Oratio 1
Libanius
Libanius. Libanii Opera, Volume 1, Fasc 1: Orationes I-V. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.
σπινθήρων τοίνυν ἐξ ἐπιστολῶν, τῶν μὲν παρ’ ἐμοῦ πρὸς ἑτέρους, τῶν δὲ ἐμοὶ παρ᾿ ἄλλων ἀφιγμένων, ἐν αίς ἀδικία μὲν οὐδεμία, λαβαὶ δ’ ἂν ἐγένοντο συκοφάνταις ἀνθρώποις, ταύτας δὴ τὰς ἀφορμὰς μάλα εὐπετῶς ἀνεῖλεν ἡ Τύχη, ὥστε ἐν μυ- ρίοις γράμμασι μὴ εἶναι γράμμα ἐμόν.
176. Τῆς αὐτῆς θεοῦ καὶ τὸ <περὶ> Περγάμιον πολὺ πρὸ τῶνδε τῶν κακῶν ἐγκαλέσαντά τι, ψεῦδος μέν, ᾤετο δὲ ἠδικῆσθαι. τοῦτο δὴ πείσας αὑτὸν ἐχθρὸς ἦν. εἰ δὲ οὐκ ἦν, κἂν ἐξελάλησέ τι τῶν οἰσόντων ἐμοὶ ζημίαν. [*](R 116) καὶ | τὴν Αὐξεντίου δὲ περὶ τούτων πρός με σιωπὴν τῆς Τύχης δῶρον νομιστέον, ὅτι οὐδὲν εἰδέναι ἀξιῶν ἄνθρωπος, ὅ μὴ καὶ ἐμὲ δεῖν, τοῦτό γε ἄρρητον ἐποι- [*](1 ἥ τις εἴ τις (sc. ἀνάγκη vel βάσανος) aut τίσις MSchmidt 1. 1. 2 εἶχεν sed ν eras C 4 αὐτῷ libri edd | τὸν om VL et γρ Mor in marg 5 οἷος et ἐπῆλθεν Ferr in marg Mor | inter ἄλλοι et πάντες rasura 2 litterarum in Ρ | ἐμοὶ — 7 ἐφαί- νετο citat Thom. Μ. s. ν. ἐλπὶς p. 160, 15 Λιβάνιος ἐν τῷ περὶ τῆς ἑαυτοῦ τύχης· ἐμοὶ κτλ. 11 διεπ in διεπεφεύγει in ras P2 14 scripsi e VL οἷς ACPB edd 18 περὶ inserui cum MSchmidt Philol. X 611 20 δὴ] δὲ L | αὐτὸν L 21 δ’ L | κἂν] οὐκ ἂν V 22 περὶ τούτων inserui e VL)