Oratio 1
Libanius
Libanius. Libanii Opera, Volume 1, Fasc 1: Orationes I-V. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.
τὴν ἐκείνου δὲ ὁρμὴν οἱ συκοφάνται [*](R 114) λαβόντες πάντα ἐκύκων ἐπὶ πάντας ἰόντς. δόξα τε ἦν παρὰ τῷ Βάλεντι φθόνου τὴν δόξαν πεποιηκότος, πάντως ἂν εἰς ἔλεγχόν με πεσεῖν δι’ ἑνός γέ του τῶν ὑπὸ τὴν βάσανον ἀγομένων. λέγεται δὲ καὶ αὐτὸς ἐρέσθαι τὸν Εἰρηναῖον, εἰ μετεῖχον τοῦ ἐπιβουλεύμα- τος, θαυμάσαι τε οὐ μετασχεῖν ἀκούσας.