Oratio 1

Libanius

Libanius. Libanii Opera, Volume 1, Fasc 1: Orationes I-V. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.

καὶ τὼ μὲν νέω γυμνώ τε ἤστην καὶ μετεώρω πρὸς πληγάς, παρεκάθητο δέ τις Ὀλύμπιος. τοῦ δὲ οὐ μετεῖχον ἐγώ, ἠδικεῖτο δὲ ὁ νόμος. ὁ δ’ οὕτω δή τι ξυνετὸς ἦν, ὥστε οἷς ἐφθέγξατο μὴ μαστιγοῦν ἐκεκώλυτο. φρόνημα δὲ τὸ θράσος καὶ ἡγούμενος καὶ ὀνομάζων ὅπλα ἀνταρά- μενος τῷ στρατηγῷ γνῶναί τε αὑτὸν ἠναγκάσθη καὶ συνε- [*](R 113) σταλμένος | ἔκειτο, καὶ τοῦτό οἱ τῆς ἀρχῆς πέρας.

171. Ἀλλ᾿ ἐπάνειμι δὴ πρὸς τὸν Βάλεντα· ὂν ἔδειξε [*](22 Xen. Cyr. V 4, 25) [*](1 ἐξεληλέχθαι ΡΒ 2 τὸν] τί L 3 ὁ δὲ — 4 ἰέναι οm ACP Ferr 5 οὐκ om L 6 ἐφίεσθαι? | λ in δῆλος δῆλος in ras Ρ2 8 Πρωτάσιος V Mor | ὁ αὐτὸς Gasda 12 τοὺς inser Α2 13 ἐδεόμην L | ᾤδει] ὤ cum lacuna trium litterarum L 20 ὅδ᾿ ABVL Ferr Mor | δή τι om L 23 αὐτὸν AVL | ἠναγ- κάσθην V sed ultimum ν erasum L Ferr Mor 25 δὴ inser Ferr in marg om ΑΡΒ)

163
μὲν χρηστὸν τὸ μὴ τῷ τυράννῳ τοὺς τοῦ τυράννου φίλους ἐπαποκτεῖναι· ἐπεὶ καὶ ὁ Ἀνδρονίκου τοὐμοῦ φίλου θάνατος Ἱερίου μᾶλλον, τῆς ἀλώπεκος, ἔργον ἢ τοῦ παρακρουσθέντος ἦν. ἀσφάλειαν δὲ τῆς πρᾳότη- τος ἐωνῆσθαι νομίζων εὗρεν ἕτερον λόχον, Φιδούστιόν τε καὶ οὓς ἐκεῖνος ἐπανέστησε τῷ σκήπτρῳ, καὶ ἐχώρει μὲν διὰ τῶν ἠδικηκότων ὁ βασιλεὺς τὴν ἀρχήν, προσ- ετίθετο δέ τις καὶ τῶν οὐδὲν τοιοῦτον ἐπισταμένων. μάντις τε ἅπας ἐχθρὸς ὅτῳ τε ἐδέησε τῆς τέχνης δι- δάσκεσθαί τι περὶ τῶν ἰδίων τῶν αὐτοῦ παρὰ τῶν θεῶν βουλομένῳ· χαλεπὸν γὰρ δὴ ἐδόκει εἶναι τος μάντεως μὴ ἄν τινα καὶ ἐπὶ τοῖς μείζοσι χρήσασθαι | τῷ ἀνδρί.