Oratio 1

Libanius

Libanius. Libanii Opera, Volume 1, Fasc 1: Orationes I-V. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.

οὐκοῦν καὶ τοῦτο δίκη. χθές τις ἧκε στρατιώτης γράμματα βασιλέως κομίζων Ὀργῇ δικαίᾳ γεγραμμένα, καὶ ἦν ἐν τοῖς γράμμασιν ἄτιμόν τε αὐτὸν εἶναι καὶ ἀποτῖσαι διπλάσιον, τοῦ πρώτου δὲ αἰσθομένου πολλοὺς εἰδέναι ποιήσαντος [*](R 124) ἡδονὴ | μισθὸν ἐποίει τῷ στρατιώτῃ, καὶ ἦν εὐεργέτης.