Oratio 1

Libanius

Libanius. Libanii Opera, Volume 1, Fasc 1: Orationes I-V. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.

ὡς δὲ πολλῶν ἰόντων αὐτῶ μόνος ἀπελιπόμην, λέγει δὲ] πρὸς τὸν Ζήνωνα, ᾧ μάλιστα [*](5 I 175 2 R 13 Dem. de symm. § 25 p. 185, 5) [*](1 „aut οὐχ ἁμαρτὼν leg. aut οὐ προὔβαινεν“ Re Anim 2 τύχη L 3 δή C 4 αὐτῷ scripsi cum Valesio ad Amm. XXVI 8, 4 p. 465 qui Parisinum. (gr. 3016) secutus est, et Re Anim αὐτοῖς reliqui libri edd 5 post δὲ lacuna 4 vel 5 lit- terarum in V, 12 fere in L, item in Par, quam Sievers P. 145 agnoscit, fortasse recte 6 ὡς] πρὸς V 7 γιγνόμενος VL Ferr 8 τοῦτον L 9 προσελέσθαι ACPB Ferr et γρ Mor in marg „προέσθαι aut προσθέσθαι“ Re Anim | „malim αὐτὸν δὲ“ Re 10 Πρωτάσιον V Mor 21 ἀπελειπόμην L | δὲ quod est in ACPB edd uncis inclusi auctore Re)

162
ἐχρῆτο, τοὺς κατ’ ἐμοῦ λόγους ἐξεληλέγχθαι τοῖς ἔργοις. τὸν γὰρ δὴ λεγόμενον ἐνοχλεῖν τοὺς ἄρχοντας ἥκιστα προσιέναι. ὁ δὲ καὶ πάνυ ταῦτα ἐλπίζειν ἔφη· οὐ γὰρ ἰέναι μᾶλλον παρ’ αὐτοὺς ἢ καὶ τοὐναντίον· χαρί- ζεσθαι μὲν γὰρ ταύτῃ τοῖς ἐρῶσι· τοὺς δὲ οὐκ ἐρῶν- οὐδὲ οὐδὲ ἐπίστασθαι. ταυτὶ μὲν ἤκουσε, δῆλος δὲ ἦν [*](R 112) ἀτιμάσων, οὐ | μὴν ἐπέτρεψέ γε ὁ θάνατος.

169. Ἕτερος Προτάσιος τά γε πρὸς ἐμὲ ῥᾷσθ’ οὗτος ἧκεν, ὃς καθάρμασι μὲν συνῆν, παρ’ ὧν δ’ ἄν τι καὶ ἐμάνθανεν, ἄβατον ἐποίει τὴν καταγωγήν. καὶ ᾤετο μὲν ζημιοῦν, ἐγὼ δὲ ἐκέρδαινον. καὶ κλῆσιν μὲν τὴν ἐπὶ τοὺς λόγους ἤλπιζεν, ἐγὼ δὲ ἄλλους εἰστίων δι- δάσκων αὐτόν, ὅτι οὐ λίαν αὐτοῦ δεοίμην. ὁ δὲ ᾤδει τούτοις γε τὴν καρδίαν, ἔδειξε δὲ ἔν τινι κατηγορίᾳ νέοιν· οἶν δέον, εἴπερ ἠδίκουν, ἐπιθεῖναι δίκην, ὁ δὲ τὸ διδασκάλων ἐσαγήνευεν ἔθνος οὐχ ἅπασιν ἐγκαλῶν, ἀλλ’ ὅπως ἐν τῷ παντὶ κρύπτοιτο αὐτῷ τὰ πρὸς ἐμέ.