Oratio 1
Libanius
Libanius. Libanii Opera, Volume 1, Fasc 1: Orationes I-V. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.
ἐδεῖτο [*](4) οὖν ἡμῶν αὑτῷ αὑτῷ παρὰ τῆς Τύχης τὸν θάνατον, [*](R 115) οἷοι | πολλοῖς ἐξαίφνης ἐπῆλθον. οἱ μὲν δὴ ἄλλοι πάντες εὔχοντο, ἐμοὶ δὲ ἡ τῶν δεινῶν ἐλπὶς ἦττον εἶναι κακὸν τοιαύτης εὐχῆς ἐφαίνετο. σιγῇ τοίνυν ἐδάκρυον. ὁ δὲ λουσάμενός τε καὶ δειπνήσας ὕπνον τε ὁμοῦ καὶ θάνατον δέχεται, ὥστε ἕωθεν ἡμεῖς μὲν παρῆμεν ἐπὶ τὴν ἐκφοράν, ἐκ δὲ τῶν βασιλείων τινές, ὡς ἐκεῖνον δήσοντες. ὁ δὲ αὐτοὺς διεπεφεύγει πτηνῷ τάχει.