Oratio 1

Libanius

Libanius. Libanii Opera, Volume 1, Fasc 1: Orationes I-V. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.

καί ποτε δείλης βιβλίων ἐγγύς μοι κειμένων καὶ ἰατροῦ γέροντος παρακαθημένου ἐρόμενος ὃ ἠπιστάμην, εἰ τυφλός μοι γέγονεν ἀδελφός, τῶν φρενῶν τε ἐξώσθην καὶ οὐκέτ’ εἶχον οὐδὲν ὧν τέως ᾔδειν εἰδέναι-οὔτε οὗ κατεκείμην οὔθ’ ὅ τι εἰρήκειν οὔθ’ ὅ τι χρὴ ποιεῖν οὔθ’ ὅ τι μή.

πειρωμένου δέ με ἐπανάγειν τοῦ γέροντος καὶ αὖθις ποιεῖν ὑγι- αίνειν, λόγῳ γε ὂν ἐτύγχανον συντιθείς, κελεύσαντος προσθεῖναί τι, τὸ γραμμάτιον ἀναιροῦμαι μὲν καὶ ἐνε- χείρουν, εἰς ἄγνοιαν δὲ τῆς ὑποθέσεως καταστὰς ἀπ’ οὐδενός τε τῶν γεγραμμένων ἐμαυτὸν ἔχων διδάξαι, τί ποτε ἦν μοι βουλόμενος ὁ λόγος, τὸ μὲν ἔρριψα, πρὸς δὲ τὸν ἰατρὸν εἰπών, ὡς οὐδὲν ἔτ’ εἴην, ἐκείμην ῥᾴων καὶ οὐκ ᾐσχυνόμην ἐπὶ τοῖς τοιούτοις μανείς.

οὐ γὰρ οἶδ’, ὅ τι ἂν τούτῳ παρεξετάσας κακόν, καίτοι μυρίοις βεβλημένος, ἢ μεῖζον ἢ ἴσον εὗρον ἄν. ὥστε καὶ ᾐτιώμην τοὺς δαίμονας, ὅτι μὴ θάνατος ἀντὶ τοῦ παρόντος ἐπῆλθεν. οὐδὲ γὰρ τῶν μοι γενομένων ἀγαθῶν ἔσθ᾿ ὅ τι ἂν ἀντίρροπον αὐτοῦ δόξειε. ποία γὰρ ἐπίδειξις; τίνες εὐφημίαι; τίς κρότος; τίνες ἐκ [*](1 καὶ om L 2 ὄιν in αὐτοῖν in ras P3 | βρέξας Re βρέξασαν libri Ferr Mor 5 μου CL et supra μοι P3 et edd 12 γε scripsi ex ACPBV γρ Mor in marg τε L edd | κελεύ- σαντος scripsi e Ρ (sed ν m2 in ras) et Β auctore Re κελεύσας reliqui libri 16 τε scripsi e V et γρ Mor in marg auctore Re γε reliqui libri edd 18 γρ ἐπὶ supra ἐν P3 ἐν A 20 Ἶσον ACPVL edd | εὗρεν Β 22 ἐπῆλθεν scripsi e libris et γρ Mor in marg ἐπελήλυθεν edd | οὐδὲν Β)

175
βασιλέων τιμαί; πλοῦτος μὲν γὰρ οὐκ ἐγένετο, καὶ τὸν | Γύγου δὲ νικῶν ἡττᾶτο ἂν τοῦ πάθους.

[*](R 129)

205. Καίτοι Ἄι ἐν αὐταῖς ταύταις ταῖς τοῦ πάθους ἡμέραις ἀπ’ ἔργου τοῦδε θαυμαστὸς ἐδόκουν εἶναι καὶ ἅμα μακάριος. ἀπολελαύκει μὲν οὐ χρηστοῦ τοῦ τοῦ χει- μῶνος ἡ γῆ, μετριωτέρα δὲ οὐδὲν ἡ μετ’ ἐκεῖνον ὥρα. καρπῶν δὲ τῶν μὲν οὐδ’ ἀναφύντων, τῶν δὲ ὡς ὀλι γίστων καὶ οὐδὲ αὐτῶν ὑγιῶν, ἐκεκίνητο μὲν ἐπὶ τὴν βουλὴν ὁ δῆμος οὐδενὶ δικαίῳ, οὐ γὰρ ὄμβρων ἡ βουλὴ κυρία, σῖτον δὲ οἱ ἄρχοντες πανταχόθεν ἐκά- λοῦν, αἱ τιμαὶ δὲ τοῖς ἄρτοις ἐπὶ τὸ πλέον ἧκον.

Φιλάγριος δέ, ἀνὴρ ἐνδοξότατος, ἐπὶ τὸν μείζω θρόνον ἥκων, κρείττω μὲν οὐκ ἔχων τὰ πράγματα ποιῆσαι, ἀγαπῶν δέ, εἰ μὴ φαυλότερα, παρεκάλει μὲν τὸ τῶν σιτοποιῶν ἔθνος εἶναι δικαιοτέρους, ἀνάγκας δὲ οὐκ ᾤετο δεῖν ἐπάγειν, δεδιὼς τὴν ἐπὶ πλεῖον ἀπόδρασιν, ᾧ ἂν εὐθὺς ἐβαπτίζετο τὸ ἄστυ, καθάπερ ναῦς ἐκλιπόντων τῶν ναυτῶν.

ἐνταῦθα οἱ τῇ δόξῃ τῶν ἐν ταῖς ἀρχαῖς ῥηγνύμενοι τὸν ἄνδρα ἄνδρα [*](19) τες ἰσόθεον νομιζόμενον αἰτιῶνται οἱ δυσσεβεῖς, | τὴν [*](R 130) περὶ τὸ πρᾶγμα σοφίαν οὐ σοφίαν εἶναι λέγοντες, πρᾶσιν δὲ ὀφειλομένης ὀργῆς. ἐγὼ μὲν οὖν αὐτός τε ἐγέλων ἐκεῖνόν τε ἠξίουν. ὁ δὲ τὴν πρώτην πειθό- μενος ἐπειδὴ χωροῦσαν ἐώρα τὴν ἀπάτην, πάσχει τέ τι καὶ ἧκεν ἐπὶ μάστιγας, οὗ πλεῖστοι τοῦτο ἔμελλον [*](4 or XXXII 1;. 2, 268, 6 et or. XXXVII ib. 329, 26) [*](2 ἡττᾶτο scripsi ἡττῷτο libri edd 3 ταυταισὶ L ταύταισι Ferr in marg Mor Re 4 ἀπ’ Re ἐπ’ libri Ferr Mor cf. Thuc. VI 12 | ἔργου Ferr in marg ἔργῳ ACPB Ferr 7 οὐδὲ L | ὡς om L | ὀλιγίστων scripsi e VL ὀλιγοστῶν ACPB edd 8 ι in ὑγιῶν in ras P2 12 Φυλάγριος Ferr Mor 14 α in φαυ- λότερα corr ex ον P3 16 ἐπιπλεῖστον V 22 πρᾶσιν AC PBL edd 26 οὐ L)

176
ὄψεσθαι.

ὁ μὲν δὴ ἐπὶ τοῦ ζεύγους καθήμενος ἠρώτα παίων ἅμα, τῇ περὶ τίνα ἀνθρώπων δαπάνῃ τοιοῦτοι περὶ τὸν ἄρτον ἀναγκάζοιντο εἶναι. τῶν δὲ οὐδὲν εἰπεῖν ἐχόντων προβεβήκει μὲν ἐπὶ σῶμα ἕβδο- μον. οὐδὲν δὲ εἰδὼς ἐγὼ προσῄειν τὰ εἰωθότα πο- [*](R 131) ρευόμενος, κτύπου δὲ πληγῶν αἰσθόμενος | τῷ δήμῳ κεχαρισμένων, ὃς ἐκεχήνει πρός τε τὸ αἷμα καὶ τὰ νῶτα, θέαμα ἐπιστὰς εἶδον πικρόν τε καὶ τοῖς ἐμοῖς οὐκ ἀνεκτὸν ὄμμασιν, οὐ μὴν εἰς ἀναβολήν· ἀλλ’ εὐθὺς ταῖς ἐμαυτοῦ χερσὶ διατεμὼν τὸν ὄχλον σιγῇ μὲν μεμφόμενος μέχρι τοῦ τροχοῦ προσῄειν, ἐκεῖ δὲ λόγοι τε πολλοὶ καὶ οὐκέτι σιωπὴ τοῖν δυοῖν ἁπτο- μένου μόνοιν, ὡς οὔτε ἠδικήκασιν οἱ ἐν ταῖς πληγαῖς εἴ τε οὐ λήξει τὸ τῆς ὀργῆς, ὄψεταί τις ἡμέραν τὴν ἐπιοῦσαν, οἵαν οὐκ ἂν βούλοιτο.

ταυτὶ δὲ δίκαια μὲν καὶ λυσιτελοῦντα τῷ τε ἄρχοντι τῇ τε πόλει, θά- νατον δέ, ὡς ἡ κοινὴ δόξα τῶν παρόντων, ἔχοντα τῷ λέγοντι, μαχόμενά γε τῇ τοῦ ὄχλου βουλήσει. καὶ γὰρ δὴ καὶ λίθοι ἦσαν οὐκ ἐν ὀλίγων χερσίν, εἴ τις ἐξαι- τήσεται· οἱ ὅπως οὐκ ἐπὶ τοῖς πρώτοις ἐπέτοντο ῥή- μασι, θαῦμα ἦν.

ἔπειτα θαῦμα ἕτερον, ὅπως οὐ καὶ συνεῖπον οἱ οὕτως ἡσυχάσαντες. τουτὶ δὲ ἔργον [*](R 132) ἀνθρώπων | μὲν οὐδενός, θεοῦ δέ τινος καὶ Τύχης, ἀφ’ ὧν καὶ θαλάττης μανία κοιμίζεται. ἐντεῦθεν εὐεργέτης ὠνομαζόμην τῶν τε οὐ βασανισθέντων τοῦ [*](2 περί τινα L 4 οὐδένα? 7 κεχαρισμένου L 11 μὲν inserui e VL 12 τε οὐ πολλοὶ Β 13 μόνοιν scripsi χρόνοιν libri edd 14 λήξει τὸ scripsi e L λήξειε τὸ V λήξοιτο ACBP in quo o prius in ras m2 edd 19 „malim ἐξαιτήσαιτο“ Re 20 οὐκ ἐπὶ τοῖς πρώτοις scripsi e BVL ἐπὶ τοῖς πρώτοις οὐκ ACP edd πρώτοις] πρὸτοις οὐκ V 21 θαῦμα ἂν ἢν Β Ferr in marg Mor 22 οἱ Re ἢ οἱ Ferr in marg Mor ἡ libri Ferr 24 γρ κουφίζε- ται Mor 25 οὐ β in οὐ βασανισθέντων in ras unius litterae P3)

177
τε ἐπὶ τῆς ἀρχῆς τῶν τε ἐνοικούντων τοῦ τε τῆς λεως σώματος, τῶν μὲν οὐ πεινασάντων, τῆς δὲ οὐ κατακαυθείσης, τοῦ δὲ σχοινία διαφεύγοντος.

211. Οὓς δὲ ταῦτα ἀπέπνιγεν, ἐπένθουν. κακὸν δὲ αὐτοῖς οὐ τόδε μόνον, ἀλλὰ καὶ ἕτερα μυρία τιμὴν ἔχοντα μεγάλην, ἐπεὶ καὶ τοῦ νόμου κατεβόα μὴ δόντος οἱ βαδίζειν οἴκαδε ὡς ἐμέ· ᾧ πολλῷ μὲν ἐχρῆτο ὁ Ἠπειρώτης ἐκεῖνος, πλείονι δὲ ἢ ἐκεῖνος ὁ ἐκ Κύρου·· τῷ μὲν ὄνομα Πελάγιος, Mαρκελλῖνος δὲ τῷ προτέρῳ. [*](9) πλεῖστα ἀνθρώπους εὖ ποιήσας τόνδε οἶδα | τὸν [*](R 133) χρόνον τῶν μὲν ἐν χρείᾳ φαρμάκων ὄντων ἐπ’ ἐμὲ καταφευγόντων, ἐμοῦ δὲ αὐτοῖς διὰ τῶν ἐπὶ τῆς χῆς ἰωμένου τὰς πληγάς.

212. Πρόκλου δὲ μνησθεὶς χειμῶνός τε μέμνημαι καὶ αἰγίδος καὶ πληγῶν καὶ αἵματος. ἦν μέντοι τι καὶ ἐνταῦθα ἀγαθὸν ἐμοί, τὸ τοῖς δρωμένοις τούτοις καὶ ἄχθεσθαι καὶ δοκεῖν· οὐδὲ γὰρ ᾔειν ὡς αὐτόν, ὃ πρὸς οὐκ ὀλίγους ἐπεποίητό μοι τῶν ἐπὶ τῆς αὐτῆς τάξεως. εὐδοκίμουν οὖν τῷ μίσει τῷ τε ἐμῷ πρὸς ἐκεῖνον τῷ τε ἐκείνου πρὸς ἐμέ, τῷ μὲν ἐμῷ φανερῷ, [*](3 Cf. I 628, 7 R. Amm. Marc. XIV 7, 16 9 ep. 993 sq. 14 or. XLII t. 2 p. 412, 1 sq.) [*](15 αἰγὶς καὶ καταιγίς V cf. I 613, 3 R et Aesch. Cho. 578 K) [*](3 διαγυγόντος? 4 ἐσκυθρώπαζον post ἐπένθουν Ferr in in marg uncis inclusit Mor 8 ἢ ἐκεῖνος ὁ ἐκ Ferr in marg | ‘(??)εῖνος ΑΒ 9 Μαρκελῖνος V Ferr 12 καταφυγόντων Β | αὐτοῖς scripsi e V τοῖς ACPB Ferr αὐτοῖς τοῖς L Ferr in marg Mor Re 15 τι] τί V om BL 17 καὶ (8,11;.) γρ Mor in marg om Ferr Mor καὶ δὴ Re 19 εὐδοκίμουν scripsi e VL coll | 142, 6; 573, 26 R ηὐδοκίμουν ACPB edd | οὖν Α in marg)

178
τῷ ’κείνου δὲ βουλομένῳ μὲν λανθάνειν, ἀδυνα- τοῦντι δέ.

213. Καὶ συμβαίνει δὴ τελευτῆσαί μοι τὸν ἀδελ- φὸν ἐκεῖνον, ὂν ὥσπερ νέον τε καὶ εὐδαιμονίας ἐστε- ρημένον ἐπένθουν οὐκ ἀνεχόμενος τῶν ἐκ τῆς περὶ τὰ ὄμματα τύχης φερόντων τὴν παραμυθίαν.

κακὸν δὲ ἕτερον (σεισμὸν ἐπενεγκὸν τῇ τέχνῃ, φυγὴ μὲν ἀπὸ τῆς τῶν Ἑλλήνων φωνῆς, πλοῦς δὲ ἐπ’ Ἰταλίας ζη- [*](9) τούντων κατ’ ἐκείνους διαλέγεσθαι· τοὺς γὰρ δὴ [*](R 134) λόγους τῶν λόγων γενέσθαι δυνατωτέρους καὶ Ι εἶναι μετ’ ἐκείνων δυνάμεις τε καὶ πλούτους, ἐν δὲ τοῖς πλὴν αὐτῶν οὐδέν. οὐ μὴν ἐπειθόμην γε ταῖς περὶ τοῦ με δεῖν λιπεῖν τὴν τάξιν παραινέσεσιν, ἀλλ’ οὐκ ἠγνόουν μέν, οἷ τὸ πρᾶγμα ἀφῖκται, δίκαιος δὲ ὅμως ἠξίουν εἶναι περὶ αὐτό, οὐδὲ γὰρ μητέρα ἀτυχοῦσαν ἀφεῖναι ἂν ἔρημον, τοῦτο δὲ οὐκ ἀτιμότερον.

καὶ ἐν αὐτῷ δὴ τῷ τῆς κακοπραγίας χρόνῳ διδάσκαλοι παρ’ ἡμῖν ῥητορικῆς ἐξετράφησαν, ὧν πολλοὶ μὲν διασπαρέντες κατέσχον τὴν Ἀσίαν, εἷς δέ τις τὸ τῆς Εὐρώπης ἄκρον, ἐφ’ οὗ πόλις ᾤκισται <ἡ> μεγάλη φῶσα τῷ Βοσπόρῳ.

216. Τῆς δ’ αὖ τῶν θεῶν ἐπικουρίας καὶ τὸ ῥη- θησόμενον ἀπόδειξις. ἐξιόντι μοι τοῦ βουλευτηρίου [*](R 136) μετὰ τοὺς εἰωθότας πόνους ἐπὶ τοῦ ἵππου Ι τοῦ μικροῦ φερομένῳ πρός τε τὴν θύραν ἀναβεβηκότι τὴν νέαν ἀπαντᾷ ζεῦγος ὁρέων εἰς ἀναστροφὴν περιαγο- [*](1 ἐκείνου AC Mor Re 5 τῆς corr e τῶν P3 13 με scripsi auctore Re Anim μὴ libri excepto V in quo rasura dua- rum litterarum, et edd 15 τὴν μητέρα L 17 δὴ] δὲ Re Anim 20 ἡ inserui coll. I 681, 8 R 26 τι in ἀναβεβη- κότι in ras P2 26 περιαγομένου L)

179
μένων, καὶ ὁρῶν τὸ ζεῦγος ὁ ἵππος ἔδεισε μικρὸν δὴ γενέσθαι σφίσι τῶν προσώπων τὸ μέσον, καὶ οὔτ’ ἀναστρέψαι ἦν τῷ ἵππῳ διὰ τὴν στενότητα οὔτε ἐξελ- θεῖν διὰ τὸν φόβον. λοιπὸν οὖν κατὰ τῶν νώτων κατενεχθέντα τὸν ἵππον ἔχειν ὕπτιον ὑπὸ τοῖς νώτοις ἐμὲ καὶ τὸ μὲν ἄλλο ὧδε κεῖσθαι, τὴν κεφαλὴν δὲ ἔξω τοῦ ἵππου πεσοῦσαν καὶ τοῖς ἐν μέσῳ τῶν κιόνων λίθοις ἐνραγεῖσαν δεικνύναι τὸν ἐγκέφαλον.

ἦν οὖν βοὴ τῶν τε ὀρεωκόμων τῶν τε ἐν τῷ βουλευτηρίῳ, [*](9) τῶν μέν, ὡς ἐπ’ ἀκουσίῳ τῷ κακῷ, τῶν Ι δὲ ἀλλή- [*](R 136) λους ἀμύνειν παρακαλούντων· καὶ οἱ μὲν ὄπισθεν ἀνεῖχον τοὺς πόδας χερσὶ πολλαῖς, ὁ δὲ οὐ κατὰ τὴν ἑαυτοῦ φύσιν τάς τε χεῖρας ἀνέσχε καὶ ἡσύχαζε μων. ἄμφω δὴ τούτω <τῆς> θεοῦ νομιστέον, τό τῶν ἀνθρώπων τό τε τοῦ ἵππου.

218. Χειμῶνος δὲ ἀρχομένου πολλαί τε πολλαχόθεν ἀγγελίαι τελευτὰς ἑταίρων μηνύουσαι καὶ παρ’ ἡμῖν ἐκφορὰ νεανίσκου λύπην, ὁπόσην τῷ πατρί, πολλοῖς ἐνεγκοῦσα καὶ πολιτῶν καὶ ξένων κατά τε τὴν αὐτοῦ τοῦ τεθνεῶτος καλοκἀγαθίαν καὶ τὴν εἰς ἅπαντας τοὺς ἐν ταῖς χρείαις τοῦ οἴκου χρηστότητα.

νοσοῦντος [*](19 τὸ κατὰ ἀντὶ τῆς διά, ὡς καὶ παρ’ Ἀριστοφάνει πολλὰ τοιαῦτα V cf. p. 183, 14) [*](1 ε supra σ in ἔδεισε m. rec. (υ) cum rasura unius post σ C Ι μικρὸν γὰρ δὴ vel ἴδει σμικρὸν δὴ coni Re 3 „ma- lim διεξελθεῖν“ Re 4 ὤτων V 7 καὶ om VL 9 ὀρεοκό- μων L ὠρεοκόμων Β 14 τούτω scripsi e VL τοῦ ACPB edd γρ τούτου Mor in marge Ι τῆς inserui coll. 90, 16; 91, 20; αἰ 95, 14; 119, 14; 155, 6; 184, 16 etc. 17 ἑτέρωνVL κέρων αἰ suprascr. υ) C αιρ in ἑταίρων in ras P2)

180
δὲ ἔτι τοῦδε Ῥιχομὴρης ἔρχεται στρατηγός, ἱεροῖς τε καὶ θεοῖς προσκείμενος ἄνθρωπος, ὃς ἤρα μέν μου καὶ πρὶν ἰδεῖν, ὡς τότε ἐδιδασκόμεθα, ἰδὼν δὲ πάντα [*](4) τἄλλα ἀφεὶς εἴχετό τε καὶ ἐδεῖτο φιλεῖσθαι καὶ εἰ τοῦδε [*](R 137) τύχοι, τοῦ Ι μεγίστου ἂν ἡγεῖσθαι ἔλεγε τετυχηκέναι. γενομένης δὲ ἡμῖν φιλίας τοῖς οὐ φιλοῦσιν ἡμᾶς ἀνι- αρᾶς ἔρχεταί τε ὡς βασιλέα καὶ μέλλων τελεῖν εἰς τὸν τῶν ὑπάτων χορὸν διπλοῖς με ἐκάλει γράμμασι, τοῖς μὲν αὑτοῦ, τὸ τῶν ἄλλων ποιῶν, τοῖς δὲ τοῦ βασιλέως, ὅ οὔπω πρόσθεν ἐγεγόνει.

ἐγένετο δὲ αὐτῷ καὶ παρ’ ἡμῶν λόγος ἐπαινεῖν αὐτὸν βουλόμενος, εἰ μέν τι πλέον τῶν παρὰ τῶν ἄλλων ἔχων, οὐκ οἶδα, οἷς δ’ οὖν εἶχον. καὶ αὐτὸς ἐτίμων τὸν στρατηγόν. λέγεται δὲ καὶ ἐρωτώμενος ὑπὸ τοῦ χρηστοῦ βασιλέως, 15 ὅτῳ δὴ μάλιστα τῶν τῇδε ἡσθείη, τοὐμὸν εἰπεῖν ποι- ῆσαί τε ἐρῶντά μου τὸν ἄνδρα μᾶλλον ἐρᾶν φάναι τε καὶ τῆς δεῦρο ἐπιθυμεῖν ὁδοῦ ἐμοῦ χάριν.

221. Τοῦτο μὲν δὴ τοιοῦτον. εἰ δὲ καὶ τὸ εὐχῆς [*](19) τυχεῖν εὐτυχές, εὐξάμην λῆξαι Πρόκλον τῆς ἀρχῆς, ἣν [*](R 138) τυραννίδα ἀπέφηνε. καὶ οὐ μάτην γε εὐξάμην, Ι ἀλλ’ οἱ θεοὶ τοῦτό τ’ ἔδοσαν καὶ προσέθεσαν τὸ καὶ σὺν ἀσχημοσύνῃ. δραπέτης γὰρ δὴ ἦν, αὐτὸς ἑαυτὸν ἐλαύ- [*](1 Ῥιχομήρης scrisi ex ACPB ῥυγχομήρης V ῥυχομήνης ι L Ρνχομηρης edd 6 ἡμῶν ι suprascr. ν) C ἡμῶν γρ Mor in marg Ι post φ in φιλοῦσιν ras unius litterae in C 8 μὲν VL 9 αὑτοῦ Re αὐτοῦ libri Ferr Mor 10 δὲ καὶ αὐτῶ L 11 ὢ in ἡμῶν in ras A 12 εἶχεν? 13 δὲ γοῦν? 15 τοὐ- εῖν μὸν ὄνομα MSchmidt Philol. Χ 613 Ι εἶπεν εῖν suprapos. n) C εἶπε L et γρ Mor in marg 17 δεῦρ’ Β 18 τοιοῦτον scripsi cum Gasda τοσοῦτον libri edd 20 γε om VL 21 τοῦτό τ’] τοῦτ’ PVL γρ Mor in marg ταῦτ’ Β Ι προσετί- θεσαν Β)

181
νῶν· τοιαῦτα ἑαυτῷ συνῄδει.

καὶ ὁ Ζεὺς ἐρρύετο τῶν ὀφθαλμῶν ἐκείνου τὴν ἑορτὴν <τὴν> ἑαυτοῦ. καὶ ἐτύγχανεν αὐτῷ τὴν δάφνην φόνῳ τε πολλῷ καὶ αἵματι μιάνας. καί μοι ἐδόκουν αὐτόν, ὥσπερ κύνες ὑλακτοῦ- σᾶι, φεύγειν καταναγκάζειν αἰ τῶν <ὑπ’> αὐτοῦ πε- σόντων ψυχαί, δόξαν ἀεὶ παρέχουσαι δήξεσθαι. τού τῶν οὐχ ὑπῆρξέ μοι τῶν Ὀλυμπίων μετασχεῖν, ὅτε δὴ καὶ τὸν λόγον ὃν ὕφηνα μέν, οὐκ ἐπέδειξα δέ,. φέρων ἀνέθηκα τῷ Διί, στύρακος ἅμα ὀσμῇ θεραπεύ- σὰς τὸν θεόν.

τὸν μὲν δὴ τῆς ἀρχῆς ἐκείνης χρόνον πάντα ἐπεβουλευόμην ὑπὸ τῶν αὐτῷ χρωμένων, αὐτὸς οὐ χρώμενος, ἐδόκουν δέ τισιν εἶναι φιλοκίνδυνος, οὐ δεδιὼς τοὺς ἐκείνου κεραυνούς, θεῶν δέ, οἶμαι, βοηθούντων)ὑπ’ ἐκείνων τε δεινὸν οὐδὲν σὺν παρρη- σίᾳ τε ζῶντες καὶ τῶν πραττομένων ἐπιλαạβανόμενοι πλείοσιν ἢ καὶ πρόσθεν ἠγωνισάμεθα λόγοις, οὐδο- εῖς εἰς Πρόκλον ἀνηλωκότες χρόνου, πολὺν | δέ [*](R 139) γε ἕτεροι μαρεστῶτες, παρακαθήμενοι, κολακεύοντες, αΙτοῦντες, λαμβάνοντες, χρηματιζόμενοι) ὧν οὐδὲν ἐμοὶ ποιοῦντι ποιεῖν τε ἐνεγίγνετο λόγους φέρειν τε εἰς συλλόγους.

καίτοι πολλαὶ μὲν ἐγίγνοντο πρε- σβεῖαι περὶ εἰρήνης, πολλαὶ δὲ ὑποσχέσεις, ἀλλ’ οὐ [*](9 στύραξ μὲν θηλυκῶς θυμίαμά τι, ὡς ἐνταῦθα, ἀρσενικῶς δὲ ὁ συνέχων τὴν αἰχμὴν μετὰ τοῦ ξύλου κρίκος. εὕρηται δὲ καὶ στυράκιον οὐδετέρως B2 (= Thom. Μ. S. ν. Ρ. 334, 6).) [*](1 αὐτῷ VL ἐρύετο C 2 τὴν inserui cum Gasda 5 ὑπ’ inserui 7 ξ in ὑπῆρξε in ras Ρ3 ὑπῆρχε Α 8 δὴ om Β 9 στύρακος — 10 θεόν citat Thom. M. S. ν. στύραξ ρ. 334, 7 Λι- βάνιος ἐν τῷ περὶ τῆς ἑαυτοῦ τύχης στύρ. κτλ. 11 αὐτῶν L 16 καὶ om VL | οὐδ’ ὁτιοῦν ACB 17 χρόνον VL 19 αἰτοῦντες inser Ferr in marg' 20 ἐν in ἐνεγίγνετο inser Ρ3 ἐνεγίνετο V 21 ἐγίνοντο V)

182
προὐδίδουν γε αὐτοῖς ἐμαυτὸν οὐδὲ ἀνεπειθόμην. τοιγαροῦν ἐπῃνούμην τε καὶ ἀνὴρ εἶναι ἐδόκουν ἔν τε ἠπείροις καὶ νήσοις, δεῖγμα τρόπου βελτίονος ἐκ- φέρων τὴν ἀπὸ τῆς ὁμιλίας τῆς ἐκείνου φυγήν.

225. Δοῦσα δὲ ἡμῖν ἄρχοντα ἀγαθὸν ἀντὶ κακοῦ τὸν Θεοδώρου τοῦ οὐ δικαίως ἀποθανόντος ἡ Τύχη ἔδωκε μὲν σωτηρίαν, ἔδωκε δὲ ἐλευθερίαν, ἔδωκε δὲ ἀναπνεῦσαι λυπήσασα μόνους τοὺς σοροπηγούς. ὁ δὲ Μουσῶν τε ἦν τρόφιμος καὶ τὴν ἀρχὴν ἆθλον εἶχεν ἐπῶν λέγειν τε ἐκ τῆς ἀρχῆς κεκωλυμένος λεγόντων ἀπολαύειν ἤθελε ταῖς τε εἰς ἐμὲ τιμαῖς παῖδα ἐμὸν ἑαυτὸν ἐπεποιήκει, ὥστ’ εἶναί μοι καὶ σὺν ὀργῇ φθέγ- γεσθαι, ὃ καὶ Θεοδώρῳ ἄν, εἴπερ ἐτύγχανε ζῶν. [*](14)

οὗτος ἐν λιμῷ κατειλήφει τὴν πόλιν. τοῦτον [*](R 140) μείζω τὸν λιμὸν ἐποίουν αἰ κατὰ τῶν | σιτοποιῶν ἀπειλαί. εἶθ’ οἱ μὲν ἀποδράντες ἔσωζον ἑαυτούς, ἄρτος δὲ οὐδαμοῦ, πυροῦ δὲ ἐλπίδες, καὶ κακῶς δ’ ἂν ποιήσειε τὸ πεινῆν. ἡ μὲν οὖν πόλις οὐδὲν διέφερε χειμαζομένης νεώς, ἐγὼ δὲ εἰσδραμὼν παρὰ τὸν ἄρ- χοντα μετὰ πόνου μέν, παύω δ’ οὖν βλαβερὰν φιλο- νεικίαν. ἀπιστία δὲ εἶχε τοὺς σιτοποιούς, ὡς οὐχ ἁλώσονται φανέντες, καὶ ἅπασαι ὑποσχέσεις ἀσθενεῖς πλὴν μιᾶς τῆς ἐμῆς.

ὡς δὲ εἷπον δεῖν θαρρεῖν [*](6 Ἰκάριον cf. Amm. XXIX 1, 8 sq. 9 Pallad. Anth. Pal X 52, 2 10 II 135, 4. 113, 18 R) [*](1 προὐδίδουν scripsi e VL προεδίδουν APB προεδίδων C, sed ε m2 e σ 3 ἐκφέρων Ferr in marg φέρων ACPB Ferr 6 τὸν] τοῦ Α | ἡ in ras Ρ2 8 σοροποιούς L et γρ Mor in marg 11 ἤθελεν C 16 ἔσωιζον C 18 ποιήσειε „deest ἡμᾶς aut τὴν πόλιν“ Re num ἐποίησε vel ἐπίεσε? 20 πό- νου μέν] μὲν πόνου L | δ’ οὖν scripsi e VL γρ Mor in marg δὲ ACPB edd 21 δ’ L 22 ἁλώσονται scripsi ἀλῶνται VL ἁλοῦνται ACPB edd)

183
ἐκβαλόντας τὸ δέος καὶ ἧκεν οὗτος εἰς τὰ ὄρη τε καὶ τὰς νάπας ὁ λόγος, ἦσαν πρὸ ἐσπέρας ἐν τοῖς αὑτῶν ἕκαστος, καὶ πρᾶγμα οὐκ ἂν ἐλπισθὲν ἕωθεν ἑωρᾶτο, δρόμος οὐδεὶς ἐπ’ ἄρτους· αἴτιον δὲ τὸ πλῆθος τῶν. τοῦτο μετὰ τῆς Τύχης πεπρᾶχθαί μοι φαίην ἄν. διὸ τῶν λελειτουργηκότων χρησιμώτερος ἐκεκρίμην τῇ πόλει· τοὺς μὲν γὰρ ἐν σωζομένῃ πεποιῆσθαι τῇ πόλει τὴν δαπάνην, ὑπ’ ἐμοῦ δὲ αὐτὴν σεσῶσθαι.

πάλιν τοίνυν βουλῆς κακῆς ὑπ’ ἀνθρώπῳ μεθύοντί τε καὶ ὀλέθρῳ θείσης τοὺς σιτοποιούς, ὅς ὁμοῦ μὲν ἔτυπτεν, ὁμοῦ δὲ ἔμελλε καὶ οὐ τούτους δὲ μόνον, ἀλλ’ ἔθνος ἅπαν, καὶ τρίτον ἐπῆν κακόν, τὸ γεγυμνωμένοις τοῖς | νώτοις ἄγεσθαι διὰ τοῦ ἄστεος. τούτοις ἐγὼ μὲν [*](R 141) ἤλγουν, ὁ δὲ ἔχαιρε καὶ κατ’ αὐτό γε τοῦτο τὸ ἀλγεῖν ἐμέ.

τὴν ἀρχὴν δὲ ἦσαν οἱ ὀρθῶς ταῦτα τῇδε πράττεσθαι ἔπειθον καὶ ὡς, εἴ τις ἐκεῖνον ἀφέλοι, χείρω ποιήσει τὴν ἀγοράν. ἦν οὖν ὁ μὲν ἐν τῷ τοῦ νενικηκότος σχήματι καὶ αὐτός τε ἤσθιεν οἵ τε ταῦτα ἐπαινοῦντες, ἡμῖν δὲ κεκρατῆσθαί τε συνέβαινεν ἔχειν τε πλὴν ἀθυμίας οὐδέν.