Oratio 1

Libanius

Libanius. Libanii Opera, Volume 1, Fasc 1: Orationes I-V. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.

ὁ μὲν δὴ βασιλεύς, ὥσπερ τις θηρατὴς ἁμαρτάνων θηρίου, δεινῶς ἤχθετο, κινεῖται δὲ δυνος ἐκ χαλεπότητός τε δεσπότου καὶ λύπης οἰκέτου. ὑπογραφεὺς μὲν ὁ οἰκέτης ἦν, οἰωνιστὴς δὲ ὁ δεσπό- της. τοῦτον δή ποτε δι’ ἐπιστολῶν ἠρόμην φαρμάκου τινὸς πέρι, τοὺς μὲν θεοὺς οὐκ εἰπών, ἰατρῶν δὲ μνησθεὶς ἀσφαλείας εἵνεκα. ταῦτα ὁ μὲν οὐ κατέκαυσε τὰ γράμματα, ὁ δὲ κτησάμενος ἐφύλαττεν, ὅπως, εἴ τέ ποθ’ ὕστερον ἐπίοι δεινόν, σώζοιτο ταῖς ἐπιστολαῖς.