὲρ τοῦ μέλλοντος οὐ παρῆν. καὶ αὐτὸ δὲ τοῦτό μοι τὸ μήπω παρὰ τῶν θεῶν, οἱ διὰ μάντεως με αἷμα οὐκ εἴων ἐξάγειν φλέβα τεμόντα, καίτοι σφόδρα γε ὡρμη- [*](9) κότα. ἔλεγε δὲ ὁ | ἰατρός, εἰ ταῦτα ἐγεγόνει, διὰ τοῦ [*](R 147) ῥυέντος αἵματος ἰσχὺν λαβόντος τοῦ ῥεύματος ἡττη- θεῖσαν τὴν κεφαλὴν πάντως ἄν με καὶ καταβαλεῖν.

ἐν τούτοις δὲ ὄντι μοι γίνεται ὄναρ τοιόνδε· ἐδόκουν μοί τινες θύσαντες δύο παῖδε τοῖν νεκροῖν τὸν ἕτερον θεῖναι ἐν ἱερῷ Δῖός ὄπισθεν τῆς θύρας, ἀγανακτοῦντος δέ μου τῇ τοῦ Δῖός ὕβρει φάναι τινὰς μέχρι τῆς ἐσπέρας τοῦθ’ οὕτως ἕξειν, ἡκούσης δὲ δο- θήσεσθαι τάφῳ. φάρμακα δὲ καὶ μαγγανεύματα καὶ πόλεμον ἀπὸ γοήτων ἀνδρῶν ταῦτα ἐδόκει δηλοῦν.

καὶ εἵπετο δὲ τὸ ἔργον, φόβοι τε ἐκεῖνοι καὶ πλὴν τελευτῆς οὐδενὸς ἐπιθυμία. ἀλλὰ περὶ τούτου λόγοι τε πρὸς τοὺς ἀεὶ παρόντας εὐχαί τε πρὸς θεούς. ἐχθρὸς μὲν ὁ λουτροῦ μεμνημένος, ἐχθρὸς δὲ ὁ δείπνου, καὶ φυγὴ μὲν ἀπὸ βιβλίων ἐν οἷς οἱ τῶν ἀρχαίων πόνοι, φυγὴ δὲ ἀπὸ γραφῆς τε καὶ ποιήσεως [*](1 κειμένῳ τὸ δέος L 5 οὐ om Β 7 μοι τὸ μήπω] τὸ μήπω μοι Β 8 μάντεων Β | αἷμα om L 11 ῥεύματος scripsi cum Gasda coll. 173, 1 et 167, 13 πνεύματος libri edd 12 μου VL Ferr Mor et corr in με C p 13 ἐν om L 14 τινες θύ- σαντες] θύσαντες τινὲς Β | παῖδας Mor 18 μαγκανεύματα Β Ferr Mor 21 πρὶν L 23 μεμνημένος — 24 δείπνου Ferr in marg 24 δεῖπνα L 25 ἀπὸ γραφῆσ corr ex ἀπογραφὴ C v | τε om L | π in ποιήσεως in ras P2)

190
λόγων, κατελέλυτο δὲ τὸ λέγειν, καὶ ταῦτα τῶν νέων βοαῖς τοῦτο ἀπαιτούντων. ὁπότε γὰρ δὴ πρὸς αὐτὸ γιγνοίμην, ἀπεφερόμην, ὥσπερ ἀκάτιον ἐναντίῳ πνεύ- ματι, καὶ οἱ μὲν εἶχον ἀκροάσεως ἐλπίδας, ἐγὼ δ’ αὖ ἐσίγων. ἰατροὶ δὲ τὴν τούτων ἴασιν ἄλλοθι ζητεῖν ἐκέλευον, ὡς οὐκ ὄντων σφίσι τῶν τοιούτων ἐν τῇ [*](R 148) τέχνῃ φαρμάκων. |

ἐδόκει δὲ καὶ τούτοις καὶ τοῖς ἄλλοις ἀπὸ τοῦ αὐτοῦ καὶ τὸ δίς, ὃ μήπω πρότερον, νοσῆσαί μοι τὰ ἄρθρα, χειμῶνός τε καὶ θέρους, δοῦναί τε τοῖς ἐπισκοπουμένοις ἀεὶ λέγειν, ὡς τῆς ἐπιούσης οἰχήσομαι. ταῖς δὲ δὴ ἄλλαις πόλεσι καὶ ἐδόκουν τε- θνάναι, καὶ τὰς πολλὰς δὴ ἠρώτων πρεσβείας, εἰ τοῦτο ὧδε ἔχοι.

ἦσαν μὲν οὖν τῶν φίλων οἱ ἐμέ τε καὶ σφᾶς αὐτοὺς ἐπί τινας ἐκίνουν, οἷς δόξα τούτων εἶναι τεχνίτας, ἐγὼ δὲ οὔτ’ αὐτός τι τοιοῦτον ἔπασχον ἐκείνους τε κατεῖχον, εὔχεσθαι δεῖν εἰπὼν μᾶλλον ἤ τινας ἕλκειν ὑπὲρ τῶν ἐν σκότῳ συντεθέντων.

καί- [*](R 149) τοι | χαμαιλέων ἀναφανείς, οὐκ οἶδ’ ὁπόθεν, ἐν τῷ τῶν λόγων χορῷ, πολὺς μὲν τούτῳ τῷ χαμαιλέοντι χρόνος καὶ μηνῶν ὁ νεκρὸς οὐκ ὀλίγων, ποδῶν δὲ ἐν μέσῳ τῶν ὀπίσω κειμένην ἑωρῶμεν τὴν κεφαλήν, τῶν δὲ ἑτέρων ὁ μὲν ἦν οὐδαμοῦ, τὸ στόμα δὲ ἅτερος εἰς σιωπὴν ἔκλειεν.

ἀλλ’ ὅμως οὐδ’ ἐπὶ τηλικούτοις [*](1 καταλέλυτο Β | δὴ VL 2 δὴ om Α inser P3 3 γι- νοίμην V | ἐπεφερόμην Ferr Mor 4 αὖ scripsi ἂν libri edd 6 τῶν] om V κατὰ τῶν Re Anim 10 τοῖς] τὰ L | ἐπισκοπου- μένοις scripsi e libris (ἐπισκοπούμενα L) et γρ Mor in coll. Dem. c. Neaer. § 56 p. 1364, 11 ἐπισκεπτομένοις edd 12 ταῖς πολλαῖς — πρεσβείαις Gasda | δὲ V 13 ο in ἔχοι in ras Ρ2 ἔχει L 15 αὐτό Ferr Mor 17 ἐν τῶ σκότω L 19 χρό- νος scripsi e L auctore Re χρόνων reliqui libri edd 21 κει- μένην scripsi e V auctore Re κειμένων reliqui libri edd | τῶν δὲ τῶν ἑτέρων L 23 οὐδὲ L)

191
τοῖς ἀποκεκαλυμμένοις ὄνομά τινος ὑπῆγον τῷ φανέντι, δέος μέντοι μοι ἐδόκει τοὺς αὑτοῖς τι συνειδότας | εἰσελθεῖν καὶ τοὺς μὲν ὑφεῖναι τῆς συνεχείας, ἐμοὶ δὲ [*](R 150) αὖθις ἐγγενέσθαι κινεῖσθαι. τύχης τοίνυν ρας ἃ κατωρώρυκτο κεῖσθαι ὑπὲρ γῆν τοῖς βουλο- μένοις ὁρᾶν.

251. Ἡκεν ἐπὶ τούτοις ἄρχων, ἥκιστα τὸν αὑτοῦ πάππον ἐν τοῖς πρὸς ἐμὲ μιμούμενος. ὁ μὲν γὰρ οὐκ. ἐπαύσατο τιμῶν, οἷα ἀνὴρ ἐπιστάμενος λέγειν, ὁ δὲ οὐκ ἐβουλήθη με εἰδέναι, ἐν αἰτήσει τε χάριτος δικαίας τε καὶ οὐ μεγάλης ἐξελεγχθεὶς ἀνόητός τε εἶναι κῶν. καὶ τῶν μὲν ματαίων ἐπιμελῶς, τῶν δὲ καίων ἀμελῶς εἴχετο, | διαμένων ἡμετέρων ἄγευστος [*](R 151) λόγων · οὐ γάρ μοι τοῦδε τοῦ γέρως ἄξιος ἐφαίνετο. μία μὲν ἥδε δίκη, ἑτέρα δὲ πρὸς τὰ τέρματα τῆς ἀρ- χῆς, ὑπάρχου πέμποντος ἥκων έν ἐρημίᾳ τε καθῆστο καὶ ἡλίῳ φλέγοντι διψῶν τε ἀεὶ καὶ πίνων.

ἕτερος ἄρχων, ἐφ’ οὗ τὰ δεινότατα πολέμῳ πονηρῶν δαιμόνων [*](7 Τισάμενός or ΧΧΧI t II 239 sq. R) [*](18 ἧκε δηλονότι V) [*](1 „malim ἐπῆγον“ Re 2 μέντοι reposui e libris μέν τι edd | αὑτοῖς supra αὐτοὺς C v αὐτοὺς VL | τί V 3 τοὺς] τοῖς L | inter duo ε in συνε είας rasura unius vel duarum lit- terarum in L δυσμενείας coni Re, fortasse recte | ἐμὲ ΑΡ γρ ἐμοὶ Ρ2 5 κατορώρυκτο BL Mor Re | γῆς VL 7 τούτοις scripsi e VL τούτων ACPB edd | αὐτοῦ libri edd 9 α in ἀνὴρ in ras P2 10 με Re μὲν libri Ferr Mor 11 ἐξ- ελεγχθεὶς περιεῖδεν ἀνότός τις coni Re 12 ἐπιμελὴς L 13 ἀμελὴς L | εἴχετο scripsi auctore Gasda coll. 82, 1 ἤρχετο libri edd ἦρχε vel ἦρχε τὸ ἰτὸς coni Re 14 ως in γέρως corr in ους Α2 15 τὰ inserui e libris lacunam hoc loco)

192
δόξαντα κεκινῆσθαι, λίθοι τε ἐπὶ τοὺς ἐν ταῖς γρα- φαῖς βασιλέας ἐκ χειρῶν ἐρχόμενοι, καὶ ἦν πολὺς ὁ ψόφος, χαλκαῖ τε εἰκόνες διὰ γῆς ἑλκόμεναι ῥήματά τε ἐπὶ τοὺς τῶν ὅλων κυρίους πικρότερα παντὸς ἀφιέμενα λίθου· δι’ ἃ πολλαὶ δὴ μεταναστάσεις, ὡς οὐκ ὄν μένοντι σωθῆναι, καὶ ὁ φεύγων τὸν οὐ φεύ- γοντα ἐθρήνει. ἐν μὲν οὖν ταῖς ἐλπίσι κατασκαφαί, τὸ δὲ ἐλπίδος ἔξω σωτηρία.

τούτου δὲ καὶ αὐτὸς [*](9) αἴτιος εἶναι ἐδόκουν· λόγοις τε ἡμερώσας καὶ δάκρυσι [*](R 152) τοὺς ἐπὶ τὴν κρίσιν ἥκοντας γραμμάτων | ἐρᾶν ἔπει- θον, καὶ ἐν οὐ πολλῷ χρόνῳ πανταχοῦ γράμματα. καὶ τοῦτο ἔργον ἡγούμεθα τῆς Τύχης καὶ προσέτι γε τοὺς πολλοὺς λόγους περὶ μὲν τὴν αὐτὴν πεποιημένους ὑπόθεσιν, μορφὴν ἄλλην ἄλλος ἔχων, δόξαντας δὲ εὖ ἔχειν.

θέατρα δὲ ἡμῖν, οὐχ οἷα πρότερον, ἄρχων τε καὶ οὓς τότε συνῆγε πολλοὺς ἀπὸ πολλῶν τῶν ἐθνῶν. τὸ δὲ αἴτιον, ἐν μὲν τῷ δουλείαν ἐνεώρων, τὸ δ’ εἶχεν ἐλευθερίαν, καὶ τὸ μὲν φίλους, τὸ δὲ καὶ [*](R 153) οὐ | φίλους, ζημίαν τῷ λέγοντι.

ἄλλος δέ τις [*](13 or. XIX sq. t. Ι 626 sq. — II 27 R) [*](1 δόξαν τὲ L | τε inserui e VL 2 βασιλέως L 5 ἐφιέ- μενα C (sed ἀ supra ἑ s) et L 9 τε γὰρ ἡμ. coni Re 11 παν- ταχοῦ τὰ γράμματα L 12 ἡγώμεθα libri Re 14 ἄλλην ἄλλος ἔχων] ἄλλην ἄλλον (v m2 in ras) ἔχοντα (m2 corr ex ἔχων) Ρ ἄλλον ἄλλην ἔχοντα Β δ’ ἄλλην ἄλλον ἔχοντα coni Re, at de nomin. partic. absol. cf. Franc. Zambeccari p. 212 15 θέατρα scripsi e VL θέατρον ACPB edd | ἄρχειν Ferr Mor 16 τότε P3 τοῦτο L τὰ τότε coni Re, fortasse recte συνῆγε Ρ sed - et γε m3 | πολλοὺς ἀπὸ Ρ sed οὺς ἀπὸ in ras 3 litterarum m3 | πολλῶν Α in marg 17 δ’ ACP Mor Re | ἑώρων AC (sed in hoc ἐν suprascr. s) ΡΒ 18 τό δ’ VLB | γρ φιλανθρωπίαν Mor in marg (et Patm, sed γρ ἐλευθερίαν in marg) | δ’ L | καὶ om VL 19 ἄλλος — 193, 1 τοῦ om L)

193
ἀντὶ τοῦ οὐκ εἰδότος θεούς, εἰδὼς οὐδ’ αὐτὸς θεούς, παραλαβὼν τὴν ἀρχὴν τρυφῇ μὲν εἰς σάρκας ἐπιδούς, οἷα ἐκ πολλῆς οὐσίας, (ἡ δὲ ἀδικίας ἔργον ἦν,) τοῦδε ἀνοητότερος, ἀκούσας μὴ χείρω ποιεῖν τὴν Δάφνην μηδὲ ἐπιφέρειν κυπαρίττοις σίδηρον ἐχθρός τε ἦν καὶ ἐπειρᾶτο τἀμὰ καθελεῖν, πρῶτα μὲν Ἰταλῶν φωνῇ, μετὰ ταῦτα δὲ καὶ Ἑλλάδι, καί τινα ἀσθενέ- στατον, ὡς δὴ ἰσχυρότατον, ἀποδύσας ἐκέλευε θεῖν.

ὁ δὲ ἄρα ἐπεπέδητο καὶ ἦν ἄφωνος εὐθὺς ἐν προοιμίοις, κερδαίνων μὲν ἐν τῇ σιωπῇ, κινεῖν δὲ ὅμως γλῶτταν ἀποθανοῦσαν πειρώμενος. ἡ δὲ ἔκειτο, καὶ | ἀχλὺς ἐν ἑκατέρου τοῖς ὄμμασι, τοῦ μὲν ἀπιόν- [*](R 154) τος, τοῦ δὲ καθημένου. ταύτης τῆς δίκης οὐδ’ ἂν τὴν διὰ θανάτου προτέραν ἐποιησάμην.

257. Περὶ δὲ τοὺς χρόνους τούτους ὑποψία μέν τις ἄδικος τῶν τινα ἐμοὶ πεπλησιακότων ἐξέμηνεν ἐπ’ ἐμέ, καὶ προσπεσὼν ὕβριζε μόνον-οὐχ ἕλκων τὸν ἐξ ἐμοῦ. διέφυγον δὲ αὐτὸν οὐδὲ ἐγὼ καὶ ταῦτα ἀπὼν) λέγοντά γε ἀδικεῖν με τῇ ἀτελείᾳ τὴν βουλήν, ἥ μοι μετὰ συχνῶν ὑπῆρχε παρὰ τοῦ νόμου.

καὶ πρεσβεύων μίν ἐπὶ τούτοις ᾤχετο, ταῖς δ’ εἰς ἐμὲ τοῦ βασιλέως τιμαῖς ταπεινωθεὶς ἐπανήρχετο, καὶ ἧκέ τις [*](5 Cf. p. 195, 9 sq.) [*](2 παραλαβὼν τὴν βασίλειον ἀρχὴν citant Georg. Lacap. Mosqu. fol 56 (cf. p. 73) et auctor libelli de constr. ed. Herm. de emend rat. gramm. 381, 15 | σάρκα VL 3 γρ οἶαι Mor in marg | ἡ] ὃ BV ἃ L | δὴ V | ἦν om Β | ὢν Β et Re ὧι C ὧ AV Ferr et per rasuram corr in ὃ Ρ ὁ L Mor 8 ἤδη VL 10 γῇ L 11 γλῶσσαν ACPB 12 οὐ in ἑκατέρου in ras Ρ2 14 πρότερον L 15 δὴ VL | μέν delere vult Re 16 ἐξεμεῖν L 19 γε scripsi auctore Re Anim τε ACPBV edd om L delere vult Re in edit. 20 ἦ L | παρὰ in lacuna trium litterarum P3 | καὶ del Ferr in marg om Mor 21 δὲ L 22 ἧκέ] ἡνίκα L | τις] τῆς ἀνυβρίστου L)

194
μετὰ τῶν συμπρέσβεων βασίλειον ἡμῖν κομίζων ἐπιστο- λὴν αὔξουσαν τὸν δεξάμενον, ηὐξημένον πως καὶ τοῖς Εὐδεβίου, <τῶν πρέσβεων δὲ καὶ οὖτος> λόγοις, ὧν [*](4) μὲν τὸν πατέρα, τῷ δὲ ἐκόσμησε τὸν υἱόν, ὥστε τοὺς [*](R 155) Ἀθήνηθεν ἀντὶ τοῦ ἐρίζειν θαυμάζειν | αὐτόν τε νον καὶ ἐμέ, τοῦ δοῦναι μὲν ἐμέ, τοῦ λαβεῖν δὲ ἐκεῖνον.

259. Γνοίη δ’ ἄν τις κἀντεῦθεν τὴν περὶ ἐμὲ τῶν θεῶν εὔνοιαν. ἐπανῄειν ποτὲ λελουμένος ἐσπέρας· ἵπποι δὲ ἐοικότες μὲν θηρίοις, τοῦτο δὲ οὐ δοκοῦντες, εἱστήκεσαν περιμένοντες τοὺς δεσπότας, οἱ μὲν εἰς τοὺς κίονας ὁρῶντες, οἱ δ’ εἰς τὸν τοῖχον τετραμμένοι. καὶ ἦν οὐδὲν κακὸν εἰκάσαι, τὸ δ’ ἄρα ἦν μέγα. χωροῦντι οὖν μοι διὰ μέσου τοὺς ὀδόντας ἐδείκνυσαν ἀντὶ βελῶν τοῖς ποσὶ χρώμενοι, τὸ δ’ ἤρκεσεν ἂν εἰς θάνατον. νῦν δ’ ὁ ἱπποκόμος με ἐξαρπάσας, μεθεὶς ὂν ἦγεν ἵππον, φέρων εἰς ἀσφάλειαν κατέστησε. τοῦ ἱπποκόμου μὲν αἱ χεῖρες, τὸ βούλευμα δὲ τῶν θεῶν·