Oratio 1

Libanius

Libanius. Libanii Opera, Volume 1, Fasc 1: Orationes I-V. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.

ἀλλ’ [*](R 123) ὅμως οἱ κολακεύοντες καὶ ὣς ἦσαν κόλακες καὶ | ἐφε- νάκιζον, μέχρι δὴ καὶ ἐπ’ αὐτοὺς ἐκείνους τραπόμενος ἐχρήσατο καὶ ἐνταῦθα τῇ φύσει, ὥστε καὶ οἵδε συνε- χώρουν εἶναι ἀνθρώπων Σαβῖνον ἀδικώτατον, καὶ νῦν ταὐτὸν ἀπὸ γλώττης ἁπάσης ἐστὶ λεγόμενον νενικῆσθαι τὸν Εὐρύβατον. οὐκοῦν οἷς ὀφείλει δίκην μείζω δέ- δωκε νῦν ἢ εἰ ἐτεθνήκει. ποθεινότερον γὰρ παρά γε ὀρθῷ κριτῇ μηκέτ᾿ εἶναι ἢ ζῆν ἐν ὀνείδεσιν. ἀλλ’ οὐ Σαβίνῳ γε φαίης ἄν.