Oratio 1
Libanius
Libanius. Libanii Opera, Volume 1, Fasc 1: Orationes I-V. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.
εἴποι ἂν οὖν ἡ Τύχη καθάπερ ἐν δράμασι λαβοῦσα φωνὴν, ὅτι εἰ καὶ μυρίοις ἐναντιώμασιν ἡ τέχνη σοι πεπολέμηται, τοῦτό γ’ ἂν ὁμολογήσαις, ἒν πολλῶν ἀντάξιον πὰρ ἐμοῦ σοι γενέσθαι, τό τε εἰς πλῆθος ποιῆσαι λόγους τό τε οὕτω δόξαι τοὺς ποιηθέντας εἶναι καλούς, ὥστ ἔτι ζῶντος, ἐν ᾧ καὶ φθονεῖσθαι ἀνάγκη,) τὰς τῶν βι- βλογράφων δεξιὰς τὰς πολλὰς ὀλίγας ἐλέγχεσθαι τῷ πλήθει τῶν ἐραστῶν. τοιγάρτοι πᾶν ἐργαστήριον λό- γῶν καὶ τούσδε δείκνυσιν ὁμοίως ἐν παιδευομένων τε καὶ παιδευόντων χερσί. καὶ τούτων, ὦ ἄνδρες, οἶδα τῇ Τύχη χάριν καὶ αἰτῶ γε παρ’ αὐτῆς ἀεὶ βελτίω παρέχειν τὰ δεύτερα.
[*](15 Thuc. I 14, 2)[*](12 σημείωσαι τὸ εἰ ἀποδιδόμενον οὐ πρὸς τὸ ἀλλὰ V)[*](3 λόγω Β 4 δὲ om V 8 αἱ om V 9 οὓς scripsi ἃς libri edd ἃ Re Anim | ἐπίστασθε ΑΡ 14 γ’ ἂν scripsi γοῦν cum Gasda qui simul ὁμολογήσεις proposuit γὰρ Α γόον supra γὰρ οἱ γὰρ ἂν V γὰρ L γοῦν ΡΒ edd 17 βιβλιο- γράφων ΑΒΡ in quo m2 βιβλογράγων suprascriptum est Mor Re 20 ὁμοίως inser Α2 22 τὴν χάριν ΑΡΒ)156. Ἀλλὰ γὰρ οὐκ οἶδ’ ὅπως με διεφυγέτην Αἰθέ- ριός τε καὶ Φῆστος, Σύρων μὲν ἄρχων ἑκάτερος, ἄρξαντες δὲ πρὶν ἢ Βάλεντα δεῦρ’ ἥκειν. ὁ μὲν οὖν φωνῆς Ἑλλάδος ἄπειρος | ἦν, ὁ Φῆστος, παραπαίων [*](R 104) ἄνθρωπος, ἀλλ’ ὅμως αὐτὸν οὐδὲ τοῦτο ἔπεισε διω- σασθαι τὴν ἀρχήν, ἐλθὼν δὲ δείλης εἰσάγων ὡς ἑαυτὸν Εὔβουλον καὶ συνὼν αὐτῷ δι’ ἑρμηνέως πιστοῦ, ὁ δ’ ὡμολόγει τῆς ἐμῆς ἐπιθυμεῖν τελευτῆς, ὅπως αὖθις εἶναί τι δόξειεν. ἐπώλει οὖν Εὐβούλῳ τὸ μισεῖν ἐμὲ Φῆστος ὧν καθ’ ἑκάστην ἤσθιε τὴν ἡμέραν· ἦσαν δὲ χῆνες πίονες ἐκείνῳ καὶ οἶνος ἡδὺς καὶ φασιανοί.